De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Μεταφορά ἐστι λέξις μεταφερομένη ἀπὸ τοῦ κυρίου
αἰχμὴ δὲ διέσσυτο μαιμώωσα.ἡ γὰρ
μαιμώωσαλέξις, ὅπερ ἐστὶ προθυμουμένη, ἰδίως ἐπὶ ἐμψύχου τασσομένη νῦν ἐπὶ ἀψύχου τοῦ δόρατος τέτακται· ὁμοιώσεως δὲ
πάντες δ᾽ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης·καὶ
οὔρεος ἐν κορυφῇσι.πόδες γὰρ καὶ κορυφαὶ ἐπ᾽ ἀνθρώπων ῥηθεῖεν ἄν, ἐπὶ δὲ ὄρους ὑπώρειαι καὶ ἀκρώρειαι. γίνεται δὲ ἡ μεταφορὰ τετραχῶς, ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, ἄμφω γὰρ ἔμψυχα. ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων. ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, οἷον
ἐν γαίῃ ἵστατο λιλαιομένη χροὸς ἆσαι·καὶ
κυλίνδετο λᾶας ἀναιδής·ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον
ἄσβεστος δ᾽ ἀνῶρτο γέλως μακάρεσσι θεοῖσι.
Κατάχρησίς ἐστι λέξις μετενηνεγμένη ἀπὸ τοῦ πρώτου κατονομασθέντος κυρίως τε καὶ ἐτύμως ἐφ᾽ ἕτερον ἀκατονόμαστον κατὰ τὸ οἰκεῖον, οἷον γόνυ καλάμου, καὶ ὀφθαλμὸς ἀμπέλου, καὶ χεῖλος κεραμίου καὶ τράχηλος ὄρους· κυρίως γὰρ ταῦτα ἐπὶ ἀνθρώπου λέγονται, καὶ πάλιν πυξὶς μὲν λέγεται ἡ ἐκ πύξου κατεσκευασμένη, καταχρηστικῶς δὲ καὶ ἡ χαλκῆ καὶ ἡ ἐξ οἵας δήποτε πεποιημένη ὕλης. τῷ αὐτῷ σχήματι ἀνδριὰς κυρίως μὲν τὸ τοῦ ἀνδρὸς ἀπεικόνισμα, καταχρηστικῶς δὲ καὶ γυναικός, καὶ ἀνδροφόνος κυρίως ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ὁ γυναῖκα. ἔτι τριήραρχος κυρίως
Ἀλληγορία ἐστὶ λόγος ἕτερον μέν τι κυρίως δηλῶν, ἑτέρου δὲ ἔννοιαν παριστάνων καθ᾽ ὁμοίωσιν ἐπὶ τὸ πλεῖστον, οἷον
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν.
Αἴνιγμά ἐστι φράσις ἐπιτετηδευμένη κακοσχόλως εἰς ἀσάφειαν ἀποκρύπτουσα τὸ νοούμενον, ἢ ἀδύνατόν τι καὶ ἀμήχανον παριστάνουσα· διαφέρει δὲ ἀλληγορίας, ὅτι ἡ μὲν ἀμαυροῦται ἢ λέξει ἢ διανοίᾳ, τὸ δὲ καθ᾽ ἑκάτερον, οἷον Ἥσσων ἀλγήσας παῖδα τὸν ἐκ Θέτιδος ἀνέθρεψε· ἥσσων γὰρ ὁ χείρων, ἀλγήσας πονήσας· ἐστὶ δὲ ὅτι Χείρων ὁ Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα· καὶ πάλιν,
γῆς ἔθανε καταδέσμου ὅτ᾽ ἀγγείων ἀφάμαρτεν·ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας γίνεται, δεσμοῦ Τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων. καὶ
εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μὲν μία τίκτει τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦσ᾽ ὑπὸ τῆσδε τεκνοῦται.ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ᾽ ὅμοιον, κατ᾽ ἐναντίον, κατὰ συμβεβηκός, καθ᾽ ἱστορίαν, καθ᾽ ὁμωνυμίαν, κατὰ γλῶτταν. κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθαγορικὸς
μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα ἔσθειν·τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτουσιν οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ᾽ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου κισσήρει βεβληκότος νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· καθημένην καὶ οὐ καθημένην διὰ τὸ ἀνεπιστρόφως κρέμασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέμενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς τὸ
εἰσίν μοι δύο κασίγνητοι, οἱ δύο μοῦνοι· ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι, αὐτὰρ ἐπεί κε θάνωσι καὶ ἀνδρῶν χεῖρας ἵκωνται, ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι μάχονται.περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν,
ΚΗΡΟΕΝΤΑ.ὁ μὲν γὰρ ᾤετο τὸν ἐν Ἰταλίᾳ ποταμόν, ἦν δὲ ἕτερον· προσδοθέντος γὰρ αὐτῷ πινακιδίου κεκηρωμένου, τοῦτο ἀναγινώσκων ἐδολοφονήθη. κατὰ δὲ γλῶτταν ὅταν τὴν μὲν θάλατταν εὐρυγάστορα λέγῃ, τὴν δὲ Ἀθηναίαν μαρμαρῶπιν, τὸν δὲ μῦν δολιχοῦρον.
Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον
ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.τὸ γὰρ θοὸν καὶ ὀξύ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ
ἔρρε κακὴ γλήνη,καὶ
Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ, ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας.εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ.
Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώνυμον δηλοῦσα, οἷον
σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο·Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν εὑρόντων τὰ εὑρήματα, ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον
οἶνός μ᾽ ἔπεισε, δαιμόνων ὑπέρτατος.
Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, προσδεομένη δέ τινος ἔξωθεν ἀκολουθίας.
χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ,ἀντὶ τοῦ χρυσέην πανοπλίαν. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον
πολλὰς δ᾽ ἰφθίμους ψυχάς·ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.
Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ καθωμιλημένου ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ παρονομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαίρεσιν, κατὰ πεποιημένον. κατὰ μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σοφοκλεῖ
γερονταγωγῶ κἀναπαιδεύω πάλιν·ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ᾽ Αἰσχύλῳ μελλώ·
χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν.κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ᾽ ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ Σοφοκλεῖ,
οἱ γὰρ γύνανδροι, καὶ λέγειν ἠσκηκότες,ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετεν καταδιέλοι, ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν
Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστάνουσα μετ᾽ αὐξήσεως τὸ ὑποκείμενον πρᾶγμα, οἷον Ποσειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡdρακληείη, καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ.
Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον
οὕνεκα τὸν Χρύσην ἠτίμησ’ ἀρητῆρα Ἀτρείδης.τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον
ᾧ ἔπι πόλλ᾽ ἐμόγησα.ἀντὶ τοῦ ἐφ᾽ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς.
Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον
ὣς ἔφατ᾽. Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο.διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει.
Πλεονασμός ἐστι λέξις ἢ καθάπαξ ἢ μέρεσί τισι πλεονάζουσα, εἴδη δέ εἰσι τοῦ πλεονασμοῦ τρία, παράγωγον, ἔκτασις, παραπλήρωμα. παράγωγον μὲν οὖν ἐστι λέξις ἐν αὐτῇ τὸ πλεονάζον ἔχουσα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. ὁμοίως καὶ τὸ χθονὸς εὐρυοδειης παρῆκται· οὐ γὰρ ἔγκειται ἡ ὁδός. ἔκτασις δέ ἐστι λέξις ἐκτεινομένη παρὰ τὸ σύνηθες, οἷον καλῆσι, θέλησι, δῶσι. παραπλήρωμα δέ ἐστι λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν·ὁ γὰρ
καὶσύνδεσμος ἐνθάδε πλεονάζει· καὶ
ἀρχούς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας,πλεονάζει ἡ
πρό.
Ἔλλειψίς ἐστι λέξις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, γίνεται δὲ κατ᾽ ἀρχήν, κατὰ μέσον, κατὰ τέλος, οἷον ἀφαίρεσις, συγκοπὴ καὶ ἀποκοπή. κατ᾽ ἀρχὴν μέν, οἷον λείβειν εἴβειν, κατὰ μέσον, οἷον μονώνυχας μώνυχας, κατὰ δὲ τὸ τέλος, δῶμα δῶ.
Τρόποι μὲν οὖν οὗτοι τῆς γραμματικῆς τὴν κοινὴν συνήθειαν παραβαίνοντες, λοιποὶ δὲ τῆς φράσεώς εἰσιν κζ´, ὑπερβολή, ἔμφασις, ἐνέργεια, παρασιώπησις, ὁμοίωσις, εἰκών, παράδειγμα, παραβολή, χαρακτηρισμός, εἰκασμός, συντομία, βραχύτης, σύλληψις, ἐπανάληψις, προαναφώνησις, παρέκβασις, ἀμφιβολία, ἀντίφρασις, μετατύπωσις, ἀντονομασία, εἰρωνεία, σαρκασμός, ἀστεϊσμός, μυκτηρισμός, χαριεντισμός, ἐπικερτόμησις, παροιμία.
Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως χάριν· αὐξήσεως μέν, οἷον
ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς·καὶ
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι·καὶ
μελάντερον ἠΰτε πίσσα.καὶ
κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι·καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν
ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· παρ᾽ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ᾽ οὕτως, ὥστε καὶ ποιεῖν σκότος.
Ἔμφασίς ἐστι λέξις δι᾽ ὑπονοίας αὐξάνουσα τὸ δηλούμενον, οἷον
αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν·ἐν γὰρ τῷ
κατεβαίνομενδηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν
ἱππόθεν ἐκχυμένοι.τὴν γὰρ ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε λέξεως.
Ἐνέργειά ἐστι φράσις ὑπ᾽ ὄψιν ἄγουσα τὸ νοούμενον, οἷον
μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν·ἔχονται δὲ τῆς ἐνεργείας καὶ αἱ τοῦ Ὁμήρου παραβολαί.
Παρασιώπησίς ἐστι λόγος, ἐν ᾧ δύο ὀφειλόντων πραγμάτων κατὰ τὸ πλῆρες λέγεσθαι, τοῦ μὲν ἑνός ἐστιν ἐπαγγελία, τοῦ δ᾽ ἑτέρου παρασιώπησις κατὰ τὸ ἀνάλογον νοουμένη, οἷον
αὐτὰρ ὁ Διογενὴς δόρυ μὲν λίπεν.ὡς μὲν γὰρ ἔθηκεν, εἶπεν, ὡς δὲ ἀνέλαβεν, οὔ.
Ὁμοίωσίς ἐστι ῥῆσις, καθ᾽ ἣν ἕτερον ἑτέρῳ παραβάλλομεν, εἴδη δὲ αὐτῆς εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώμενος διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβάνεται, οἷον
ἠΰτε βοῦς ἀγέλῃφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων.παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον
Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι·σχῆμα δὲ πρὸς σχῆμα, οἷον
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων·χρῶμα δὲ πρὸς χρῶμα, οἷον
ὥς δ᾽ ὅτε τίς τ᾽ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ.μέγεθος δὲ πρὸς μέγεθος, οἷον
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ ὡς ἱστὸς νηὸς ἐεικοσόροιο·παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ᾽ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον
οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;ἀποτροπῆς δέ,
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε·διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα
Κόμμα ἐστὶ φράσις βραχύ τι νόημα ἔχουσα, οἷον
δεῖ δὲ χρημάτων·κῶλον δὲ μέρος νοήματος, οἷον ἄλλως τε κἂν Ὅμηρον ἔχωσιν.
Χαρακτῆρες ῥητορικοὶ τρεῖς, τουτέστιν εἴδη φράσεων· αὐστηρόν, μέσον, ἰσχνόν· καὶ τὸν μὲν αὐστηρὸν ὁ Θουκυδίδης ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ τούτου διδάσκαλος, τὸν δὲ μέσον Δημοσθένης, Τπεράδης, Δείναρχος, Λυκοῦργος, τὸν δὲ ἰσχνὸν Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος.>
Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγματος τὸ ὑποκείμενον μετ᾽ ἐνεργείας παριστάνων, οἷον
κινήθη δ᾽ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο·γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει διαθέσεως διαθέσει ἢ φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει,
ὡς δ᾽ ὅταν ἀσπασίως·διαθέσεως δὲ διαθέσει,
ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, ὣς αὖθις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων.φύσεως δὲ φύσει, οἷον
οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν.πράξεως δὲ πράξει,
οἱ δ᾽ ὡς ἀμητῆρες ἐναντίοι ἀλλήλοισι.