De tropis

Tryphon I Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον

ὣς ἔφατ᾽. Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο.
διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει.
198