De tropis

Tryphon I Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Χαρακτηρισμός ἐστι λόγος τῶν περὶ τὸ σῶμα ἰδιωμάτων ἀπαγγελτικός, ὃν καί τινες εἰκονισμὸν λέγουσιν, οἷον

γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος.
202

Εἰκασμός ἐστιν ὁμοιότης εἴδους, περισπῶσα τὴν φαντασίαν πρὸς τὸ γελοιότερον, ὃ δὴ ὑπό τινων σκῶνμα καλεῖται· διαφέρει δὲ τῆς εἰκόνος, ὡς γένος εἴδους· ἡ μὲν γὰρ εἰκὼν οὐκ εὐθέως εἰκασμός, ὁ δὲ εἰκασμὸς πάντως εἰκών.

Συντομία ἐστὶ φράσις αὐτὰ τὰ ἀναγκαῖα τοῦ δηλουμένου ἔχουσα, οἷον

κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ·
καὶ
σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια, ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμπεσε δίνῃ· ταὶ δ᾽ ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς.

Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νοούμενον ἔχουσα, οἷά ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύτητα δὲ ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον ἐτυράννει.

Σύλληψίς ἐστι φράσις τὸ ἰδίᾳ τινὶ συμβὰν κατὰ δύο τιθεῖσα, οἷον

Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον.
καὶ
τὼ δὲ δύω σκάζοντε βάτην·
καὶ φὰν δ᾽ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος.
203

Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν

ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ᾽ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.
πλεονάκις δέ,
Νιρεὺς Αἰσύμνηθεν ἄγεν τρεῖς νῆας ἐΐσας, Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ᾽ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.
γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος. Νιρεὺς δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ.

Προαναφώνησίς ἐστι λέξις περὶ τῶν μελλόντων προαναφωνουμένη μεταξὺ τῆς συνεχούσης διηγήσεως,

αἶψα δ᾽ ἑταῖρον ἐὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἴσος Ἄρηϊ· κακοῦ δ᾽ ἄρα οἱ πέλεν ἀρχή.

Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὥσπερ ἅ φησιν ὁ Φοῖνιξ περὶ Κουρήτων.

Ἀμφιβολία ἐστὶ λέξις ἢ λόγος δύο καὶ πλείονα πράγματα δηλοῦσα· λέξις μὲν γὰρ εἴρηται, ὅτι αἱ ὁμωνυμίαι ἀμφίβολοί εἰσιν, οἷον Αἴας, ἄδηλον γάρ, πότερον τῶν Αἰάντων δηλοῖ. λόγος δέ, ἐπεὶ καὶ ἐν λόγῳ ἀμφιβολίαι εἰσίν, οἷον

ἅρματα δ᾽ ἔγκλιναν πρὸς ἐνώπια παμφανόωντα·
204
καὶ
δός δέ τέ μ᾽ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.

Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου ἢ παρακειμένου τὸ ἐναντίον παριστῶσα χωρὶς ὑποκρίσεως, πρόςκειται δὲ χωρὶς ὑποκρίσεως διὰ τὴν εἰρωνείαν. διὰ μὲν τοῦ ἐναντίου τὸ ἐναντίον ἀντιφράζεται οὕτως,

ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν·
ἀλλ᾽ ὁ ἄριστος δηλονότι. καὶ
οὐδ᾽ ἄρα τώ γε ἰδών γήθησεν Ἀχιλλεύς·
ἀλλὰ συνεχύθη καὶ ἐλυπήθη. ἐνίοτε καὶ αὐτὸ προτίθεται τὸ ἐκ τοῦ ἐναντίου, οἷον οὐχ ὁ κάκιστος, ἀλλ᾽ ὁ ἄριστος. διὰ δὲ τοῦ παρακειμένου, τὰ κατ᾽ εὐφημισμὸν λεγόμενα καὶ τὴν κακίαν περιστέλλοντα, ὡς ὅταν τὴν χολὴν ἡδεῖαν λέγωμεν, καὶ τὰς Ἐριννύας Κύμενίδας, καὶ ἄχαριν τὸν λύπης ποιητικόν, καὶ τὸν δυσειδῆ πίθηκον κάλλιστον, καὶ τὴν σκαιὰν εὐώνυμον, καὶ τοὺς ἅλας ἡδυντῆρας.

Μετατύπωσίς ἐστι λέξις ἐνηλλαγμένα στοχεῖα ἔχουσα, οἷον ὑπαὶ πόδα ἀντὶ τοῦ ὑπὸ πόδα, καὶ τὸ Βορέης Βορέας, καὶ τὸ Ἕως Ἠώς.

Ἀντονομασία ἐστὶ λέξις ἢ φράσις διὰ συνωνύμων ὀνομάτων τὸ κύριον παριστῶσα· λέξις μὲν Φοῖβε ἀντὶ τοῦ Ἄπολλον, καὶ Ἐννοσίγαιε ἀντὶ τοῦ Πόσειδον, καὶ

ὄφρα ἴδῃ γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται·
ἀντὶ τοῦ Ἀθηνᾶ. φράσις δὲ Λητοῦς καὶ Διὸς υἱός, ἀντὶ τοῦ Ἀπόλλων. ἔνιοι δὲ τὴν ἔλλειψιν καὶ τὴν ἀντονομασίαν ὑποτάττουσι τῇ συνεκδοχῇ.
205

Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως δηλῶν, ὡς παρ᾽ Εὐριπί-. δῃ ἡ Μήδεια τὸν πολλὰ ἠδικηκότα Ἰάσονα μακαρίαν αὐτήν φησι πεποιηκέναι, ὁμοίως δὲ καὶ Τηλέμαχος πρὸς ἕνα τῶν μνηστήρων φησὶν

Ἀντίνο᾽ ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος.
οὐ γὰρ ὁ Ἀντίνοος ὡς πατὴρ ἐφρόντιζεν αὐτοῦ. τοὐναντίον μὲν οὖν καὶ ἐβούλετο ἀποκτεῖναι αὐτόν. καὶ ὅταν ὁ Ὀρέστης φησὶ Τυνδαρέῳ,
ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ·
ὁ τὰς κακίστας φύσας. τῆς δὲ εἰρωνείας τὸ μὲν ἐπὶ τῶν πέλας λέγεται, τὸ δὲ ἐφ᾽ ἡμῶν αὐτῶν· τὸ μὲν οὖν ἐπὶ τῶν πέλας καλεῖται μυκτηρισμὸς καὶ χλευασμός, τὸ δὲ ἐφ᾽ ἡμῶν ἀστεϊσμός.

Σαρκασμός ἐστι μέχρι τοῦ σεσηρέναι τοὺς ὀδόντας παραφαίνειν, ὅπερ ἦν εἰκὸς ποιῆσαι τὸν Ἀχιλλέα λέγοντα·

τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦδ᾽ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο.

Μυκτηρισμός ἐστι τὸ μετὰ ποιᾶς κινήσεως καὶ συναγωγῆς τῶν μυκτήρων γινόμενον, ὥσπερ καὶ Μένανδρός φησιν, οἱ δὲ πάλιν ἐμυκτήρισαν, καὶ τὸ ἐπέμυξάν τινες οὕτως εἰλήφασι.

Χαριεντισμός ἐστι λόγος εὐτράπελος, ἐν ᾧ διαχεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων,

ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
206
Τρωσὶν ἅμ᾽ ἑσπέσθαι, τοὺς νῦν ἔκπαγλ᾽ ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων, πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν.

Ἐπικερτόμησίς ἐστιν ἀλληγορία μετὰ χλευασμοῦ ἐκφερομένη ἐφ᾽ ἡδονῇ τοῖς κατορθωθεῖσιν ὑπ᾽ αὐτῆς, οἷον

τῷ δ᾽ ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι ἦ μάλ᾽ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασι.

Ἀστεϊσμός ἐστι λόγος ἀφ᾽ ἑαυτοῦ διασυρτικὸς γενόμενος, ὡς εἴ τις πλουτῶν λέγει, ἐγὼ δέ εἰμι πάντων πενέστατος, καὶ ὁ πάντας καταπαλαίων λέγει ὑπὸ πάντων πίπτειν. παρὰ δὲ Καλλιμάχῳ ἀστεϊζομένη ἡ ἐλαία φησίν,

ἐγὼ φαύλη πάντων τῶν δένδρων εἰμί.
καλεῖται δὲ τοῦτο καὶ προσποίησις.

Παροιμία ἐστὶ λόγος εἰρημένος ἐν ἀρχῇ πρὸς ἕτερον, λεγόμενος δὲ ὑφ᾽ ἡμῶν κατὰ ἀνακύκλησιν πρός τινα τῶν ὁμοηθῶν, ὡς παρὰ Σαπφοῖ,

μήτ᾽ ἐμοὶ μέλι, μήτε μέλιττα.