Οἱ παλαιοὶ διηγούμενοι διπλῇ τινι μεθόδῳ χρῶνται, 28 ἀναφορῷ δι᾿ ἀσφάλειαν καὶ διὰ πίστιν βεβαιώσει, οἷον [*](434) Ἰσοκράτης «Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι», τὸ μὲν «ὡς οἱ μῦθοι λέγουσιν» ἀναφορά, τὸ δὲ «καὶ πάντες πιστεύουσιν» ἡ βεβαίωσις. καὶ Εὐριπίδης «Ζεύς, ὡς λέλεκται» ἀναφορά, «τῆς ἀληθείας ὕπο» βεβαίωσις. καὶ Ἡρόδοτος «οὕτω δὴ λέγουσι Κορίνθιοι» ἀναφορά, «ὁμολογέουσι δέ σφι Λέσβιοι» βεβαίωσις. καὶ Θουκυδίδης «λέγουσι δέ» ἀναφορά, «καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν προτέρων δεδεγμένοι» βεβαίωσις. καὶ Δημοσθένης «ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, ὸὐδένων εἰσὶ βελτίους»· καὶ τοῦτο παρὰ Πλάτωνος ἔλαβεν «ὡς ἐγώ του παρὰ βασιλέως ἐλθόντος ἤκουσα, ἀνδρὸς ἀξιοπίστου».
Οἱ παλαιοὶ κοινὰ λέγοντες διανοήματα ὁμολογία τῆς 29 κοινότητος ἴδια αὑτῶν ποιοῦσιν. Ἰσοκράτης «ἅπαντες [*](435) [*](1 supr. VcSf, (διηγήσεων) Ac; mg. P Ph | mg. κς VcAcPh, κζ P 3 Diac.: τινὲς εἰς τὸ ‘ἀσφάλειαν’ στίζουσιν, εἶτα τὸ ἐξῆς ἀναγινώσκουσι καὶ πίστιν βεβαιώσει᾿ . . . ἔνιοι δὲ ‘δι’ ἀσφάλειαν καὶ πίστιν᾿ ἀναγινώσκουσιν, εἶτα τὸ ἐξῆς ‘βεβαιώσει’ 4 lsocr. 1, 50 6 οἱ om. Vc 7 Eur. fr 591 N.²; Rhein. Museum 63, 145 l. 13; 146 l. 1 8 καὶ τῆς Vc | ὕπο om. Ph, (m. po. suppl.) Vc | ἡ βεβαίωσις VcSfPh 9 οὕτω P VcAc, v. l. m. 2Sf; τῶι Ph, Her. 1, 23; το Sf 10 ὁμολογοῦσι Ph | καὶ — 13 βεβαίωσις om. Pc | Thuc. 1, 9 12 δεδιδαγμένοι m. 2Sf 13 Dem. 2, 17 14 γεγεν- νημένων Pa | ἤκουσα τινὸς Vc 15 καὶ τὸ τοῦ Ph 16 παρὰ add. Ma, cf. 348, 6 | Plat. Alcib. I 123 B | του PcVcAc; που Pa, m.1Sf; τῶν Ph 18. 19 supr. VcSf, (ἰδιασόμεθα) Ac; mg. Pa, (νοημάτων) Pc, (καὶ πῶς) Ph | mg. κζ VcAc, κζ P 20 διανοή- ματα λέγοντες Ac 21 lsocr 8, 1)
446
μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι, περὶ ὧν ἂν αὐτοὶ ποιῶνται τοὺς λόγους· οὐ μὴν ἀλλ᾿ εἰ τῳ καὶ ἄλλῳ ταῦτα ἥρμοσε λέγειν, καὶ ἐμοὶ προσήκει», καὶ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους «εἰώθασι μὲν οὖν οἱ πολλοί», καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τμάρχου «καὶ ὡς ἔοικεν οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὔκ εἰσι ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι», καὶ πάλιν Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου
[*](450) «οὐκ ἀγνοῶ δὲ, ὅτι ἃ μέλλω ἐν πρώτοις λέγειν». Ἐν δὲ τοῖς Ὀλυνθιακοῖς Δημοσθένης τῷ πρώτῳ λόγῳ, χρώμενος κοινῷ διανοήματι τῷ ἀντὶ πολλῶν χρημάτων αὐτοὺς αἱρήσεσθαι τὸ κοινῇ συμφέρον, οὐ χρῆται τῇ ὁμολογίᾳ τῆς κοινότητος, διότι πανουργῶν χρῆται, καὶ παραλείπει τὴν ὁμολογίαν, προκατασκευάζει δὲ διὰ τοῦ προοιμίου τὰ θεωρικὰ χρήματα δεῖν ἀποδοῦναι τοῖς στρατιώταις. εἰ μὲν οὖν ὡμολόγει τὴν κοινότητα, ἔφασκε δὲ λυσιτελεῖν καὶ αὑτῷ εἰπεῖν, ὑπωπτεύετο· νῦν δὲ κοινῷ χρησάμενος διανοήματι καὶ λαθὼν αὐτοὺς ὁμολογοῦντας ὕστερον ἀναμιμνῄσκει ἀρνεῖσθαι αἰσχυνομένους περὶ τῶν θεωρικῶν χρημάτων. διὰ τοῦτο καὶ ἐπεσφραγίσατο ἐν ἀρχῇ τὸ διανόημα οὕτως «ὅτε τοίνυν τοῦθ᾿ οὕτως ἔχει». ἔθος δὲ Δημοσθένους
[*](436) ἐστίν, ὅταν τι διοικήσηται ἑαυτῷ χρήσιμον, μὴ πρότερον ἀφίστασθαι, πρὶν ἢ ἐπισφραγίσηται. πεποίηκε
[*](2 ποιοῦνται, mg. ῶν, Ph 5 Dem. 24, 4 6 Aesch. 1, 2 6 καὶ — 9 τιμάρχου m. po. suppl. Vc 10 Aesch 1, 4 11 τῶν Ὀλυνθιακῶν? | δημοσθένης om. VcSfPh | ἐν τῷ vulg.. cf. p. 447, 3 12 τὸ Ph 13 νομίζειν add. ante αὐτοὺς Vc Ac Sf Ph, cf. Dem. 1, 1 15 προπαρασκευάζει VcSfPh 16 et 20 Dem. 1, 19. 20 21 αἰσχυνόμενος Ph 23 Dem. 1, 1 | δὲ m.po. suppl. Vc 28. 24 δημοσθένει VcAcSfPh 25 ἐπισφραγίσεται P AcPh | πεποίηται Ph; πεποίηκεν δὲ Vc) 447
τοῦτο ἐν τοῖς τέτρασι λόγοις, ἐν τῷ Περὶ τοῦ στεφάνου, ἐν τῷ Κατὰ Μειδίου, ἐν τῷ Κατὰ Ἀριστοκράτους, ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν.
Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν 30 γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰσχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πατρόκλου ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι
τοὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρωνβουλὰς ἑζόμενοι βουλεύσομεν καὶ τὰ ἑξῆς, καὶ πάλιν φησὶν Εὐριπίδης
[*](451) «ὁ δ᾿ εἰς τὸ σῶφρον ἐπ᾿ ἀρετήν τ᾿ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ». — Κατὰ παρῳδίαν δέ, ὅταν μέρος εἰπὼν τοῦ ἔπους παρ᾿ αὑτοῦ τὸ λοιπὸν πεζῶς ἑρμηνεύσῃ καὶ πάλιν τοῦ ἔπους εἰπὼν ἕτερον ἐκ τοῦ ἰδίου προσθῇ, ὡς μίαν γενέσθαι τὴν ἰδέαν· οἷον Δημοσθένης ἐν τῷ Παραπρεσβείας «ὅστις δ᾿ ὁμιλῶν ἥδεται ταὐτὰ πρεσβεύων Φιλοκράτει,
[*](437) [*](1 τοῖς om. Sf (cf. 443, 11) | τοῦ om Ph 3 ὀλυνθιακῶι (om. τῶν) Ph 4 supr. VcAcSf, mg. P Ph | mg. κη VcAcPh, κθ 5 καὶ ποίους add. ante ἐν Sf | ἐν τῶι VcAc | cf. 336, 15 sq. 6 alt. καὶ om. VcSfPh 12 Aesch. 1, 149; Hom. Ψ 77 14 ἐφ- εξῆς VcSfPh | ὅ φησιν Sf; φησὶν ὁ Ph 15 Aeschinis 1, 151 Eurip. Stheneboeae fr. 672 Rhein. Museum 63, 148 l. 19 | οὐδεὶς (ex ὀυδ᾿ εἰς?) Ph | ἀρετῆι Vc, m. 1Sf 16 ὡς Ph | κἀγώ Vc 18 πεζῶς λοιπὸν (om. τὸ) Pc 19 ἕτερον 〈μέρος〉 ? 20 περὶ παραπρεσβείας Ac 21 Dem. 19, 245; Eur. fr. 812 N.² | τὰ αὐτὰ AcSfPh; ταῦτα Pc; καὶ ταῦτα Dem. ) 448
οὐπώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι ἀργύριον εἴληφεν οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν».