Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

Σκέψασθε τοίνυν καὶ τόδε. τίνος ἕνεκα προσῆκέ μοι βουληθῆναι ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην; οὐδεὶς γὰρ βούλεται προῖκα τοὺς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητ᾿ εἶναι

687
κάκιστος, ἀλλ᾿ ἕνεκά του. τίνος ἂν οὖν; καὶ αὖθις πρὸς τόδ᾿ ἐπάνειμι. πότερον ἂν τοῦ τυραννεῖν; ὑμῶν ἢ τῶν βαρβάρων; ἀλλ᾿ ὑμῶν ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει πάντα τὰ μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι μαχῶν, ἀκμὴ φρονημάτων, βασιλεία πόλεων.

ἀλλὰ τῶν βαρβάρων; ὁ δὲ παραδώσων τίς; ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς;

165
πείσας ἢ βιασάμενος; οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντ᾿ ἄν, οὔτ᾿ ἐγὼ βιάσασθαι δυναίμην. ἀλλ᾿ ἴσως ἑκόντες ἑκόντι παραδώσουσιν ἑαυτούς, μισθὸν τῆς προδοσίας ἀντιδιδόντες; ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ λέξαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντ᾿ ἐλευθερίας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον;

Εἴποι τις ἂν ὅτι πλούτου καὶ χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις. ἀλλὰ χρήματα μέτρια μὲν κέκτημαι, πολλῶν δ᾿ οὐδὲν δέομαι. πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλ᾿ οὐχ οἱ . . . . , οὐδ᾿ οἱ κρείττονες τῶν τῆς φύσεως ἡδονῶν, ἀλλ᾿ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι. τούτων δ᾿ ἐμοὶ πρόσεστιν οὐδέν. ὡς δ᾿ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἐστε· σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα.