Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς 34 μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδοκίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος.

[*](441)

Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει

  • «ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει»·
  • θέλων γὰρ εἰπεῖν ‘τὴν κεφαλὴν κόρακος ἔχει’ διὰ τὸ τραυλὸς εἶναι δῆθεν ἁμαρτὼν τῇ φωνῇ διεκωῴδησε τὸν τρόπον.

    Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο [*](454) «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· [*](2 ὀλίγα om. P; γρ γυναῖκα δὲ καὶ παιδάρια ὀλίγα Pa, (γύ- ναια) Pc 3. 4 μονονουχὶ παραμικρὸν παρέφρασε Sf 4 Dem 54, 3 sq. 9 supr. VcAcSfPh, mg. P | mg λβ VcAcPh, λγ P 10 τὸ Ph 11 cf. Auct. ad. Her. Ι 6, 10 14 τὰ δὲ ἐκ τοῦ βίου post ῥήτορος Pc; del. Spengel, at cf. 452, 5 sq. | ἀπὸ (pro alt. ἐκ) AcSfPh 15 τὸ scripsi; τὰ codd. 16 Arist. Vesp. 45 ὁλᾶις θεόδωλος . . κόλακος Vc | θεόδωλος Ph; θεόδωλον Sf 17 θέλων — ἔχει om. Vc 18 τὴν φωνὴν VcSfPh 20 οὕτω AId. 21 Fragm com. anon. 187. IV p. 650 Meineke τὸ om. Ph | γρ οὐκανεβαλόμην Ac 22 τυχεῖν Sf)

    452
    προσδοκᾷ μὲν ὁ ἀκροατὴς ἀκοῦσαι ‘ὑπομενῶ’ , φησὶ δὲ «οὐκ ἂν ἐβουλόμην».

    Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντιτιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ’ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμαχέσαντο ὡς ἀλεκτρυόνες’.

    Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνο· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ [*](442) μὲν παρῳδία οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ᾿ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ᾿ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἱνόμαος».

    35 Τοῖς μὲν πολλοῖς δοκεῖ πολλὰς ἐν τοῖς βιβλίοις ἀμφιβολίας γίνεσθαι ὑπὸ τῶν παλαιῶν· ἡμεῖς δὲ φαμέν, ὅτι οὐ δύναται ἔν τῳ παλαιῷ βιβλίῳ ἀμφιβολία εἶναι· ἀνάγκη γὰρ τὴν διάνοιαν εἶναι ἄτοπον τὴν ἑτέραν ἢ τὴν σύνταξιν τῆς λέξεως. τὸ γοῦν παρʼ Ὁμήρῳ «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον τοῦτο λέγουσιν εἶναι ἀμφιβολίαν, πότερον Πάτροκλον κελεύῖει [*](3 ἐναντίως, in argumento mg. ἐναντιαις, Ph 4 παραδειγ- μάτων VcPh 4. 5 ἀντιτιθῶμεν Pc; ἀντιθῶμεν Pah VcAc 6 ὡς om. AcPh | alt. καὶ Ἕκτωρ om. Ac Ph 6. 7 cf. Demetr De eloc. 160 9 ἔνθεν Vδ, (ὅ supr.) Pa 10 et 12 Dem 18. 130 11 τὸ Vc Sf 14 (αὐτο om.) τραγικὸς Ph |Dem. 18, 242 15 supr. Vc Ac Sf Ph, mg. P | mg. λ VcAcPh, λδ P 16 de controversia simili cf. [Dion.] ΙΙ 1 p. 323, 6; 295, 3 Js. | cf. Theon lI 82, 29 Sp. 17 γενέσθαι Vδ 18 ἀμφιλογία Ph 20 δὲ (pro γοῦν) Vc Ac | Hom. Ι 219 21 ὃν om. Ac 22 ἀμφίβολον Πάτροκλον om. Vc)

    453
    σφαγιασθῆναι ἢ τῷ Πατρόκλῳ προσέταξε τοῖς θεοῖς θῦσαι. καὶ τὸ
  • «ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ»
  • ἀμφίβολόν φασιν εἶναι, λέγοντες καὶ τοῦτον εἶναι δύνασθαι τὸν νοῦν εὐχομένου τῷ Διὶ ὑπὸ τοῦ συὸς καταβληθῆναι· οὕτω μὲν δὴ ὁ νοῦς ἄτοπός ἐστιν, ἡ δὲ ἑρμηνεία ἄλογος. τὸν αὐτὸν δὲ τρόπον «στασιάσαντες [*](455) δὲ ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσοίκων [*](443) βαρβάρων ἐφθάρησαν»· ζητοῦσιν, ὑπὸ τίνος ἐφθάρησαν, ὑπὸ τοῦ πολέμου ἢ ὑπὸ τῆς στάσεως. ἀδύνατον ὑπὸ τοῦ πολέμου εἶναι τὴν φθοράν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν ‘στασιάσαντες ἀπὸ πολέμου, ἐφθάρησαν’, ἵνα ἡ μὲν στάσις ᾖ γεγονυῖα ἐκ τοῦ πολέμου, ἡ δὲ φθορὰ ἐκ τῆς στάσεως· οὐ δεῖ γὰρ λέγειν ‘ἀπὸ πλέμου ἐφθάρησαν’ . Τοσαῦτα περὶ ἀμφιβολίας.

    Δημηγορία, διάλογος, κωμῳδία, τραγῳδία, συμπόσια 36 Σωκρατικὰ διά τινος διπλῆς μεθόδου πάντα πλέκεται.

    [*](3 sq. cf. Aristid. ΙΙ 508, 6 Sp. |adesp. fr 188 N.² | καταλαβεῖν Ph 4. 5 δύνασθαι καὶ τοῦτον εἶναι VcAcSfPh 5 εὐχομένωι c; exsp. εὔχομαι | τοῦ om. Pc 7 καὶ τὸ post τρόπον add. Ac Thuc 1, 24 8 τινὲς Vc 9 τίνων Ac 10. 11 〈ἀλλ᾿ ἔστιν〉 ἀδύνατον ? 11 ⌊ὑ m.po⌉ πὸ Vc 11 sq. Diac.: παροραμα τοῦτο τῷ Ἑρμογένει ἐγένετο 11. 12 ὃ λέγει δὲ τοῦτό ἐστιν VcSfPh 18 ἵνα — 14 στάσεως om. Ac 14 οὐδεὶς γὰρ λέγει (m. po. γρ΄ καὶ οὐ δεῖ λέγειν) Vc | γαρ supr. Ph 15 τοσαῦτα περὶ ἀμφι- βολίας om. Vc 16. 17 supr. Ac Sf, (διαλόγου δημηγορίας) Vc mg. Ph: περὶ δημηγορίας διαλόγου καὶ τῶν λοιπῶν Pπ, mg. P | mg. λδ VcAcPh, λε P)
    454

    Ἡ μὲν δημηγορία ἐπιτίμησιν ἔχει καὶ παραμυθίαν, τῆς μὲν ἐπιτιμήσεως κολαζούσης καὶ παιδευούσης τὰς γνώμας τῶν ἀκουόντων, τῆς δὲ παραμυθίας τὸ λυπηρὸν ἐκβαλλούσης ἐκ τῆς ἐπιτιμήσεως. παράδειγμα ταύτης τῆς πλοκῆς πάντες οἱ ψιλιππικοὶ ἀναμὶξ συγκείμενοι

    Κωμῳδίας δὲ πλοκὴ πικρὰ καὶ γελοῖα, τῶν μὲν πικρῶν σωφρονιζόντων, τῶν δὲ γελοίων παραμυθουμένων ὅπερ καὶ ἐξ αὐτῶν τῶν ποιημάτων ἔστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ ἐν τοῖς Ἀχαρνεῦσιν ὁ Ἀριστοφάνης δηλοῖ λέγων οὕτως

  • «ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν
  • τὸ πικρόν,
  • «ἥσθην δὲ βαιά»
  • [*](444) λέγων γελοῖον πάθος.

    Τραγῳδίας πλοκὴ οἶκτος καὶ θαῦμα, ὅπερ ἔστι καταμαθεῖν καὶ ἐκ τῶν τραγῳδιῶν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῶν Ὁμήρου· τοῦτον γὰρ ἔφη ὁ Πλάτων πατέρα τρογῳδίας εἶναι καὶ χορηγόν· εὑρήσομεν οὖν ἐν τοῖς προοιμίοις αὐτοῦ ἀναμὶξ οἶκτον καὶ θαῦμα.

    Συμποσίου Σωκρατικοῦ πλοκὴ σπουδαῖα καὶ γελοῖα [*](456) καὶ πρόσωπα καὶ πράγματα, ὥσπερ καὶ ἐν τῷ Ξενοφῶντος καὶ ἐν τῷ Πλάτωνος Συμποσίῳ. ἀλλὰ καὶ ἐν τῇ Κύρου παιδείᾳ φησὶ Ξενοφῶν «ἀεὶ μὲν οὖν ἐπεμελεῖτο ὁ Κῦρος, ὁπότε συσκηνοῖεν, ὅπως εὐχαριτώτερο τε λόγοι ῥηθήσονται καὶ παρορμῶντες εἰς ἀρετήν».

    [*](1 μὲν γὰρ Vδ |cf. [Dion.] ΙΙ 1 p. 331, 25 Us. 2 ἐπιτιμία Vc 4 ἐκβαλούσης Sf | τὸ ἐκ Vc | παραδείγματα Vc 9 ὁ om. Vc Sf 11 Arist. Ach 1 | δὴ om. Ac 13 δὲ βαιαὶ Vc: βεβαία Ph 14 λόγων Ac Sf Ph, (ε ex ο?) Vc | γελοίων Vc Ac Sf Ph 15 δὲ πλοκὴ Vc Ph 17 cf. 450, 3; Plat Reip. X 598 D 18 εἶναι om. Vc 19 ἀναμὶξ om. P 23 Xen Cyrop. ΙΙ 2, 1 24 εὐχα- ριστότεροί Ac Sf Ph 25 ῥηθήσωνται Ac Sf; ἐμβληθήσονται Xen. )
    455

    Διαλόγου πλοκὴ ἠθικοὶ λόγοι καὶ ζητητικοί. ὅταν ἀναμίξῃς προσδιαλεγόμενος καὶ ζητῶν, οἱ ἠθικοὶ παρεμβληθέντες λόγοι ἀναπαύουσι τὴν ψυχήν, ὅταν δ᾿ αὖ ἀναπαύσηται, ἐπάγεται ἡ ζήτησις, ὥσπερ ἐν ὀργάνῳ ἡ τάσις καὶ ἄνεσις γίνεται.