De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον
οὕνεκα τὸν Χρύσην ἠτίμησ’ ἀρητῆρα Ἀτρείδης.τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον
ᾧ ἔπι πόλλ᾽ ἐμόγησα.ἀντὶ τοῦ ἐφ᾽ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς.