Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](368)

Ἄννων Καρχηδόνιος ἀνακομιζόμενος παρέπλει Σικελίαν. Διονύσιος τύραννος ἐξέπεμψε ναῦς ἐπʼ αὐτὸν οὐκ ὀλίγας. αἱ μὲν ὅσον οὐκ ἤδη συνῆπτον· ὁ δὲ Ἄννων τῶν αὐτοῦ νεῶν καθαιρεῖ τὰ ἱστια, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίησαν. Ἄννων δὲ συνέταξεν ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναν- τίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης.

[*](396)

Ἰμίλκων Καρχηδόνιος εἰδώς τῶν Λιβύων τὸ φίλ- οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας [*](Cap. 8. § 2. Cf Holm II, p. 442, not. ad p. 136.) [*](Cap. 9. Cf. Schaefer, Mus. Rhen. 15, p. 391 sq; Meltzer, p.515.) [*](Cap. 10. 6 1. Cf Front. strat 2, 5, 12 — Meltzer, p. 511, a quo dissentit Gutschmid, Iahnii annal. 1880, p. 291.) [*](5 ναύτου σκευὴν Pierson 22; αὐτοῦ σκεύη F || 7 ἐπανήγαγε K;  ἐπανῆγε F || 8 ἀπολαβὼν vulg. || ἀπέπλευσεν K || 11 Καρχη- δόνιος W; Καρχηδονίοις F; σὺν Καρχηδονίοις vulg. || ἀνακομιζο- μένοις F 12 [ὁ] τύραννος 13 συνῆπτον K; συνῆγον F; συν- ἥψαν Hertlein 14 αὐτοῦ F 17 μέλλοντας F] μένοντας vulg. 20 Καρχηδονίους F.)

245
καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη- σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὥν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται.

[*](e.57,17)

'Imqilkvn Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λι- βύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμ- ματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀπο- σπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἴνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δʼ ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν.

[*](e.54,15)

Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, [*](396) ἐφʼ ἥν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λί- βυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκν ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχω- σθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκα- φήσεται, ὅπως μὴ διὰ ταύτης ἱ ρμσάντων κυκλωθή- σωνται᾿. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ [*](Cap. 10. § 2. Cf. Diod. 14, 55, Front. strat. 1, 1, 12. — Meltzer, p. 513; Stern, Philol. 42, p. 456, not. 56.) [*](Cap. 10. § 3. Eadem de Pericle tradit Front. strat. 3, 9, 9.) [*](7 Καρχηδόνιος p; Καρχηδονίοις F; σὺν Καρχηδονίοις vulg. || 8 (εἰς) inclus. K Patakis cum V scriptos obsignatosque libellos || 9 συντιθέμενος F; συνθέμενος H || 11 λαμπτῆρας FH] λαμπτῆρα M || [δʼ ἦρε] W: cf. 6, 11 12 πεφραγμένους scripsi coll. Philist fr, 15 καὶ τὰς νύκτας ἐπαίρεσθαι λαμπτῆρας ἀντιπεφραγμένους 14 ἐσπούδαζε vulg ; σπουδάζων F || 18 ἡ M; om. F || 19 ὁρμησάν- των sc. τῶν πολεμίων Cas.; ὁρμήσαντες F || κυκλωθήσωνται F: κυκλωθήσονται Vulg.; κυκλώσονται K.)

246
ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλατ- τόντων.

[*](406)

Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- [*](e.36,7) τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγ- γελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δʼ Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόν- τες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόν- των. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.

[*](406)

Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς [*](e.54,16) Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν [*](Cap. 10. § 4 Cf. Front. strat. 3, 10, 5.) [*](Cap. 10 § 5 Cf. Holm II, p. 435, not ad p. 113.) [*](1 ἀπεσκαμμένην scripsi coll. supra p 245, 18 et Xenoph. an. 2, 4, 4; ἀνεσκαμμένην m; ἀνεστραμμένην F || 7 συνέβαλλεν H || 9 ἔφυγον H || 13 πολεμίων W; πολιτῶν F; στρατιωτῶν M: cf. ad 8, 10, 3. 8, 23, 29 || [τὴν πόλιν] inserui coll. Front. incen-  sam suam ciuitatem existimaverunt || 14 ἀνακαίεσθαι F] ἀνα- καλεῖσθαι H vulg.; [πυρὰ] ἀνακαίεσθαι Κ || μεταβαλόμενοι K; μεταβαλλόμενοι F || 15 φυγόντων Roth; φευγόντων F || 16 τοῦ om. vulg. || 20 τοῦ Διονυσίου vulg.)

247
ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν — πολλὴ δὲ ἦν καίειν — παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέ- ρετο, μίλκων δὲ ἔλαθε διελθν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.

[*](e.2)

Ἀμίλκας Καρχηδόνιος, ἄριστος (στρατηγὸς) τῶν [*](339) ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελ- φὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρή- ατα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τού- τῶν πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κιν- δυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέ- σκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδω- καν εἰς τιμωρίαν καθʼ ὅν ἂν βούληται τρόπον. Γέσκων [*](Cap. 11. Cf Theodor. Metochites, p. 200 (ed. Kluge. — Schaefer, Mus. Rhen. 15, p. 391 sq.; Meltzer, p 516.) [*](2 καίειν om. vulg. || 4 βίαιος K; βιαίως F || 6 πύλην vulg.; πόλιν F || 9 Ἀμίλκας] Ἰμίλκων δ; Ἰαμοκλῆς Theodor. Metochites || Καρχηδόνιος W; Καρχηδονίων F: cf. ad 5, 9 || (στρατηγὸς) se- clusi || 12 ἐπιτιθέμενος cum vulg. 13 ἐξέπαισε Koen. 188 || 21 αυτῷ vulg.; αὐτῶν F: ef. H τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπιβούλους.)

248
δὲ παραλβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλή- θους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναι- ρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν ῾οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν᾿. τοι- γαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν.

[*](343)

Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παρα- ταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρα- τιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρʼ αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων καὶ μὴν μᾶλλονʼ, ἔφη, φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἰσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.᾿  ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν [*](Cap. 12. Cf J. F. Arnoldt, Timoleon. Gumbinnen 1858, p. 25; Roesiger, p. 11.) [*](Cap. 12. § 1. Cf. Plut. Timol. 26; Diod. 16, 79; Plut. conviv. disp 5, 3. — Meltzer, p. 516.) [*](3 ἑκάστου M; ἑκάστοις F;  ἑκάστους C || ἐλαφρῶς τῷ ποδὶ F] ἐλαφρῷ τῷ ποδὶ vulg.; ἐλαφρῷ ποδὶ H || 10 τύχης Κ; νίκης F || 18 στεφανοῦνται MD || 21 lacuna 1n post Κορίνθιοι, quam voce στεφάνοις explevit M || τῶν del. K || 22 [ἐκ] τῶν Cas.)

249
ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.

Τιμολέων πολιορκῶν Μάμερκον τὸν τύραννον πολ- [*](post 343) λοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος [ὡμολόγησε Τιμο- λέοντι παραδώσειν ἑαυτὸν ἐφʼ ᾧ τε] κριθῆναι παρὰ Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγών αὐτὸν εἰς τὴν ἐκκλησίαν κατηγορήσω μὲν οὐδαμῶςʼ, ἔφη, ῾ τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἄν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι.᾿ 

Τιμολέων συμμαχῶν Συρακουσίοις ἐλθών ἐπί τινα [*](343) λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδών Καρχηδονίους πεν- τακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέ- ριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις, ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· νῦν ἀλῶναι χρὴ τοὺς πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρη- σμὸν ὁ χειμῶν ἐξαπίνης κινούμενος. οἱ Ἕλληνες ἐπὶ μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν.

[*](Cap. 12. § 2. Cf Plut. Timol. 34. — Holm II, p. 214.)[*](Cap. 12. § 3. Cf. Meltzer, p. 518; J. p. 515 sq.)[*](4 Μάμερκον Cas.; Μίλαρκον F (Μίλαρκος v. 9) || 6 [ὡμο- λόγησε . . . . ἐφʼ ᾧ τε] Cas., ex Plut. Tim. 34 ὁ δὲ Μάμερκος ἑαυτὸν Τιαολέοντι παρέδωκεν ἐπὶ τῷ δίκην ὑποσχεῖν ἐν Συρα- κουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος; ὡς κριθῆναι F || 10 προαγαγὼν W coll. 2, 35; παραγαγών F || 11 κατηγορήσω Κ;  κατηγορῆσαι F || 16 πεντακισμυρίους F Diod. 16, 78; ἄγοντες ἑπτὰ μυριάδας Plut. Timol. 25 17 ἐκτεταμένους vulg.)
250

Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συν- αγαγν ἐγγὺς αὐτῶν παρέπλει, ἴνα, ἥν μὲν ἡ πολεμία τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπο- λαμβάνοι μέσην αὐτοῦ καὶ τῶν ὁλκάδων.

[*](413)

Ἀρίστων Κορίνθιος κυβερνήτης ναυμαχούντων Ἀθηναίων καὶ Συρακουσίων καὶ μενόντων ἀμφοτέρων πέμψας πρὸς τοὺς ἄρχοντας ἐκέλευσε τὴν ἀγορὰν τῶν τροφῶν μεταγαγεῖν ἐπὶ τὴν θάλασσαν. ἐπεὶ δὲ ταῦτα ἐκεκόμιστο, κρουσάμενοι πρύμναν ἀνεχῶώρησαν ἐπὶ τὴν γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρο- νοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες. ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἴ δὲ ἠριστη- κότες εὐκολώτερον ἐκράτησαν.

[*](Cap. 13. § 2 Cf. Thucyd. 7, 39. — J p. 493 sqq.)[*](3 παρέπεμπεν K ex V comitabatur; παρέπεμψεν F || 4 ἐπι- λείποντος F] ἐπιλιπόντοντος (sc) M || 5 ἢν F; εἰ M || 6 προσάγαι (i. e. προσάγῃ) F; προσάγοι M vulg || σιτηγοῖς ὑπὸ τῶν ἐν τῇ νηὶ F; correxerunt et [ταῖς] addiderunt patakis, Hertlein || 7 προσ- βάλλοιτο Κ; προσβάλοιτο F || 8 πειρῷτο M; πειρῷντο F || 10 αὐτοῦ F 14 τροφίμων Patakis; πωλουμένων hucyd. 15 ἐπὶ τὴν γῆν M; ἐπὶ γῆν F: cf. 5, 32, 1 || 17 ὡς ἡσσημένους Thucyd 7, 40, quam formam praetulit W || 21 ἐκβαινόντων F.)
251

Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγα- [*](c.528) τρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμών ἐφί- λησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φέρον- τῶν καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος ῾  ἢν τοὺς φιλοῦντας᾿, ἔφη, κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;᾿ Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπʼ Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆ- σθαι αὐτοῖς βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαν- τες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιό- τητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανί- σκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας [*](Cap. 14. Ad priorem partem cf. Diod. fragm. 9, 37, 1 (Dindorf); Plut. apophth. reg. et. imp. Pis. 3.) [*](5 ἢν scripsi; εἰ F: cf. 5, 13, 1 || 6 κολάσωμεν F,; κολά- σομεν f2; ἂν τοὺς φιλοῦντας μισῶμεν Plut.; ἐὰν τοὺς φιλοῦντας τιμωρίαις περιβάλωμεν Diod. || 7 ποιήσομεν F] ποιήσωμεν M || 11 ἐμβάλλοντες vulg || 13 τοιοῦτο Hertlein; τοῦτο F || 14 εἶναι [λῃστρικὸν| W; [τῶν λῃστῶν] vulg. ex V 17 ἀλλὰ M; οὐ ἀλλὰ F || 21 (τῷ νεανίσκῳ) inclusit W, (τῷ Θρασυμήδει) Rud. Schoell; τῶν νεανίσκων Patakis.)

252
εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρʼ αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης.

[*](315)

Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράτ- των διετέλει καὶ πολλοὺς Σικελιώτας κατʼ αὐτοῦ συνί- στη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρε- σκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἐλῶν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλʼ ἑκών αὐτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους ἐγώ τοι᾿, ἔφη, καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλωνʼ. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Με- γακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἄν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες;ʼ τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μει- διάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φεί- δεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσά- μενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους.

[*](Cap. 15. Cf. Diod. 19, 65. — J. p. 516.)[*](1 ὡς vulg., ὢν F || 5 Συρακουσίων Κ; Συρακουσίῳ F || 6 συνίστη M; συνίστει F || 9 ἐξῄτει M; ἐξῄτει F || 10 ἐξαδνον ὑπο- διεῖσθαι 18 διεξελθών F] διελθών M || 20 πρότερον F || 23 δίκαια λέγοντος P corr. pr. m; διαλέγοντος F.)
253

Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον [*](354) ἐς Θήβας. οἱ πολέμιοι τὸν Θιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βα- θύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευ- τικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμών ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον.

[*](e.19,13)

Παμμένης πολλὴν ἵππον καὶ μάχιμον ἔχων, πολ- [*](353) λοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑποφεύγειν, ἵνα ἀποσπάσῃ [τοὺς] ἐναντίους πελτα- στὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτʼ ἐγένετο, λαβών τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περι- ίππευσεν ἐπʼ αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων ἀναστρεψάντων.

[*](e.58,2)

Παμμένης μετὰ Θηβαίων κρατῆσαι βουλόμενος [*](369) τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρε- [*](Cap 16. § 1. Cf. Schaefer, Demosth. I1, p. 457, not. 4.) [*](Cap. 16. § 2 Cf. Front. strat. 2, 3, 3; Diod. 16, 34.) [*](Cap. 16. 3. Cf. Front. strat. 3, 2, 10. — Cf. Schaefer, De- mosth I1, p 79, not. 2; A. Hug, Aeneas v. Stymphalos, p. 6, not 3; J, p. 588.) [*](11 μάχιμον p; μαχίμην m; μάχην F; κατὰ μάχην Gronov. RK: cf 8, 23, 3. 11 || 12 alterum τῶν del. Roth || 15 [τούς] RK || 17 περιίππευσεν M; παρίππευσεν F; περικυκλώσας H.)

254
σκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώ- σας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπι- τηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρ- μει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θό- ρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κω- λύοντος τὸν λιμένα κατέσχον.

Παμμένης τοὺς πολεμίους ἐξηπάτησε χρησάμενος τῷ νόμῳ τῆς σάλπιγγος ὑπεναντίῳ προπαραγγείλας τοῖς ἑαυτοῦ στρατιώταις πρὸς μὲν τὸ ἀνακλητικὸν ἐπιθέσθαι, πρὸς δὲ τὸ ἐπικελευστικὸν ἀναχωρῆσαι. τοῦτο ποιήσας ἐν ἀμφοτέροις μεγάλα τοὺς πολεμίους ἔβλαψεν.

Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων [*](e.20,2) ἀποληφθεὶς ἔπεμψεν αὐτόμολον ἐς τὸ τῶν πολεμίων στρατόπεδον· ὁ δὲ τὸ σύνθημα ἐκμαθών ἐπανελθών ἤγγειλε τῷ Παμμένει. ὁ δὲ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς [μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο] σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυνα- μένοις διὰ τοῦ συνθήματος.

[*](2 ἔπεμψεν] coll. Frontin. 1. 1.; pauca deesse putavit Oden- dorp || 4 τοῦ MH; om. F vulg. || 6 καὶ ἦν ἑσπερα W; καὶ ἐν ἑσπέρᾳ F; ἐν ἑσπέρᾳ K, sed cf. 1, 18 || 12 ὑπεναντίῳ M; ὑπε- νάντιον F; ἐπʼ ἐναντίον ut ἐπʼ ἀριστερὰ R || 18 ἀπολειφθεὶς F 20 νύκτωρ M || 21 διεξεπαίσατο K coll. 4, 2, 14; διεξιππά- σατο F || 22 [μὲν γὰρ τὸ ἐκείνων ἡπίστατο] W add. ex H; αὑτὸς σύνθημα F; αὐτός [δοὺς τὸ] σύνθημα Cas. K || 23 γνω- ριεῖν F.)