Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τοῦ ἑαυτὸν ἐπαινεῖν ἐπαχθοῦς ὄντος καὶ εὐμισήτου, 25 τοῦ ἀνεπαχθῶς ποιῆσαι μέθοδοι τρεῖς· κοινότης λόγου, ἀνάγκης προσποίησις, προσώπου ὑπαλλαγή.

Τούτων παραδείγματα. ὁ Ἰσοκράτης ἐν τῷ πρώτῳ λόγῳ τῶν παραινέσεων τὸ πρῶτον προοίμιον ἑαυτοῦ ἔπαινον κατεσκεύασε· θέλει γὰρ εἰπεῖν ὅτι ἐγὼ ἀνήρ [*](1 cf. Theon. lI 63, 32 Sp. 4 ἐπὶ Vc | πολέμων VcAcSfPh, v.l. Pa, cf. Thuc. 2, 36; πολεμίων P 5 μὲν om. Sf | Plat. Menex 239 A sq. 6 τὰ Sf; om. PVcAcPh 7 τῆς om. Ac 13 ἀντ- ἐστρεψε VcSf μεταβάλλων Ph; μεταβαλών PVcAcSf 14 scil. ἐν τοῖς εἰς τοὺς δημοσίους ὑπομινήμασιν, cf. 308, 12 | περὶ αὐτοῦ λόγοις Sf, (τούτου) m.po. Vc 15 supr. VcAcSf, mg. P Ph mg. κγ VcAcPh, κδ Pc (er.? Pa) 10 cf. Alex. III 4, 13 Sp.; Aristid. II 506, 8 Sp. | ὄντως Ph 17 addidi 19 τὰ παρα- δείγματα AcSfPh | ὁ om. Ph 20 ἑαυτοῦ mg. suppl. m. 1Ph 21 cf. [Dion.] lI 1 p. 24, 19 Us. Plut De se ipsum laudando c. 1 sq.)

442
εἰμι σπουδαιότατος καὶ μόνος φίλος ἀγαθὸς ἀποθανόντος τοῦ πατρός, ὦ Δημόνικε, σοὶ εὐνοῶν᾿· πῶς οὖν αὐτὸ ποιεῖ; κοινῷ τῷ λόγῳ χρῆται περί τε σπουδαίων ἀνδρῶν καὶ φαύλων λέγων καὶ διακρίνων ἤθη ἀγαθῶν καὶ πονηρῶν φίλων, οὕτω δὲ φαίνεται αὐτὸς ὢν τῶν ἀγαθῶν ἀνδρῶν. — Ὁ δὲ Δημοσθένης ἐν τῷ Περὶ τοῦ [*](447) στεφάνου μέλλων ἑαυτὸν ἐπαινεῖν καὶ τὴν ἑαυτοῦ πολιτείαν πολλάκις τῇ ἀνάγκῃ χρῆται λέγων «ἐὰν δ᾿ [*](431) ἐφ᾿ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ». — Ἐπειδὴ δὲ τῇ ἀνάγκῃ πολλάκις χρώμενος ὕποπτός ἐστι, καὶ τῇ τοῦ προσώπου ὑπαλλαγῇ χρῆται. ἔστι δὲ τοῦτο· ὅταν τι μέτριον λέγῃ, τότε πρὸς τοὺς Ἀθηναίους λέγει, ὅταν δὲ ὑπερήφανον καὶ ἐπαχθές, πρὸς Αἰσχίνην· «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, ἀλλὰ τὸν ἐμὸν τειχισμὸν εἰ βούλει σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους», καὶ πάλιν ἀλλαχοῦ «ὧν μέντοι ἐκ τῆς δίας οὐσίας ἐπέδωκα, οὐδεμίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι. ἀκούεις, Αἰσχίνη;» ἀπέστρεψε τὸν λόγον, ἵνα δοκοίη τὸν ἐχθρὸν λυπεῖν, μὴ Ἀθηναίοις ὀνειδίζειν.

[*](2 εὐνοῶν Pa, (ν m.po. in ras.) Pc; εὐνοῶ VcAcSfPh 3 lsocr. 1, 1 sq. 4 φαύλων· λέγων γὰρ καὶ Sf 5 δὲ om. VcAcSfPh 8 Dem. 18, 4 10 ἑαυτοῦ Ph ad 11 et 20 cf. [Dion.] lI 1 p. 336, 11 13 Us. 13 λέγει om. Ph 14 Dem. 18, 299 15 ἐτειχήσατο Ph 16 ἐὰν βούληι VcSfPh, cf. Dem. 17 Dem. 18, 112 17. 18 μὲν τῆς ἐκ τῆς Ph 19 εἰμι (pro εἶναί φημι) Ph 20 δοκῆι Ph 20. 21 ἀθηναίους Ph, (υ ex ι, m.1?) Sf)
443

Δύο παλαίσματα δικαστηρίων Δημοσθένης ἐπετεχνήσατο, 26 τό τε οἰκεῖον ἰσχυρόν, κἂν μὴ κρινόμενον ᾖ, εἰς κρίσιν ἀγαγεῖν καὶ τὸ τοῦ ἀντιδίκου ἰσχυρὸν κρινόμενον ἐκβαλεῖν. ταῦτα τοίνυν ἀμφότερα ποιεῖ Δημοσθένης καὶ λανθάνει πράττων· ὅταν γὰρ τὸ οἰκεῖον εἰσάγῃ χαριζόμενος ἑαυτῷ, ἀνάγκην προσποιεῖται, ὅταν δὲ τὸ τοῦ ἀντιδίκου ἐκβάλλῃ πανουργῶν, ἁπλότητα ὑποκρίνεται.

Τοῦτο ἐποίησε καὶ ἐν δυσὶ λόγοις, ἔν τε τῷ Περὶ τοῦ στεφάνου καὶ ἐν τῷ Κατὰ Ἀριστοκράτους. ὅταν [*](432) γὰρ τὸ τῆς πολιτείας καὶ ἀξίας ἐπάγῃ, ἀνάγκην ὑποκρίνεται «ἐὰν δὲ ἐφ᾿ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι [*](448) βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ»· ὅταν δὲ τούς νόμους κλέπτῃ, ἁπλότητα προσποιεῖται λέγων οὕτως «ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ», ὡς παρέργου μνημονεύων τοῦ ἰσχυροῦ τῷ ἀντιδίκῳ. — Καὶ πάλιν ἐν τῷ Κατ᾿ Ἀριστοκράτους εἰσάγων τὸν περὶ Χερρονήσου λόγον [*](1. 2 mg. P; supr. (ἐπετεχνάσατο) Ac, (τῶν δικαστηρίων; ἐπετεχ- νήσατο) VcSf om. Ph | mg. κδ AcPh, κε P 3 δημοσθένους VcSfPh ἃ δημοσθένους Ac 3. 4 ἐπετεχνήσατο Pa, (ἐπ supr., m. 1?) Pc; ἐπιτεχνήματα VcAcSfPh; γρ ἐπὶ τέχνη μετὰ δημο- σθένην Pa; γρ΄ ἐπιτεχνήμα δημοσθέ Pc 5. 6 καὶ ante κρινόμενον supr. Vδ 9 ἐκβάλῃ Sf | καὶ ἁπλότητα VcSfPh 11 καὶ om. Portus 12 τοῦ om. Ph | καὶ — ἀριστοκράτους Ac, m.po. PaVc Sf; om. P VcSFPh 13 γὰρ PAc; om. Ph; suppl. m.po. Vc, m.2 Sf [ἐπαγάγηι VcPh; ἐπεισάγηι Ac 14 Dem. 18, 4 16. 17 444, 3; cf. [Dion.] II 1 p. 302, 23 Us (de Demosth. Π. παραπρεσβ.): ἁπλότη- τος προσχήματι κλέπτων τὴν πανουργίαν τῆς κατασκευῆς 16 ἁπλό- τητ⌊α ex ι | Vc 17 Dem. 18, 58 18 πάρεργον Ph 19. 20 καὶ πάλιν λέγων θεάσασθε — τοὺς λόγους (sicut p. 444, 5. 6) καὶ πά- λιν ἐν Vc, (om. ult. καὶ) AcSfPh )

444
οὐδὲν προσήκοντα τῷ ἀγῶνι φησὶν «ἀνάγκη δέ ἐστι πρῶτον ἁπάντων δεῖξαι, τι ποτε ἔστι τὸ Χερρόνησον ἀσφαλῶς ἔχειν ἡμᾶς πεποιηκός, εἶτα πανουργῶν καὶ πολίτην ἐργαζόμενος τὸν Χαρίδημον, ἵνα αὐτῷ ἰσχύῃ ὁ περὶ τῶν νόμων λόγος, ἐπιφέρει «θεάσασθε τοίνυν, ὡς δικαίως καὶ ἀπλῶς ποιήσομαι τοὺς λόγους, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ᾿ οὐδ᾿ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ᾿ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους».

[*](433)

27 Δευτερολογιῶν εἴδη τάδε· ἤτοι γὰρ διὰ μέγεθος τοῦ ἀγῶνος μερίζεται ἡ κατηγορία ἢ ἡ ἀπολογία· ἢ προκατηγορήσαντός τινος καὶ προαγωνισαμένου ὁ δεύτερος λέγων αὐξήσει χρῆται, ὥσπερ οἱ Κατὰ Ἀριστογείτονος λόγοι ἔχουσιν· ἢ τὰ αὐτὰ ὁ δεύτερος λέγων οὐκ αὔξει μέν, προστίθησι δέ τινα ἢ ἀφαιρεῖ, ὥσπερ κατορθῶν τὰ εἰρημένα, ὡς ἔχει ὁ τοῦ Νέστορος λόγος ἐν τῇ δευτέρᾳ ῥαψῳδίᾳ μετὰ τὴν Ὀδυσσέως δημηγορίαν· ἢ προαγωνισαμένου ἑτέρου ὁ δεύτερος λέγων τὰ μέλλοντα δεύτερα λέγεσθαι ὑπὸ τοῦ ἀντιδίκου προκαταλαμβάνει λέγων, ὥσπερ ὁ Κατ᾿ Ἀνδροτίωνος ἔχει, προκατηγορήσαντος γὰρ Εὐκτήμονος, ἃ μέλλει λέγειν Ἀνδροτίων, ὁ Διόδωρος προκαταλαμβάνει. Οὗτοι τέσσαρες τρόποι δευτερολογίας.

[*](1 Dem. 23, 8 2 τὸ om. Ph 3 ὑμᾶς Vδ; cf. 235, 22 5 Dem. 23, 24 6 εἰ Pc 8 τυγχάνηι Pc 11. 12 supr. VcSf, (δευτερολογίας et γίνεται) Ac; mg. (γίνεται) P Ph | mg. κε AcPh, κς P 13 γὰρ om. VcSfPh 14 ἢ κατηγορία ἢ (om. ἡ) Ph 17 αὐξήσει (om. οὐκ et μὲν) Ph: ⌊ οὐκ m.po.supr.⌉ αὔξει μὲν m. po.] Vc 19 Hom. Β 337 23. 24 κατηγορήσαντος VcAcPh 24 γὰρ m.2 suppl. Sf)