Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

255

Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συν- [*](295) τάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατη- γοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἱ κτενοῦσιν Ηρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν λισσὸν, οὐ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρα- τηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέ- πραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυ- κλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἴ πάντας αὐτοὺς εἰσελθόντας ἔφόνευσαν.

[ΡΑΚΛΕΙΔΗΣ ΤΑΡΑΝΤΙΝΟΣ.][*](e.41,2)

Ἡρακλείδης Ταραντῖνος ἀρχιτέκτων ὑπέσχετο Φι- [*](201) λίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥο- [*](Cap. 17. (§ 1.) Cf. Paus. 1, 29, 7. — De tempore discrepant Droysen II, 2, p. 272, not. 3; Unger, Philol. 38, p. 460; v. Wila- mowitz-Möllendorff Antigonos von Karystos, p. 231, not. 6; cf. J. p. 644 sq) [*](Cap. 17. (§ 2.) Cf. Polyb. 13, 3—5; Diod. fr. 28, 2. — J. p. 646.) [*](2 Ἀθηνῶν K; Ἀθηναίων F || 3 Λουδίαν Droysen 5 Ἱεροκλέα vulg.; Ἱερακλέα F || 9 Ἱππάρχου vulg.; Ἱππάκρους F || 11 συνέπραττε νύκτωρ M; συνέπραττεν ὕδωρ F || 12 ἀνοίξαντες W; διορύξαντες F; διανοίξαντες RΚ || 13 [τῶν] Κ || 14 Μνησίδημος M; Μνησίδαμος F: cf. supra v. 9 || 19 [Ἡρακλείδης Ταραντῖνος] in titulo add. W.)

256
δίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ προσέφυγεν ἱκετηρίας λαβῶν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἧσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων ἱκέτης ἦλθον προ- πηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἴνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν᾿. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρα- κλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὡφέλιμον κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπί- φορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπι- βὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης.

[*](246—239)

Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- [*](e.31,9) σον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη ναυμαχήσων. Ἀγαθόστρατος Ροδίους ἐξῆγε ἐπὶ μίαν [*](Cap. 18. Cf. Droysen lII, 1, p. 405.) [*](2 τῆς FH; τοῦ vulg. αἰκίας Κ; ἀδικίας FH || ἔχων] προ- φέρων Nebuhr, Vorles üb. alte Gesch. 3, 453 τῷ βωμῷ H || 3 ἱκετεύων τυχεῖν σωτηρίας H || 4 καὶ H; om. F || 5 παθεῖν H; om. F || 6 κατῆγεν H; καθῆκεν F: cf. Polyb. παρῆν καταπλέων εἰς τὴν Ῥόδον et 5, 36 || ἦλθον FH] ἦλθε D; ἥκω vultg. || 16 ὁ δὲ Patakis ex V ille iniecto igne; ὁ δὲ τὸ R; τὸ δὲ F || 18 κρυ- φαος F || 20 Ῥωμαῖοι βασιλεῖ Πτολεμαίῳ H; Ῥοδίοις βασιλεῖς Πτολεμαίων F || 22 μίαν H; μελίαν F; τάξας ἐπὶ μίαν τὰς ναῦς K.)

257
ναῦν καὶ φανερός γενόμενος τοῖς ἐπιπλέουσι μετέ- στρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχών βραχὺν ἀνε- χῶώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανήεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπέ- πλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφρο- δίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσῶν ἐνίκησεν.

[*](e.54,17)

Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ [*](287) Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειρα- ταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβών εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνήιον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πει- ραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώ- τους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι.

[*](Cap. 19 Cf. Front. strat. 3, 3, 7.)[*](2 καὶ χρόνον H; χρόνον F; χρόνον τʼ vulg. || 4 αὐτοῖς R || 6 ἀπʼ ἀμφοτέρων R || 13 Ἄνδρωνα F; Mandronem Frontin. || κατα- χρήμασι F || 14 τοὺς F] τοῦ K || 17 (κεκρυμμένα) ut emblema expunxit Cobet 18 ὑπὸ μάλης Pierson coll 2, 9. 4, 2, 12. 6, 21 ὑπὸ μάλην F 21 μὲν del. Cas. Κ 23 αὐτὸν F,, corr. F,.)
258

Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρα- τιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νι- κήσαντες κατέσχον τὴν Σαλαμῖνα.

Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἡ μὴν μαχέσασθαι, μέχρις ἄν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τόν ὅρκον. καὶ ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας.

Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, [*](e.33,1) καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν [*](Cap. 21. Cf. Schaefer, Demosth. I1, p. 136 sq.; Koehler ad C. I. Att II, 108; W. Dittenberger in Satura philol. H. Sauppio oblata, p. 54 sq.) [*](4 καταφυγόντων R || τρίτων F, corr. vulg. || προσβάλλων W; προσβαλῶν F || 5 ὑπὸ R Hertlein || 6 [τὰς] p; om. F 14 ἦ μὴν μαχέσασθαι p; μονομαχέσασθαι F; ἀναμαχήσεσθαι K : cf. 1 30, 5 1, 43, 1. 7, 22 || 15 ὧς] ἀνδρείως vel γενναίως Hertlein || 16 τούτους μὲν Hertlein, lahnii annal. 1867, p. 607.)

259
ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παρά- λόγον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.

[*](cf.e.16,1 57,9 57,18)

Διότιμος δέκα ναῦς ἔχων ἀνθώρμει Λακεδαιμο- νίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελῶν, [κατὰ δύο] ζεύξας πρὸς ἀλλήλας, τα ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Ἀακεδαιμόνιοι πέντε ἱστίων φαινο- μένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλών δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς ἐπιστήμης, τας μὲν ἕξ τῶν Λακωνικῶν κατέδυσε, τας δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους.

[*](e.57,19)

Διότιμος Ἀθηναῖος ναύαρχος πελάγιον πλοῦν μέλλων πλεῖν, κρύφα συναγαγών τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παραλαβών ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν, ἴνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες.

[*](e. 54,18 57,20)

Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο- λεμίας ἀφʼ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας τους μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέ- [*](3 [τὰς μὲν αὐτάνδρους ἔλαβε] suppl. W ex H || 4 τὰς δὲ κατέ- δυσεν H; τας δεκα κατέδυσεν F || 8 συμβαλεῖν F || 9 [κατὰ δύο] inserui coll. 3, 11, 3; [σύνδυο] W coll. 7, 21, 3; binas inter se coniunxit V || 13 ἐπέπλευσαν K ex V adnayigabant; ἐσέπλευσαν F; ἔπλευσαν vulg || 14 τοῖς ἐναντίοις Κ || 17 Ἀθηναῖος F: cf 5, 34; Ἀθηναίων H || 18 τριιραρχας H 21 παρίσας Patakis; περίσας F; περισσὰς vulg.)

260
ρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων δια- σκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδρα- μόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκεί- μενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπι- φανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοι- ποὺς δʼ ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.

[*](c.262)

Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορ- [*](e.15,7) κουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευ- ούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ. δεξά- μενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διά- στημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παρ- αλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς [*](Cap 23. De tempore cf. Droysen III, 1, p. 284.) [*](4 θαλαμίας vulg.; θαλαμηρὰς FH || 5 θρανίτιδας H; θρανίδας F || ἀναφάνειν H || 6 συνδραμόντες H || 7 προσυγκείμενον M; πρὸς συγκείμενον F; προκείμενον vulg. || 9 τοὺς δὲ λοιποὺς Vulg.: cf. 3, 3 || 18 σκάnας τρεῖς (i e. γʹ) Hertlein W; σκάφας ἢ F; ἤ om. K; σκάφας ὀκτώ (i. e. ηʹ) Cobet, var. lect. p. 362.)

261
προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πλη- ροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας.

[*](e. 14, 18)

Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τήν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβών ἔδειξε τοῖς στρατιώταις, οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι.