De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
191
Φράσις ἐστὶ λόγος ἐγκατάσκευος, ἢ λόγος κατά τινα δήλωσιν περισσοτέραν ἐκφερόμενος, τῆς δὲ φράσεως εἴδη εἰσὶ δύο, κυριολογία τε καὶ τρόπος. κυριολογία μὲν οὖν ἐστιν ἡ διὰ τῆς πρώτης θέσεως τῶν ὀνομάτων τὰ πράγματα σημαίνουσα, οἷον πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Φαίνοπος υἱόν· Ἀγκαῖον δὲ πάλην Πλευρώνιον, ὅς μοι ἀνέστη. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἔοντα· δουρὶ δ᾽ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.τρόπος δέ ἐστι λόγος κατὰ παρατροπὴν τοῦ κυρίου λεγόμενος κατά τινα δήλωσιν κοσμιωτέραν κατὰ τὸ ἀναγκαῖον. τρόποι δέ εἰσιν οἱ γενικωτάτην ἐμφαίνοντες στάσιν τέσσαρες καὶ δέκα, μεταφορά, κατάχρησις, ἀλληγορία, αἴνιγμα, μετάληψις, μετωνυμία, συνεκδοχή, ὀνοματοποιΐα, περίφρασις,ἀναστροφή,ὑπερβατόν,πλεονασμός, ἔλλειψις, παραπλήρωμα. τούτους δὲ ποιητικούς καλοῦσιν, ἐπεὶ κατά γε τὸ πλεῖστον ἡ τούτων χρῆσις παρὰ ποιηταῖς, καὶ ὅτι τούτοις οἱ γραμματικοὶ χρῶνται ἐξηγούμενοι τὰ κυρίως ἢ τροπικῶς τοῖς ποιηταῖς εἰρημένα.