Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 10,2)

Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.

[*](e.20,3)

Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.

[*](Cap. 32. § 2. Cf. 7 p. 495.)[*](1 ποιουμένοις Cas. Κ || 6 αὐτὰς F || 9 [καὶ οἱ πολέμιοι τοῦτο] W; [Οἰ] συνιδόντες [οἱ πολέμιοι] Cas. R; τὸ αὐτὸ δὲ καὶ οἱ πο- λέμιοι ἐποίησαν H || 11 ἐπιβάντες, ἐπιπλεύσαντες ; τοὺς ἐπι- βάντας ἐπιπλεύσαντας F || 13 ἀσχολούμενοι F || 16 κατέσκαπτε Κ: cf. 5, 10, 3 || 17 ἀλλʼ ὅπως F || 18 ἐπιτιθέμενοι H; ἐπιθέμενοι F || 21 ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων H.)
266

Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν [*](e. 9,3) πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληιζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέ- μενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.

Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε [*](e. 31,12) ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἄν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτό- μολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατο- πέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας. ἐπιθέ- μενος, καταλαβών ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.

Πομπίσκος, ἴνα θᾶττον οἱ κατάσκοποι τῶν πο- λεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας [εἰς] τὸ στρατόπεδον [κατεσκεύαζε καὶ πίλον] ἐτίθει παρʼ αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.

Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας e. ἀλλήλοις, ἴνα μη συντίθοιντο μηδὲ ψευδάγγελοι γί- γνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρα- [*](3 συνεχώρησε Cas.; συνεχῶς F: cf συνεχώρει H || 5 προήεσαν K; προσήεσαν H; προίεσαν F || 6 [ὄντας] Hertein || 9 καθῆκεν H; καθίστει F || 11 καὶ μετʼ οὐ H; οὐ μετʼ οὐ F || 12 ἀναχωρή- σασαν H || πιστὸν vulg.; ἄπιστον F ; εὔπιστον corr. M rec m. || 13 προελθόντες vulg ; προσελθόντες F; ἀπελθόντες H || 17 [εἰς] τὸ στρατὸπεδον [κατεσκεύαζε καὶ πίλον] Bursian || 22 ὑπιέναι Κ ex V subire; ὑπεισιέναι Patakis 23 ἔπεμπεν F] ἔπεμψεν vulg.)

267
τοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.

Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πο- λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὐτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε- μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εἰρωστοτάτους ἐρέτας ἔπλει παρʼ αὐτὰς τὰς πρῴρας τῶν πολεμίων τριήρων ὡς φίλος ὥν αὐταῖς. προελθὼν ἐπ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε- πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὥν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν.

Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρʼ αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις [*](Cap. 35. Cf. Droysen II, 1, 26.) [*](1 αὐτοὺς φθάνοντες Person; αὐτοῖς φθονοῦντες F || 5 ὁρμοῦσαν F || 6 αὐτοῦ F || καταχρήσας F || 8 εὐρωστοτάτους W; εὐραώστους F: cf 3, 9, 24 9 αυταῖς pD; ναύταις F || προσ- ελθν F || 10 ἐσχάτην Hertlein ἐξέπλευσε F] ἐξέπλησε M; ἐξέπαισε Koen. 188 12 ὅτε p; ὥστε F || μηκέτι K, ποπ ίαπι amplius V; μὴ F || καταλειφθῆναι F, corr. vulg. || 13 οἷός τε ἦν vulg.; ἕως τε νέαρχος F et in titulo v. 14 Κρὴς || 15 Τελμησὸν F 16 ναύαρχος F || 17, 20 Ἀντιπατρίδος K 19 γυναῖκας [μοο- σούργους] Patakis 22 ἀνεκόμιζον K.)

268
τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δʼ εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖ- κας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρ- χος ἐκράτησεν.

Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο [*](e. 57,21) τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δʼ ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα κατα- δυομένην εὐθὺς ὥρμησε φεύγειν.

[*](317)

Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄν- δρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμ- πράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ] προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλα- βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα- κουσίων.

[*](2 οἱ Κ; οἳ τε F || 6 Δωρόθεος Λευκάδιος F in titulo || 7 ναῦν μίαν Cas.; cf. H μιᾷ νηὶ; ναυμαχίαν F || ὑπὸ δύο τριήρων διω- κὸμενος H, om. F || 8 εἰς τὸν H || 12 ἐκ πλαγίου ex H inserui || 16 Συρακουσίων K Patakis; Συρακούσιον F || 19 [οἱ] add. vulg. || 25 ἦρξε K.)
269

Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθʼ ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε- δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.

Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε- δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.

[*](e. 58, 3)

Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἕχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρ- τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει- [*](4 ἐπέπλει Κ; ἐπιπλεῖ F || 11 (ἦν) del. K || 13 τρόπιος K ; τροπίας F || 23 Λακωνικὴν] καὶ ἰδίους μετασχηματίσας στρατιώ- τας ἐμβαλὼν εἰς αὐτὴν H.)

270
ριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεώς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ- πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε- λυτρῶώσατο.