Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

Ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθω. καὶ δὴ τοίνυν

162
σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ. τίνα τρόπον; τίνι τίς ὤν; Ἕλλην βαρβάρῳ. πῶς ἀκούων καὶ λέγων; πότερα μόνος μόνῳ; ἀλλ᾿ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους. ἀλλὰ μεθ᾿ ἑρμηνέως; τρίτος ἄρα μάρτυς γίγνεται τῶν κρύπτεσθαι δεομένων.

Ἀλλὰ δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον. ἔδει δή μ᾿ ἐπὶ τούτοις πίστιν δοῦναι καὶ δέξασθαι. τίς οὖν ἂν ἦν ἡ πίστις; πότερον ὅρκος; τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν; ἀλλ᾿ ὅμηροι; τίνες; οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾿ ἄν, οὐ γὰρ εἶχον ἄλλον, ὁ δὲ βάρβαρος τῶν υἱέων τινά· πιστότατα

686
γὰρ ἂν ἦν οὕτως ἐμοί τε παρ᾿ ἐκείνου κείνῳ τε παρ᾿ ἐμοῦ. ταῦτα δὲ γιγνόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά.

Φήσει τις ὡς χρήμασι τὴν πίστιν ἐποιούμεθα, κεῖνος μὲν διδούς, ἐγὼ δὲ λαμβάνων. πότερον οὖν ὀλίγοις; ἀλλ᾿ οὐκ εἰκὸς ἀντὶ μεγάλων ὑπουργημάτων ὀλίγα χρήματα λαμβάνειν. ἀλλὰ πολλά; τίς οὖν ἂν ἦν ἡ κομιδή; πόσοι δ᾿ ἂν ἐκόμισαν; εἷς ἢ πολλοί; πολλῶν μὲν γὰρ κομιζόντων πολλοὶ ἂν ἦσαν οἱ μάρτυρες τῆς ἐπιβουλῆς, ἑνὸς δὲ κομίζοντος οὐκ ἂν πολύ τι τὸ φερόμενον ἦν.