Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](408)

Πότε παράλειψις καὶ ἀποσιώπησις γίνεται; ὅταν βουληθῶμεν 7 τὴν ὑπόνοιαν μείζονα καταστῆσαι τοῦ πράγματος [*](1 οὖν AcSf γὰρ Vk Nc: om. PVcPh 2 αἱ AcSf; om. PVc (1.2 Vc: τὸ ⌊I⌉ἄυ|θαδες m.po.⌉ Vc; Ph: τὸ θαυμᾶσαι) | λόγοι om. Pa 3 non incipit novum caput VcAcSfPh; caput ε P (mg. πόσαι καὶ ποῖαι παραμυθίαι τῶν αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων P): ε περὶ αὐθαδῶν ἐπινοημάτων Pπ, mg. int. Pa | δὲ om. Ph | ἐπινοημάτων Pπ 4 ⌊ἡ m.2 ex ἢ⌉ βραχεία προσθήκη ⌊καὶ add m.2; ἡ m.2 ex ἢ⌉ St | cf 448, 22; de metaphoris (τὸ ὡσπερεί φάναι καὶ οἱονεί κτλ.) cf. Aristotelem et Theophrastum Π. ὕψ 32, 3. 4; cf. Arist Rhet. Γ 7 p. 1408 b 2. Π. εὑρ. p. 202, 16 6 Dem. 1, 2 | ὦ ἀθηναῖοι om. VcSfPh 7 ἐκείνων om. Ac 8 αὐτοῖς om. Sf | αὐτοῖς ἀντιληπτέον ἐστί om. Ph | ἐστί om., ἢ ἐκείνων εἴπερ σωτηρίας αὐτῶν φροντίζετε add. Ac, cf. Dem. | Dem. 18, 50 9 τινὰ ἀλλʼ οὐ τῆς Ph 9. 10 κατεσκέδασεν Ph Sf; κατεσκέδασας Vc 10 Plat. Phaedr. 243 D | οἷον ἁλμυρὰν P 11 δὲ ante τοῦτο add. Sf, (er.) Vc 13 cf. Dem. 24, 104 15 τοιοῦτον (om τὸν) Ph 16 supr. Ac, mg. PSf: om. VcPh | mg. ε AcSf. ϛ P 17 τότε Ac)

420
ἐν τῇ γνώμῃ τῶν ἀκουόντων, ἢ λέγομεν· οἶον λάβωμεν πρῶτον ἐκ τοῦ λόγου παράδειγμα ‘πῶς οὗτος κέχρηται τῷ πάτρι’· λέγω ἴσως ἢ ἀντεῖπεν ἢ οὐκ ἐπείσθη, ἡ δὲ ἀποσιώπησις μείζονα τὴν ὑπόνοιαν πεποίηκεν, ὡς ‘ἐπιβουλεύων τῷ πατρί’. Δημοσθένης δὲ τῇ ἀποσιωπήσει τῇ τελείᾳ οὕτως κέχρηται ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ᾿ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου».

Ἐν προσποιήσει δὲ παραλείψεως μνήμη τῶν πραγμάτων κατὰ τρεῖς τρόπους γίνεται, ἤτοι ὅταν μικρὰ μὲν τὰ πράγματα, χρήσιμα δὲ τῷ λέγοντι· ἢ ὅταν ᾖ γνώριμα, διὰ μὲν τὸ γνώριμα εἶναι φησὶ παραλιπεῖν, [*](431) διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά· ἢ ὅταν ἐπαχθῆ ᾖ, χρήσιμα δὲ τῷ λέγοντι, διὰ μὲν τὸ ἐπαχθῆ εἶναι φησὶ παραλιπεῖν, διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά.

Παραδείγματα τούτων, τῶν μὲν μικρῶν ἐν τῷ Κατὰ Μειδίου «ὅσα μὲν οὖν ἢ τοὺς χορευτὰς κωλύων ἀφεθῆναι τῆς στρατείας ἠνώχληκεν, ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἆλλα ὅσα τοιαῦτα, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ προσποιεῖσθαι παραλιπεῖν «οὐ γὰρ ἀγνοῶ τοῦθʼ, ὅτι τῷ μὲν ἐπηρεαζομένῳ τὴν αὐτὴν τούτων ἕκαστον [*](409) ὀργὴν ἥνπερ ἄλλʼ ὁτιοῦν τῶν δεινοτάτων παρίστη, [*](1 ἧι λέγοιμεν Ac; ἢ εἰ λέγοιμεν Vδ; ἢ λεγομένων Ph 2 exsp ἐκ τοῦ βίου, cf 451, 14 | ad problema p. 208, 18 refert Diac. 3 πρί⌊I⌉ AcSf 6 τελ⌊εί ex ευταί⌉αι Ph | τοῦ om. Ph 7 Dem. 18,3 | cf. 361, 13 | δὲ m.1, γὰρ m.po., Vc 8 εἰπεῖν οὐδὲν Ac SfPh, Dem.; οὐδὲν om. Vc 13 λέγη Pa 14 μὲν τὸ PaVc AcSf; δὲ τὸ Pc; ⌊τὸ del.⌉ μὲν τὸ Ph 15 παραλείπει Ph 15 λέ- γηι Pa 17 Dem. 21, 15 18 τὰς Pa | στρατιᾶς Ph 21 προσ- ποιεῖσθαι hic et p. 421, 6 suspect. | παραλείπειν Ac; παραλειπεῖν Ph 23 ⌊ἥν m.po.⌉ περ Vc; ὥσπερ Sf | παρίστη AcPh, (σι add. m.po.) PcVcSf; παρίστησι Pa )

421
ὑμῖν δὲ τοῖς ἔξω τοῦ πράγματος οὖσιν οὐκ ἂν ἴσως ἄξια αὐτὰ καθʼ ἑαυτὰ ἀγῶνος φανείη». — Τῶν δὲ γνωρίμων ἐν τῷ Περὶ τῆς ἀτελείας «ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεἀν τῶν ἀδίκων ἐστίν, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ προσποιεῖσθαι παραλιπεῖν «καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφʼ ὑμῶν ἴσως γινώσκεται». — Τῶν δὲ ἐπαχθῶν παράδειγμα ἐν τῷ Περὶ τοῦ στεφάνου «ἐν μὲν δὴ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴστε ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ πᾶσι τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι περὶ αὐτῶν, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι θυγατέρας ἀποροῦσι συνεξέδωκα», εἶτα τὴν αἰτίαν τοῦ παραλιπεῖν ἐπιφέρει «ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι παρὰ πάντα τὸν χρόνον, τὸν δʼ εὖ ποιήσαντα εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας [*](432) εὐεργεσίας ἀναμιμνῄσκειν μικροῦ δεῖν ὅμοιόν ἐστι τῷ ὀνειδίζειν».

[*](410)

Τὸ περιπλέκειν διαβάλλεται μὲν ὡς κακία τοῦ λέγειν, 8 εἰ δὲ ἐν καιρῷ γίγνοιτο, ζηλωτὸν ἂν σχῆμα εὑρεθείη. καιρὸς οὖν τῆς περιπλοκῆς τῶν λόγων τριπλοῦς. [*](3 τῆς om῎ PAc | Dem. 20, 2 | τινῶν m.po. suppl. Sf 5 εἶτα — 6 παραλιπεῖν om. SfPh, (m.2 suppl.) Vc; utique προσποι- εἱσθαι suspect., cf p. 420, 21 7 διαγινώσκεται Pa 8 τοῦ om. Ac 8. 9 ἐν δὲ τοῖς Dem. 18, 268 9 δὴ om. Vδ | κοινῶς καὶ φιλανθρώπως Ph 11 τούτων VcAcsfPh | τισιν Ph 14 δεῖν P, Dem.; om VcAcSfPh 18 μικροῦ δεῖν om. Pc 20 supr VcSf, mg P; περὶ τοῦ περιπλέκειν Pπ; περιπεριπλοκῆς πότε περιπλέκειν εὔκαιρον καὶ ποσαχῶς γίνεται mg Ph, (om. περὶ περιπλοκῆς) mg. Ac | mg. ς Ac, ζ P)

422
περιπλέκομεν γάρ, ἤτοι ὅταν αἰσχρὰ τὰ λεγόμενα· φυλαττόμενοι γὰρ τὴν ἀπρέπειαν τοῦ λόγου αὐτῷ τῷ περιπλέκειν δηλοῦμεν ἃ θέλομεν εὐπρεπῶς καὶ πικρότερον τὸν λόγον ποιούμεθα· ἢ ὅταν λυπηρὰ ᾖ τοῖς ἀκούουσιν, ἢ ὅταν ἐπαχθῆ τοῖς λέγουσι.

Παραδείγματα τῶν μὲν αἰσχρῶν ἐν τῷ Κατὰ Τιμάρχου φησὶν Αἰσχίνης «εἰδὼς δʼ αὐτὸν ἔνοχον ὄντα», θέλει μὲν εἰπεῖν «τῇ πορνείᾳ», φυλαττόμενος δὲ τὸ αἰσχρὸν περιπλέκει λέγων «οἷς ὀλίγῳ πρότερον ἠκούσατ’ ἀναγινώσκοντος τοῦ γραμματέως»· — Τῶν δὲ λυπηρῶν ὁ Δημοσθένης, ὡς ἐν τοῖς Φιλιππικοῖς φησιν «ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί», καὶ ἐπειδὴ λυπηρόν ἐστι τὸ λέγειν ‘εἰ δὲ μή, ἀπολεῖται τὰ πράγματα’, περιέπλεξεν «εἴπερ ὑπὲρ [*](411) σωτηρίας ὑμῶν αὐτῶν φροντίζετε»· καὶ πάλιν παρὰ πόδας ἔνεστί γε περιπλοκὴ μετὰ συλλήψεως «ἡμεῖς δέ», ὑπακούεται ‘ἀμελοῦμεν’, ἀλλὰ τοῦτο λυπηρόν ἐστι τοῖς Ἀθηναίοις· πῶς οὖν περιέπλεξεν; «οὐκ οἶδ᾿ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά». — Τῶν δὲ ἐπαχθῶν τὸ παράδειγμα ἐν τῷ Κατὰ Μειδίου· φησὶ γὰρ ὁ Δημοσθένης πρῶτον μὲν ὅτι «ἐθελοντὴς χορηγεῖν ὑπέστην», ὅπερ ἐστὶ φιλοτιμίας, εἶτα δὲ «κληρουμένων [*](2 γὰρ om. Ph, (suppl. m.po.) Vc | αὐτῶ⌊ι⌉ τ⌊ῶ m.po. ex ὸ] Vc 6 παράδειγμα VcAcSfPh; cf 420, 16 7 Aesch 1, 2 11 ὡς ante 12 ὁ Pe: suspect., cf. l. 7 | φησιν PAc ; om. Vδ; ἐστιν VcPh: ⌊ἐστὶ, del m.1⌉ φησίν Sf 12 Dem. 1, 2 | cf. 419, 6 14 καὶ ἐπει- δὴ PSf; καὶ om. VcPh; ἐπειδὴ δὲ Ac 15 ἀπολεῖτ⌊ε m.po. ex αι⌉Sf 16 ὑμῶν om. VcAcSfPh, Dem | ἐφροντίζετε Ph 17 ὑμεῖς AcPh. (ὑ ex cr.) Vc 18 ὑπακούεται P, (γρ καὶ ὑπόκειται m.2) Sf; ὑπακούετε AcPh: ⌊ὑ m.po.⌉πακούετ⌊αι er.; οντ?ες supr. m.po.⌉ Vc 20 τρόπον ἔχειν VcAcSfPh | δέ γ᾿ Ph 21 τὸ om. Ma 23 ὑπέστη Ald.; ὕπεστιν Vc; ὑπεσχόμην mg. P; Dem. 21, 13 ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής)

423
[*](433) πάντων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον», ὅπερ ἐστὶν εὐτυχίας· ἐπάγει γοῦν λέγων «ὑμεῖς μὲν οὖν, ὡς εἰκός, ἀμφότερα ἀπεδέξασθε, τήν τε φιλοτιμίαν τὴν ἐμήν», καὶ ἐπειδὴ ἐπαχθές ἐστι τὸ λέγειν ῾ τὴν εὐτυχίανʼ, περιέπλεξε «καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης».

Ὅτι δὲ τὸ ὄνομα τοῦ σχήματος τοῦτό ἐστιν ἡ περιπλοκή, Αἰσχίνης φησὶν ἐν τῷ Κατὰ Τμάρχου «οὗτος φανήσεται οὐ μόνον ἡταιρηκώς, ἀλλὰ — μὰ τὸν Διόνυσον, οὐκ οἶδ᾿ ὅπως δεῖ περιπλέκειν ὅλην τὴν ἡμέ— ραν — καὶ πεπορνευμένος», ὡς δι᾿ ὅλου τοῦ λόγου περιπλέξας διὰ τὸ αἰσχρὰ εἶναι τὰ ῥήματα, ἐπὶ τέλει δὲ νικηθεὶς ὑπὸ τῆς χολῆς εἶπε «καὶ πεπορνευμένος.

[*](412)

Ἐπανάληψις γίνεται κατὰ τρόπους τρεῖς, ἐπὶ πράγματος 9 διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει.

Ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς παρ᾿ Ὁμήρῳ

  • «ἀλλ᾿ ὃ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾿ ἐόντας,
  • Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἕσχατοι ἀνδρῶν»·
  • [*](1 πάντων om. VcSfPh | πρῶτον m. 1Pa 2 τῆς εὐτυχίας Vc Ac Sf Ph | ὀῦν Ph 4. 5 καὶ τὴν εὐτυχίαν Ma 5 τῆς om. Vc 6 τοῦ σχήματος ante τὸ Vc Ac Sf Ph 7 οὗτος Ph; οὕτως· PV Ac Sf; Aesch. 1, 52: οὐκέτι δήπου φαίνεται μόνον ἡταιρηκὼς κτλ. 8 δὲ οὐ Vc 9 δεῖ om. Vc, (add. m. 2) Sf; δυνήσομαι Aesch. 10 γρ καὶ ὅς· ἀντὶ τοῦ ὅστις αἰσχίνης P 11 ῥήματα P; εἰρημένα Vc Ac Sf Ph, v.l. P 12 εἶπεν ὑπὸ τῆς χολῆς Pa | καὶ πεπορνευμένος P; om. Vc Ph, (suppl., m. 2?) Sf; καὶ περιπλέκειν (sic) Ac 18 supr Vc Sf. mg. P; ἐπανάληψις mg. Ac; περὶ ἐπ- αναλήψεως ἐπὶ πόσοις καὶ ποίοις ἐπαναλήψεις (sic) γίνεται mg Ph | mg. ζ Ac, η P 14 τρεῖς m.po. suppl. Pc 17 καὶ ante ἐπὶ add m.po. Pc 18 Hom. α 22 18 — 424, 10 eadem fere exemupla [Plut.] De vita et poesi Homeri 32—34)
    424
    ἐπανέλαβε τὸ ὄνομα, ἵνα δείξῃ, ὅτι δύο γένη Αἰθιόπων. — Ἐπὶ προσώπου συστάσει
  • «Νιρεὺς δ᾿ Αἰσύμηθεν ἄγε τρεῖς νῆας ἐίσας,
  • Νιρεύς, Ἀγλαΐης υἱὸς Χαρόποιό τ᾿ ἄνακτος,
  • Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν»·
  • ἐπανέλαβεν, ἵνα κοσμήσῃ τὸ πρόσωπον. ἐπὶ διαβολῇ δὲ «Ἆρες, Ἄρες βροτολοιγέ»· ἐπανέλαβεν, ἵνα τὸ πρόσωπον διαβάλῃ. — Ἐπὶ ἤθους βεβαιώσει
  • «τοῦ δ᾿ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν.
  • εἰ πυρὶ χεῖρας ἔοικεν»·
  • [*](434) ἐπανέλαβεν, ἵνα τὸ ἀνδρεῖον βεβαιώσῃ.

    Παρὰ δὲ τοῖς πεζοῖς ἐπὶ μὲν πράγματος διδασκαλία Ξενορῶν ἐν Ἀπομνημονεύμασιν «ἀδικεῖ Σωκράτης οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων». καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «πάντες ὅσοι [*](413) πώποτε ἐκπεπλεύκασι στρατηγοὶ παρ᾿ ἡμῶν, ἢ ἐγὼ πάσχειν ὁτιοῦν ἕτοιμός εἰμι, παρὰ τούτων τῶν τὰς νήσους οἰκούντων χρήματα λαμβάνουσι. λαμβάνουσι δὲ οἱ μὲν πλείονας ἔχοντες ναῦς πλείονα». — Ἐπὶ δὲ προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κῦρον ἐπαναλαμβάνων. ἐπὶ δὲ διαβολῇ, ὡς ὁ Δημοσθένης [*](1 ὅτι om. Vc 3 Hom. B 671 | δ᾿ om. Ph Sf, (m. 2 suppl.) Vc αἰσύμηθεν P Ac, (ἰ ex ὐ) Vc; αὖ σύμηθεν Ph, (αἰ post αὖ postea add.; m. 1?)) Sf 4 om. P 6 γρ συστήση P 7 Hom. Ε 31 μιαιφόνε add. Vc; μιαιφόνε τειχεσιβλῆτα add. Pc 8 διαβάλληι Vc, m. 1Pc Sf | ἤθους δὲ Vc 9 Hom. Υ 371 | cf 304, 10 | ἐγὼν P | αἴτιός εἰμι m. 1 Vc 10 μένος δ᾿ αἴθωνι σιδήρῳ add. vulg.; δέμας δ᾿ αἴθωνι σιδήρω (om altero εἰ — ἔοικεν) Vd 12 Xen Mem. l 1, 1 17 ὑμῶν Pc, Dem. 8, 24 20 πλείους Pc 21 ὡς P Vc Ac; ὁ Sf om. Ph | e. g. ad Cyrop. lII 2, 14 sq. relcgat Diac. 22 ὁ P: om. Vc Ac Sf Ph 22 et p. 425, 2 cf. 353, 3 et 6 356, 15)

    425
    «ἀλλʼ Ἀνδροτίων ἡμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», καὶ ἀλλαχοῦ «ὑμεῖς δὲ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεσθε; Χαρίδημον; οἴμοι.» — Ἐπὶ ἤθους βεβαιώσει «ἔστιν ὑμῖν, ὦ Ἀθηναῖοι, χρήματα, ἔστιν ὅσα οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά», καὶ πάλιν ἐν τῷ Κατὰ Μειδίου «ἀλλ᾿ ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησεν ὁ κατάρατος οὑτοσὶ πρίασθαι». καὶ Ἡρόδοτος «τφονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ, φονεύς δὲ τοῦ καθήραντος ».