Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

πότερα δ᾿ ἐκόμισεν ἡμέρας ἢ νυκτός; ἀλλὰ πολλαὶ καὶ πυκναὶ

163
φυλακαί, δι᾿ ὧν οὐκ ἔστι λαθεῖν. ἀλλ᾿ ἡμέρας; ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις. εἶεν. ἐγὼ δ᾿ ἐξελθὼν ἐδεξάμην, ἢ κεῖνος ὁ φέρων εἰσῆλθεν; ἀμφότερα γὰρ ἄπορα. λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω; ποῦ δ᾿ ἄν ἔθηκα; πῶς δ᾿ ἂν ἐφύλαξα; χρώμενος δ᾿ ἂν φανερὸς ἐγενόμην· μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπ᾿ αὐτῶν;

Καὶ δὴ τοίνυν γενέσθω καὶ τὰ μὴ γενόμενα. συνήλθομεν, εἴπομεν, ἠκούσαμεν, χρήματα παρ᾿ αὐτῶν ἔλαβον, ἔλαθον λαβών, ἔκρυψα. ἔδει δήπου πράττειν ὧν ἕνεκα ταῦτ᾿ ἐγένετο. τοῦτο τοίνυν ἔτι τῶν εἰρημένων ἀπορώτερον. πότερα μὲν γὰρ αὐτὸς ἔπραττον ἢ μεθ᾿ ἑτέρων; ἀλλ᾿ οὐχ ἑνὸς ἡ πρᾶξις. ἀλλὰ μεθ᾿ ἑτέρων; τίνων; δηλονότι τῶν συνόντων. πότερον ἐλευθέρων ἢ δούλων; ἐλευθέροις μὲν γὰρ ὑμῖν σύνειμι. τίς οὖν ὑμῶν ξύνοιδε; λεγέτω. δούλοις δὲ πῶς οὐκ ἄπιστον; ἑκόντες τε γὰρ ἐπ᾿ ἐλευθερίᾳ χειμαζόμενοί τε δι᾿ ἀνάγκην κατηγοροῦσιν. ἡ δὲ πρᾶξις πῶς ἂν ἐγένετο;

δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον. πῶς δ᾿ ἂν οὖν εἰσήγαγον; πότερα διὰ πυλῶν; ἀλλ᾿ οὐκ ἐμὸν ταύτας οὔτε κλῄειν οὔτ᾿ ἀνοίγειν, ἀλλ᾿ ἡγεμόνες κύριοι τούτων. ἀλλ᾿ ὑπὲρ

164
τειχῶν διὰ κλίμακος; οὐκοῦν . . . . . . . ἅπαντα γὰρ πλήρη φυλακῶν. ἀλλὰ διελὼν τοῦ τείχους; ἅπασιν ἄρα φανερὰ γένοιτ᾿ ἄν. ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γάρ ἐστιν ἐν ὅπλοις, ἐν ᾧ πάντες πάντας ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται. πάντως ἄρα καὶ πάντῃ ταῦτα πράττειν ἀδύνατον ἦν μοι