Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
4 Πότε ταυτότητι ὀνομάτων χρησόμεθα καὶ πότε ποικιλίᾳ; ταυτότητι μέν, ὅταν τοῦ πράγματος ἓν ὄνομα ᾖ τὸ ἐναργέστατον· τότε γὰρ οὐ ζητεῖν δεῖ χορηγίαν ἀφανίζουσαν τὴν ἐνάργειαν τοῦ πράγματος, ἐὰν δέ τις παραλάβῃ, ἐπίδειξιν μὲν ἄκαιρον ἐποιήσατο, τὴν χρείαν δὲ ἀπολώλεκε τῆς συγγραφῆς. Ὅμηρος
Ὅταν δὲ πολλὰ ὀνόματα ἔχῃ τις ἰσότιμα καὶ ὁμοίως ἔχοντα ἐνάργειαν χρήσιμον, ἡ ποικιλία ἁρμόζει, οἷον Ὅμηρος [*](1 καὶ om. Ph | cf. Suid s. v. παρακαλεῖν 2 ἀκυρίως Ph γὰρ om. Ph 4. 5 διαζώστραν εἴπηι Pc 5 ἢ (pro καὶ) Ph | de eo- dem verbo: [Dion.] lI 1 p 366, 2 sq. (cf. 365. 3) Us. 6. 7 px, mg. P; om. Vc AcPh; περὶ ταυτότητος ὀνόματος καὶ ποικιλίας mg. Sf, (ὀνομάτων) Vt | mg. PAc 8. 9 πηλικία (sic) Ph 9 ἦι ὄνομα AcSfPh 10 τότε γὰρ om. VcPh 12 μὲν om. St Ph | cf. [Dion.] lI 1 p. 366, 16. 17 Us 18 γραφῆς Sf 14 Hom. τ 205 | δὲ om. Ph 17 δάκρυα χεούσης Pa 19. 20 ἀναλισκομένη ἡ Ph, m. 1Vc 21 τις μὴ ἰσότιμα μὴδὲ ὁμοίως Ac )
Ἡ περιττότης ἐστὶ διπλῆ, καὶ κατὰ λέξιν καὶ κατὰ γνώμην· ἑκατέρα δὲ διπλῆ, καὶ ἡ κατὰ λέξιν καὶ ἡ κατὰ [*](429) γνώμην, καὶ ἡ μὲν κατὰ λέξιν γίνεται διατριβῇ καὶ [*](1 Hom. Λ 269 1 —15 cf. [Dion.] lI 1 p. 385, 15—386, 8 Us. (loci Thucydidei simili modo turbati) 2 τό om. Ph 4 ἔχει μὲν Ac | πικρόν· ὀξύ· δριμύ Vc | ἐπειδὴ δʼ VcSfPh 6 Hom. Λ 272 | ὀξεῖαι PVc | ὀξεῖεσο δῦναι Ph 9 Thuc 1, 1 10 Thuc. 1. 8 | καὶ μαρτύριον δέ om. Vc 11 καθαιρουμένης PAcPh | Thuc. 1, 6: σημεῖον — 12 νεμόμενα; ea laudat etiam [Dion.] l. l. 386, 7 12 δʼ om. Sf | νεμόμενα Sc Vt, Thuc. 1, 5; γενόμενα Vc AcPh, (γρ καὶ νεμόμενα ἤγουν κατοικούμενα m.2) Sf; γινό- μενα P 13 περί τε — Ἀκαρνᾶνας leguntur Thuc 1, 5 (καὶ μέχρι τοῦδε πολλὰ τῆς Ἑλλάδος τῷ παλαιῷ τρόπῳ νέμεται περί τε Λ. κτλ.); om. [Dion.] 14 Thuc. 1, 2: καὶ παράδειγμα κτλ. 16 supr. PΡπ, mg. Sf om. VcAcPh | mg. PAc 17 pr καὶ om. Sf 18 pr. καὶ — 19 γνώμην om. Sf 18 utrumque ἡ om. Ph 19 καὶ ἡ μὲν κατὰ λέξιν om. Ph)
Διατριβή ἐστι βραχέος διανοήματος ἠθικοῦ ἔκτασις, ἵνα ἐμμείνῃ τὸ ἦθος τοῦ λέγοντος ἐν τῇ γνώμῃ τοῦ ἀκούοντος, οἷον τὴν μὲν ὕβριν Μειδίου πάντες ἴστεʼ, ἐξέτεινε δʼ αὐτὸ οὕτως «τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· καὶ τὸ Περὶ τοῦ στεφάνου προοίμιον ὁμοίως ἔχει
Πλῆθος δέ ἐστι ποικίλων ὀνομάτων ἰσοτίμων ἐπίχυσις εἰς κίνησιν ἤθους, οἷον «τοῦ δὲ παρόντος ἀγῶνος ἡ προαίρεσις αὐτὴ ἐχθροῦ μὲν ἐπήρειαν ἔχει καὶ ὕβριν καὶ λοιδορίαν καὶ προπηλακισμὸν ὁμοῦ καὶ πάντα τὰ τοιαῦτα», ὅπου καὶ τὸ πλῆθος ἔδειξεν εἰπὼν ‘ὁμοῦ’.
Ἡ δὲ ἐπενθύμησίς ἐστιν ἐνθύμημα ἐπιφερόμενον, ὃ μὴ προστεθὲν μὲν οὐ ποθεῖται, προστεθὲν δὲ τὸ πᾶν ὠφελεῖ. οἱ δὲ καθολικοὶ λόγοι δῆλον ὅ τί ποτέ εἰσι. παραδείγματα καὶ τῶν ἐπενθυμήσεων καὶ τῶν καθολικῶν λόγων παραλλάξ εἰσιν, ὡς ἐν τῷ Θουκυδίδου ἐπιταφίῳ· ὧν ὁ καιρὸς οὗτος· πρὸς μὲν τὰ σκληρὰ καὶ αὐθάδη διανοήματα ἐπενθυμήσεις παραλαμβάνονται, ἵνα μαλάξωσι τὰ ἤθη, πρὸς δὲ τὴν πίστιν τῶν ἰδίων λόγων οἱ κοινοὶ λόγοι καὶ καθολικοί. ἀμφοτέρων δʼ [*](407) ἦν ἐν τῷ ἐπιταφίῳ χρεία· καὶ γὰρ αὔθαδές ἐστι καὶ ἄπιστον τὸ λέγειν ‘οὐκ ἔδει λέγεσθαι ἐπιτάφιον’, τῶν [*](3 διατριβή δε ἐστὶ Vδ | ἔκστασις VcPh 6 αὐτὸ VcSfPh; αὐ- τὴν PAc | Dem. 21, 1 7 πάντας Ph | χρῆται μειδίας ἀεὶ Pc 8 οὔθʼ VcSf; om. PAcPh 9 τὸ τοῦ περὶ στεφάνου Ph 11 Dem. 18, 12 12 αὕτη codd. 18 δὲ (pro καὶ) Sf | ἐνθυμή- σεων Ph 19 παραλλὰξ εἰσὶν Sf, m.po.P, v.l.P; παραλλάξεις Ph, m.1P Vc; παραλλάξεις εἰσίν Ac | ὡς om v.l.P 21 νοήματα Ac 25 γενέσθαι Pa 25. p. 419, 1 τοῖς πάλαι οὕτως ἐδοκιμάσθη Thuc. 2, 3)
Τῶν δὲ αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων θερα 6 καὶ παραμυθίαι δύο, ἢ βραχεῖα προσθήκη ἢ ὁμολογία τοῦ τολμήματος. βραχεῖα μὲν οὖν προσθήκη οὔτως «ὁ μὲν οὖν παρὼν καιρός, Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί» καὶ πάλιν ἀλλαχοῦ «ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς ἑαυτοῦ πονηρίας κατασκεεδάσας»· καὶ Πλάτων «ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι ποτίμῳ λόγῳ», αὔθαδες τοῦτο· τίς οὖν ἡ βραχεῖα προσθήκη; «οἷον ἁλμυρὰν ἀκοήν». — Ὁμολογία δὲ τοῦ τολμήματος, ὡς ἐν τῷ Κατὰ Τιμοκράτους «καὶ γὰρ εἰ φορτικὸς ὁ λόγος εἶναι δοκεῖ, ὅμως ἐρῶ· ἀποκτείνατε αὐτόν, ἵνα τοῖς ἀσεβέσιν ἐν Ἅιδου θῇ τοῦτον τὸν νόμον».