Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](426)

Τίς μέθοδος τοῦ ἐναντία λέγοντα, οἷς βούλεται γενέσθαι, 22 κατορθοῦν, ὃ βούλεται, μὴ δοκοῦντα ἐναντία οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέγειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται.

Ὅμηρος αὐτὸ πεποίηκεν· Ἀγαμέμνων ἐστὶν ὁ ἀποπειρώμενος τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μένειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι᾿ ὅλης τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναντιώματα λέγων· τὸ γὰρ φάναι

  • «καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται»
  • [*](1 συνηγόρ⌊ους, ex ων?⌉ Pa 2 καὶ PAc, (postea add. m.1) Sf; εἰ Pn; η, utrumque m. po., Vc | ἀσθενής ἐστιν ἢ VcSfPh 3 ἔστι τις Ph | ἢ P AcSf Ph; εἰ Vc | ἄτιμός ἐστιν VcSfPh Dem 21, 83 sq. | συνηγορεύει Pa | εἰ om. Ph 4. 5 Diac.: τουτ- ἐστιν ὁ ἡταιρηκώς 5 τούτου P 7 supr. VcSf, mg. P Ph; τίς ἡ ἐν λόγοις κακία supr. Ac | mg. κ AcPh, P 8. 9 λέ- γοντος . . δοκοῦντος VcAcPh; λέγοντα . . δοκοῦντα Sf, (ος m.1 supr.) P | cf. [Dion.] lI 1 p. 296, 15 sq. Us. 9 ἐναντίου Ph 10 alt. ἡ om. Vc 10 sq. cf. [Dion.] lI 1 p.327, 19 sq. 328, 25 sq. 322, 4 cet. Us. [Plut.] De vita et poesi Hom. 166 14 ὁ P; ante ἀγαμέμνων VcAcSfPh 15 καὶ om. VcSf 18 cf. [Dion.] lI 1 p. 321, 1. 330, 6. 7 Us. 20 Hom. Β 135 | νεῶν om. m. 1Vc | λέ- λυται Ac)
    438
    δηλονότι ἐναντίον ἐστὶ φανερῶς τῷ ‘φεύγωμεν’· πῶς [*](444) γὰρ φεύξονται ναῦς οὐκ ἔχοντες; τοῦτο δ᾿ ἂν εἶπε καὶ κωλύων τις αὐτοὺς ἀποπλεῖν, οὐ κελεύων δὲ μένειν τοῖς λόγοις.

    Ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν ἔστι καὶ ἄλλη τις τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ᾿ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευθήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαι ἐστι· γέγονε γάρ, ὃ βουλόμεθα.

    23 Ὁ κατηγορῶν τὰς τοῦ μέλλοντος ἀποκρίνεσθαι οὐχ ἀπλῶς προτείνι προτάσεις, ἀλλὰ κατὰ τρόπους τρεῖς, ἐπιστήμην, δόξαν, ἀκοήν· ἐπιστήμην μὲν ‘οἶδα, ὅπερ νὴ Δία ἐρεῖ’ καὶ ὅσα τοιαῦτα, δόξαν δὲ οἶον ‘τάχα τοίνυν ἴσως ἐρεῖ’, ὡς ἀμφιβάλλων περὶ τῆς προτάσεως, ἀκοὴν δὲ ὡς ἀκούων περὶ τῆς προτάσεως ‘πυνθάνομαι τοίνυν μέλλειν αὐτὸν λέγειν’.

    [*](5 Hom. Β 140 c. schol. Ven. B 2 δʼ ἀῦ εἶπε ⌊καὶ m.1 supr.⌉ Pc 3 δὲ om. Vδ | μένειν PVcSfPh; ἐν Vh; μόνοις Ac; μόνον Vδ 5 cf. [Dion.] lI 1 p. 329, 14 sq Us. | σχολικαῖς Ac 6 βο- ηθεῖ Vc Ac Sf Ph; βοηθεῖται P 7 διὰ μαρτυριῶν PAc; διὰ μαρτυρίας VcSf; διὰ μαρτυρίαις Ph, v.l.P 8 γὰρ καὶ VcAcSf Ph | cf 250, 1 sq. 366, 17 sq. 11 pr. ἐστὶ om. Ph 13 supr. VcAcSf, mg P Ph | mg. κα AcPh, κβ P 1 (ὁ γὰρ) — p. 439, 11 laudat Dox. (in Herm. Π. ἰδ. p. 238, 14) | cf. [Dion.] lI 1 p. 362, 17 sq. Us. | οὐ κατηγοροῦντας τοῦ Ph 16 〈οἷον〉 οἶδα Spengel ὅτι (pro περ) Fuhr; cf. [Dion.] l. 23 17 οἷον PSf Ph, Dox.: om. VcAc 17. 18 cf. Dem. 21, 191 18 ὡς postea add. Vc (m. 1?); om.SfPh 18 τὴν πρότασιν Dox. 19 ἀκούω ἢ (om. περὶ τῆς προτάσεως) Dox.)
    439

    Τὰ μὲν δὴ σχήματα τῆς προτάσεως τῶν τοῦ ἀπολογουμένου κεφαλαίων ταῦτα· ὁ δὲ καιρὸς ἑκάστου τίς; δεῖ γὰρ εἰδέναι, πότε τῇ ἐπιστήμῃ καὶ τῇ δόξῃ καὶ τῇ ἀκοῇ χρησόμεθα· ἡ γὰρ ἀκαιρία πολλάκις καὶ ἐναντία ποιεῖ. τῶν μελλόντων προτείνεσθαι ὑπὸ τοῦ ἀπολογουμένου τοῦ οὖν ἀντιδίκου τὰ μέν ἐστιν ἰσχυρότερα, τὰ δὲ ἀσθενῆ, τὰ δὲ μέσα· τὰ μὲν οὖν ἀσθενῆ [*](428) τοῦ ἀντιδίκου ὡς εἰδὼς τῇ ἐπιστήμῃ προβαλῇ, τὰ δὲ μέσα τῇ ἕξει ὡς στοχαζόμενος, ὅπερ ἐστὶ τῇ δόξῃ, τὰ δὲ ἰσχυρὰ ὡς πυνθανόμενος. ἵνα δοκῇς ἀκούειν αὐτά, μὴ συνειδέναι δὲ ἰσχυρὰ ὄντα. Οὕτω μὲν δὴ δεῖ [*](445) προτείνειν.

    Δημοσθένης δὲ τὰ ἄμικτα ἔμιξεν ἐν τῷ Κατὰ Μειδίου, ἐπιστήμην ὁμοῦ καὶ ἀκοήν, λέγων οὕτως «ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδία πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι»· διὰ μὲν γὰρ τὴν φύσιν τοῦ πράγματος καὶ τὴν ἰσχύν τοῦ κεφαλαίου τῇ ἀκο κέχρηται, διὰ δὲ τὴν προσποίησιν τῆς καταφρονήσεως τῇ ἐπιστήμῃ. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς ἀτελείας ἰσχυρότατον προτείνων τοῦ Λεπτίνου κεφάλαιον, τὸ τῆς ἀξίας, τῇ ἐπιστήμῃ προέτεινεν οὕτως «ἔστι δ᾿ οὐκ ἄδηλον τοῦθ᾿, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λεγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, [*](5 τὰ μέλλοντα Dox. | ἐπὶ Dox. 6 τοῦ οὖν ἀντιδίκου P Vc Ac SfPh; om. Vδ, Dox. 6. 7 ἰσχυρὰ Dox. 8 προβαλεῖ AcSfPh, Dox. 9 τῆ λέξει Ph; τῇ τάξει, ἕ supr. Vδ; ⌊ΙΙ⌉τ|ῆ m. po. ex ι; Ι er.⌉ έξει Vc; cf. Syr. 1 p. 35, 6 10 δοκῆι Ac Ph, Dox. | αὐτὰ ἀκούειν Sf 11 συνειδέναι VcStPh, m. 2Pc, cf. Syr 1 p. 35, 4 (addit τοῖς ἀντιδίκοις), [Dion.] lI 1 p. 363, 7 Us. (addit τοῖς ἐναντίοις); συν- ιέναι PAc, Dox, m.po.Vc | δὲ om. VcSfPh 11. 12 ⌊εἰπεῖν del.⌉ προτείνειν Ph 14 ὁμοῦ om. Vδ | Dem. 21, 25 16 ἐπηγγέλλετό Ph 1 ἀξίας (τα m. 2?) Vc | cf. 441, 12 22 Dem. 20, 1 | τοῦθ᾿ om. Pah VcAc 23 περὶ αὐτοῦ ἐρεῖ Vc)

    440
    φήσει δὲ ἀναξίους τινὰς εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας». λέγομεν οὖν, ὅτι ὁ Δημοσθένης χρῆται τοῖς σχήμασι καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, καὶ ἐνταῦθα τῷ μὲν Λεπτίνῃ ἰσχυρότατόν ἐστι τοῦτο τὸ κεφάλαιον, τῷ δὲ Δημοσθένει εὔλυτον.

    [*](429)

    24 Τοῦ ταὐτὰ λέγοντα ἢ ἑαυτῷ ἢ ἄλλῳ τινὶ μὴ δοκεῖν τὰ αὐτὰ λέγειν διπλῆ μέθοδος· τάξεως μεταβολή, καὶ μήκη καὶ βραχύτητες. ἡ δὲ αὐτὴ καὶ τοῦ παραφράζειν μέθοδος· ἢ γὰρ τὴν τάξιν μεταβάλλεις, περ ἐκεῖνος ἐχρήσατο, ἢ τὸ μέτρον· εἴπερ γὰρ διὰ μακρῶν ἐκεῖνος, ταῦτα ἐν βραχέσι συνελὼν λέγεις, ἢ τὸ ἐναντίον.

    Τίς δὲ ἑκατέρου τούτων ὁ καιρός; ἡ μὲν συμβουλευτικὴ μήκη καὶ βραχύτητας ἐπιδέχεται· τῆς γὰρ τάξεως μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ πάντως πρῶτον τὸ κατεπεῖγον εἶναι δεῖ παρὰ παντὶ συμβουλεύοντι. ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῶν κεφαλαίων τῆς τάξεως ἀμετάβλητος ἡ φύσις τῶν πραγμάτων. [*](446) χρώμεθα οὖν τοῖς μήκεσι καὶ ταῖς βραχύτησιν, ὥσπερ ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης ἔν τε τοῖς Ὀλυνθιακοῖς καὶ ἐν τῷ Περὶ τῶν ἐν Χερρονήσῳ [*](1 εὐρομένους Ph, m.1Vc, (α m. 1 supr.) P; εὑραμένους AcSf 3. 4 καὶ παρὰ φύσιν om. P VcPh; γρ καὶ οὕτως· καὶ κατὰ φύσιν καὶ κατὰ τέχνην. ἢ οὕτως· καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν Pa; γρ΄ καὶ κατα τέχνην m. 2Sf 4 ὡς καὶ ἐνταῦθα Ac 6. 7 supr. AcSf, (τοῖς ἄλλοις) Vc; mg. Pa, (om. τὰ) Pc, (om. τοῦ) Ph | mg. κβ VcAcPh, P | ἢ τοῖς ἄλλοις Vc; ἢ καὶ ἄλλοις Pπ 11 μετα- βαλεῖς Vδ 12 γὰρ et ἐκεῖνος om. VcAcSfPh 14 δὲ om. VcPh 16 ἐν μὲν VcAcSfPh πάντων Sf 17 παντὶ τῶι Pc 21 ὁ om. VcSfPh 22 τῶ Vδ τοῖς PVcAcSfPh | ἐπὶ Ph)

    441
    σρατιωτῶν· τὰ αὐτὰ γὰρ λέγων ἑαυτῷ μάλιστα ἔλαθεν. ἐν δὲ πανηγυρικῇ ἰδέα Πλάτων τὰ αὐτὰ λέγων Θουκυδίδῃ ἐν τῷ Ἐπιταφίῳ οὐ μόνον ἔλαθεν, ἀλλὰ καὶ ἄλλα λέγειν ἔδοξε· τὰ γοῦν περὶ τῶν πολέμων Θουκυδίδης μὲν ἐπιμνησθεὶς παρῆκεν, ὁ Πλάτων δὲ ἐπεξειργάσατο· τοὐναντίον δὲ Πλάτων μὲν παρῆκε τὰ περὶ τῆς πολιτείας, Θουκυδίδης δὲ ἐπεξῆλθεν.

    Ἐν δὲ τῇ δικανικῇ ἰδέᾳ καὶ ἡ τῆς τάξεως μεταβολὴ χώραν ἔχει, ὥσπερ Δημοσθένης ἐποίησεν ἐν τῷ Περὶ τῆς ἀτελείας· Φορμίωνος γὰρ προκατηγορήσαντος τοῦ νόμου καὶ χρησαμένου τοῖς κεφαλαίοις τῆς διαιρέσεως, [*](430) τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῷ τῆς ἀξίας, ἀνέστρεψε τὴν τάξιν μεταβάλλων· πῶς δὲ τοῦτο ἐποίησεν, ἐν τοῖς περὶ τοῦ λόγου διεξήλθομεν.