Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

31 Πρὸς τὰ κεκρατηκότα πάθη οὐ δεῖ ἀντιτείνειν, ἀλλ᾿ εἴκοντα παραμυθεῖσθαι. Ὅμηρος ἐποίησε, Θουκυδίδης ἐμιμήσατο, Δημοσθένης διεδέξατο, Ἰσοκράτης παρέδωκεν. Ὅμηρος

  • «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
  • καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
  • ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ».
  • Θουκυδίδης ἐν Περικλέους λόγῳ «δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ ξυμβαῖνον». Δημοσθένης «εἰ δέ τις ὑμῶν τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνδρὸς λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή». Ἰσοκράτης δὲ σαφῶς οὕτως αὐτὸ παραδίδωσι «μηδὲ πρὸς τὰς τῶν παραπλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων».

    [*](438)

    Περὶ ὁμολογουημένων ἀδικημάτων.

    [*](452)

    32 Τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία ἡ ὁμολογία καὶ ἀπολογία. Ὅμηρος τοῦτο ἐδίδαξεν, Ἡρόδοτος [*](3 mg. Pa, (περὶ om.) Pc; supr. (τῶν om.; ἀκούουσι) VcAc Sf; mg. περι κεκρατηκότων, om. cet., Ph | mg. κθ VcAc, λ P 4 cf. [Dion.] lI 1 p. 281, 8. 9 Us. 8 Hom. Β 291 10 ἀσχα- λάαῖς Ph 11 Thuc. 2, 61 13 Dem. 2, 22 14. 15 ταύτη τοι φοβερὸν προσπολεμίσαι νομίσοι Vc 15 νομίσει Sf 16 σαφῶς Vδ 17 πλησιαζόντων VcAc, lsocr. 1, 31 18 ἀπαντᾶν VcAc 19 εἴκειν Ac | ἐπιπλήττειν Ac 20 supr. VcAcSf, mg. P Ph mg. λ VcAcPh, λα P 21. 22 sic PSfPh ἡ ἀπολογία καὶ ὁμολογία)

    449
    ἐμιμήσατο. οἷον Ἑλένη τῶν κακῶν αἰτία πᾶσι, καὶ Ἕλλησι καὶ βαρβάροις, καὶ μάλιστα τοῖς Τρωσὶν ὁμολογουμένως κακὸν ἐλήλυθε· τί οὖν ποιεῖ; ὅταν διαλέγηται τῶν Τρώων τινί, ἑαυτῆς κατηγορεῖ καὶ ὁμολογεῖ τὴν ἀδικίαν, καὶ τοῦτο οὐ μόνον αὐτῇ ἀπολογίας, ἀλλὰ καὶ ἐλέου καὶ παραμυθίας αἴτιον γίνεται· αὐτῷ γοῦν τῷ Πριάμῳ διαλεγομένη ἑαυτῆς κατηγορεῖ, ὥστε τὸν γέροντα, εἰ καὶ ἐμίσει αὐτήν, μεταβαλέσθαι καὶ ἐλεεῖν· ἀποκρίνεται οὖν
  • «οὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἴσι». —
  • Καὶ παῤ Ἡροδότῳ ὁ Ἄδραστός ἐστιν, ὑπὸ Κροίσου εὐεργετηθεὶς καὶ καθαρθεὶς καὶ φύλαξ τοῦ παιδὸς αὐτοῦ ἐκπεμφθείς· εἶτα ἀποκτείνας τὸν Ἄτυν ἐν τῇ θήρᾳ καὶ τοῦ Κροίσου βοῶντος καὶ ἀγανακτοῦντος ἑαυτὸν προτείνων, κατηγορεῖ ἑαυτοῦ καὶ ἀποκτεῖναι κελεύει· ὥστε τὸν Κροῖσον παρ᾿ Ἡροδότῳ τὴν τοῦ Πριάμου φωνὴν ἀφιέναι πρὸς τὸν νεανίσκον «εἶς δέ μοι οὐ σὺ τούτων αἴτιος, ἀλλὰ θεῶν κού τις, ὅς μοι προεσήμαινεν ἐν τῷ ὀνείρῳ».

    [*](Vc; ἡ ὁμολογία καὶ ἡ κατηγορία Ac | Diac.: ἡ δὲ σύνταξις ἔστι τοιαύτη μία παραμυθία καὶ ἀπολογία τῶν ὁμολογουμένων ἀδι- κημάτων ἡ ὁμολογία τοῦ ἀδικήματός ἐστιν; cf. [Dion.] lI 1 p. 314 6. 367, 8 Us. (de elocutionis vitiis); Fuhr, Nov. Symb. Joachim. 1907 p. 114)[*](8 κακὸν Ac; κακῶς P Vc Sf Ph (κακὸν ἤλυθε de Achille Φ 39 de Ulixe γ 306) 5 τοῦτο om. Ph | ἀπολογία AcSf, (ex cr. m. po.) Vc; ὁμολογία Ph, ?Vc m. 1 6 [Dion.] II 1 p. 314, 6. 334, 4. 14 Us. 8 μεταβάλλεσθαι AcPh 9 γοῦν Vδ 10 Hom. Γ 164 11 Her. 1, 35 sq. 13 εἶτα αὐτὸς ἀποκτείνας VcSfPh 14 παρ- εδίδου ἑαυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας Her. 1, 45 17 ἦς Ac 18 κοῦ PVcAcSf; καί Ph; γρ καὶ οὔ τις ἄλλος P | προ- εσήμανεν VcAc; προεμήνυσεν Sf)
    450
    [*](439)

    33 Τὸ τραγικῶς λέγειν Ὅμηρος μὲν ἐδίδαξε, Δημοσθένης δὲ ἐμιμήσατο. ὅτι μὲν γὰρ τραγῳδὸς καὶ πατὴρ τραγῳδίας Ὅμηρος, Πλάτων μαρτυρεῖ· ὅπως δ᾿ ἐτραγῴδησεν ἐν τῇ ἑαυτοῦ ποιήσει, θεωρητέον.

    Ἰλίου ἅλωσιν οὐκ εἶπε, τέχνῃ παραλιπών· οὐ γὰρ ἥρμοζεν αὐτοῦ τῇ τῆς ποιήσεως τραγῳδίᾳ ἑνὸς πολιχνίου πόρθησις· τί οὖν ποιεῖ; πάσης πόλεως εἶπε πόρθησιν ἐν δυσὶν ἔπεσιν

  • «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  • [*](453)
  • τέκνα δέ τ᾿ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας».
  • ἂν δ᾿ Ἕκτωρ ἀποθάνῃ, Ἀνδρομάχη λέγει τι καὶ Ἑκάβη, ἀλλὰ καὶ Ἑλένη καὶ χορὸς Τρῳάδων, καὶ πολλὰ δράματα ὡς εἰπεῖν ἀποπληροῦντα τὴν τραγῳδίαν. τί οὖν ἐκ τούτων τὸν χρηστὸν νομίσομεν Ὅμηρον λέγειν ἡμῖν; τὰ μεγάλα τῇ βραχύτητι τῆς ἑρμηνείας φυλάττει μεγάλα, τῆς συντομίας τὸ μέγεθος αὐτοῖς διασῳζούσης, τὰ δὲ μικρὰ καὶ φαῦλα τῇ περιβολῇ τῶν λόγων μέγεθος προσλαμβάνει.

    Ταὐτὰ ποιεῖ Δημοσθένης καὶ οὕτω τραγῳδεῖ Φωκέων ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν [*](1 supr. VcAcSfPh, mg. P | mg. λα VcAcPh, λβ P Plat. Reip/ Χ 598 D 5 αὐτοῦ Ac 6 τέχν vix. san.; Laurentus vertit ‘artificiose | eam relingurens’ | καταλιπών P 8. 9 πόρθησιν εἶπεν VcAcSfPh 10 Hom. Ι 593 |⌊II⌉κτείνουσι⌊ν er.⌉ Vc | ἀμαλ θύνει Ph ad 10. 20 451, 3: cf. Theon lI 62, 24; 31. 63, 3 Sp. Aps l 2 p. 317, 3 Sp. -H. 11 δ᾿ (om τ᾿) Ac Ph 12 Hom. Ω 725. 748. 762 τ⌊ί καὶ m. po.; ex η⌉ Vc; τι (om. καὶ) Ph 15 τὸν om. Ph | νομίσωμεν Ph | ἡμῖν ante ὅμηρον Vc, ante λέγειν Sf Ph ; om. Ac 16 φυλάττειν VcAcPh 18 σμικρὰ Pc 19 παρα- λαμβάνει VcSf; προσλαμβάνειν Ac 20 οὗτος Sf; οὕτως VcAc Ph 21 Dem. 19. 65)

    451
    ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περίῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα [*](440) καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς»· μονονουχὶ παρέφρασε τὸ Ὁμηρικόν. ἐν δὲ τῷ Κατὰ Κόνωνος αἰκίας τῆς ὕβρεως περιήγησιν ἐποίησεν ἀκριβῶς ἕκαστα διηγούμενος, δηλονότι τὴν φαυλότητα τοῦ πράγματος αἴρων εἰς μέγεθος τῇ περιττοτέρᾳ ἑρμηνείᾳ καὶ τὴν ὕβριν τραγῳδῶν.