De tropis

Tryphon I Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Πλεονασμός ἐστι λέξις ἢ καθάπαξ ἢ μέρεσί τισι πλεονάζουσα, εἴδη δέ εἰσι τοῦ πλεονασμοῦ τρία, παράγωγον, ἔκτασις, παραπλήρωμα. παράγωγον μὲν οὖν ἐστι λέξις ἐν αὐτῇ τὸ πλεονάζον ἔχουσα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. ὁμοίως καὶ τὸ χθονὸς εὐρυοδειης παρῆκται· οὐ γὰρ ἔγκειται ἡ ὁδός. ἔκτασις δέ ἐστι λέξις ἐκτεινομένη παρὰ τὸ σύνηθες, οἷον καλῆσι, θέλησι, δῶσι. παραπλήρωμα δέ ἐστι λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον

Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν·
ὁ γὰρ
καὶ
σύνδεσμος ἐνθάδε πλεονάζει· καὶ
ἀρχούς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας,
πλεονάζει ἡ
πρό.