Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

4 Ἔννοιαι δὲ γλυκεῖαί τε καὶ ἡδονὴν ἔχουσαι μάλιστα μὲν πᾶσαι αἱ μυθικαί, οἷον «ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἵ τε ἄλλοι θεοὶ καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος» καὶ τὰ ἑξῆς, ἔστι δὲ ἀπὸ τοῦ Συμποσίου ταῦτα Πλάτωνος· καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν ἐν Φαίδρῳ «ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν Μούσας γεγονέναι» καὶ τὰ ἑξῆς· καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατʼ Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν ἠξίωσαν παρʼ ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι δὲ Κὐμενίσι καὶ Ὀρέκτῃ τοὺς δώδεκα θεούς». ἀλλʼ ἐνταῦθα μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα· ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθʼ ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. ἀλλʼ ἐκεῖσε ἐπάνειμι. — Πρῶτον μὲν γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν [*](314) λόγῳ αἱ μυθικαὶ τῶν ἐννοιῶν ποιοῦσι· κατὰ δεύτερον δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι τοιουτότροπον. — Τρίτην δὲ ἔχει τάξιν τὰ κατʼ ὀλίγον μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα, μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν [*](1 cf. Aristid. II 499 Sp. 2 ἡδονὴν μᾶλλον ἔχουσαί εἰσιν μά- λιστα VcBa 3 Plat. Symp. 203 B 5 πύρος Ba, (ό m. 2 supr. ) Vc, πῶρος Ac 7 οἷτοι ἄνθρωποι V, Plat. Phaedr. 259 B 9 Dem. 23, 66 14 cf. 314, 6 sq. 16 καὶ om. VcBa 18 ad λελέξεται Pc: γρ ἐίδει (sic) 19 l. 2 | γλυκύτητα ποιεῖ καὶ VcBa 20 ποιοῦσι om. VcBa 20. 21 δὲ δεύτερον Pc 21 εἰ- σὶν VcBa 22 εἴ om. V)

331
ἅπαντα τὰ Ἡροδότου· μυθώδη γὰρ ὀλίγα ἔχει, οἷον [*](358) τὰ περὶ τοῦ Πανὸς ῥηθέντα καὶ τοῦ Ἰάκχου καὶ ἴσως ἄλλα τινὰ σφόδρα γε ὀλίγα· τὰ μέντοι ἄλλα καὶ πιστεύεται γεγονέναι καὶ ἀπήλλακται τοῦ μυθικοῦ, διόπερ οὐδὲ ὁμοίως τοῖς φύσει μυθικοῖς μετέχει τῆς γλυκύτητος. — Ἕτερον δὲ παρὰ ταῦτα εἶδός ἐστιν ἡδονὴν ἔχον καὶ γλυκύτητα ἐννοιῶν, ὅπερ ἄλλοτε ἄλλην ἔχει δύναμιν· τοῦτο γὰρ πολλάκις μὲν καὶ τὰ μυθικὰ αὐτὰ ὑπερβάλλει τῇ ἡδονῇ, πολλάκις δὲ καὶ τῶν τρίτην ἐχόντων τάξιν ἐλαττοῦται, ἔστι δὲ τοῦτο τοιοῦτον. πάντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν ἡδέα, λέγω δὲ τῇ ὄψει ἢ ἁφῇ ἢ γεύσει ἤ τινι ἄλλῃ ἀπολαύσει, ταῦτα καὶ λεγόμενα ἡδονὴν ποιεῖ. ἀλλʼ αἳ μέν εἰσιν αἰσχραὶ τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν, αἳ δʼ οὐ τοιαῦται. καὶ τὰς μὲν οὐκ αἰσχρὰς ἔστιν ἁπλῶς ἐκφράζειν, οἷον κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ καὶ τῇ ὄψει προσβάλλει ἡδονὴν ὁρώμενα καὶ τῇ ἀκοῇ, ὅτε ἐξαγγέλλει τις, ὥσπερ ἡ Σαπφὼ «ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ [*](315) διʼ ὔσδων μαλίνων» καὶ «αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ» καὶ ὅσα πρὸ τούτων τε καὶ μετὰ ταῦτα εἴρηται. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Πλάτωνι ἐν Φαίδρῳ, οἷον «νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή· ἥ [*](1 πάντα τὰ τοῦ Ac | ἡροδότου PAc, m. 2c; μυθικά m.1Ba, ?Vc 2 Her. 6, 105 8, 65 | καὶ ἴσως καὶ Syr. 3 γε PAc; δὲ VcBa; om. Syr. | καὶ om. Ba 9. 10 τῶν τὴν τρίτην 10 (τοῦ om.) τὸ Ba 11. 12 δὲ τῇ om. VcBa 12 prim. ἢ om. VcBa; ἢ τῆι Ac 12. 13 ταῦτα γὰρ καὶ Ac 18 ἐξαγγέλλοι Ac 19.20 Sapph. fr. 4 Bergk4 20 ὑσδων Pc, (ὕ m. po. in ras.; in schol. m.1 ὔσδων) Pa; ὄσδων Ac, (cr. ) Vc, (ὄζ⌊ω ex ο⌉ν m.1 supr.) Ba 21 κῶμα om. Ac, v.l.P; κῦμα Ba 22 τὸ om. VcBa 23 οἷον om. Pc | Plat. Phaedr. 230 B 24 αὕτη καὶ μάλα Pc)
332
καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὕτως ἄν τις ἐκφράζων ἡδονὴν ποιοίη καὶ γλυκύτητα. ὅσαι δέ εἰσιν αἰσχραὶ τῶν κατὰ τὰς ἀπολαύσεις ἡδονῶν, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν καὶ γλυκύτητα· οἷς γὰρ ἕκαστος χαίρει πραττομένοις, ἐκείνοις οὗτος καὶ λεγομένοις ἡσθήσεται, ὁ μὲν ἀκόλαστος ἀκολάστοις, ὁ δὲ [*](359) σωφρονῶν δηλαδὴ σώφροσι, καὶ ὁ ποιῶν δὲ ὡσαύτως ποιήσει· ἐπεὶ καὶ τὸ
  • «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν
  • ἡδονὴν μὲν ἔχει καὶ οὐκ ὀλίγην γε, σώφρονα μὴν ταύτην καὶ μέχρι τοῦ μετρίου ἥκουσαν, τῇ δὲ λέξει καὶ πολὺ τῆς ἡδονῆς ἀφέστηκεν· οὐ γὰρ τραχέως μόνον, [*](316) ἀλλὰ καὶ σκληρῶς εἴρηται τὸ ‘ἔμαρπτε’· καὶ τὸ ‘ἀγκάς’ δὲ αὐτῇ τῇ προφορᾷ καὶ τῷ φθόγγῳ, εἰ τὸ τῆς ἐννοίας τις ἀφέλοι, ὁρᾷς, ὡς μεγέθους μᾶλλόν ἐστιν, οὐχ ἡδονῆς; ὅ γε μὴν ἀκόλαστος πάντως τι καὶ πλέον ἀκοῦσαι βούλοιτ᾿ ἂν ἢ καὶ εἰπεῖν, ὅ τι ποιοίη, ὡς ἐν κωμῳδίᾳ, οὐ μὴν ὅ γε σώφρων. τὸ μέντοι
  • «τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην»
  • καὶ τὰ ἑξῆς μείζονα ἔχει τὴν ἡδονήν, διότι καὶ μυθικὸν καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα καὶ οὐκ αἰσχρὸν ἦν ἐργάσασθαι τὰς τοιαύτας ἐννοίας τε καὶ ἡδονάς. τοιοῦτόν ἐστι καὶ τὸ [*](1 μὲν οὖν οὕτως Ac 4 διʼ ἀκοῆς Pc 4. 5 Syr. 1 p. 77, 8: Σωκράτης . . ‘οἷος ὁ βίος, τοιοῦτος ὁ λόγος· οἷος ὁ λόγος, τοι- αῦται αἱ πράξεις’; cf. Clem. Al. lII 70, 20 St. cet. 5 ἐκείνοις om. Syr. 7 σώφρων Ba | σωφρονικοῖς VcBa; γρ ὁ δὲ σώφρων δηλαδὴ σωφρονικοῖς P 9 Hom. Ξ 346 10 cf. 242, 24 sq. | μὲν om. VcBa 12 οὐδὲ γὰρ Pc 13 cf. 258,15 14 οὐχ ἡδὺ post φθόγγῳ add. Sc; οὐχ ἡδύ, καὶ vulg. 15 ἀλλʼ οὐχ VcBa 16 τι PAc; ποῦ VcBa 19 Hom. Ξ 347 20 διότι τι Pa Ac Ba 22 τὸ ἐργάσασθαι V | τε om. VcBa)
    333
  • «πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
  • κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα».
  • καὶ ὅλως μυρία τούτων παρὰ τοῖς ποιηταῖς ἔστι παραδείγματα. καθόλου τε πᾶσαι αἱ ἐρωτικαὶ ἔννοιαι γλυκεῖαί εἰσιν, ἐμπίπτουσι δὲ αὗται σχεδὸν ἐν ἅπασι τοῖς προειρημένοις κατʼ ἔννοιαν γλυκύτητος εἴδεσι καὶ εἰσὶν αὐτῶν ὥσπερ μέρη· διὸ οὐδὲ ἀπεδώκαμεν τάξιν ἰδίαν ταῖς τοιαύταις τῶν ἐννοιῶν, ἀλλʼ ἐπὶ τοσοῦτον αὐτῶν ἐμνήσθημεν. καὶ οἷς χαίρομεν δὲ λόγοις εἴ τις χρῷτο, οἷον ἐγκωμίοις τοῖς εἰς ἡμᾶς αὐτοὺς ἢ εἰς τοὺς προγόνους τοὺς ἡμετέρους ἢ εἰς τὰ παιδικὰ τὰ ἡμέτερα, δῆλον ὡς ἡδονὴν ποιεῖ. πολιτικὴ δὲ ἡ τοιαύτη ἡδονὴ καὶ διαχεῖ γε πολλάκις τοὺς ἀκούοντας μᾶλλον ταῦτα τῶν φύσει ἡδέων. ἔστι δὲ καὶ ταῦτα ἐκείνης τῆς δυνάμεως, [*](360) ἧς ἦν τὰ ἐξαγγελλόμενα ἅπαντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν τέρψιν φέρει. — Ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ [*](317) τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι, οἷον «τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν με ἐθέλει διδάσκειν, οἱ δʼ ἐν τῇ πόλει ἄνθρωποι». ἀμφισβητήσειε δʼ ἄν τις, πότερον κατὰ λέξιν ἢ κατʼ ἔννοιαν ἐνταῦθα γέγονεν ἡ γλυκύτης· καὶ ἴσως μᾶλλον κατʼ ἔννοιαν· τροπὴ μὲν γάρ τις ἔστιν ἐνταῦθα ἐν τῷ «οὐδέν με θέλει», ἐκ μεταφορᾶς δὲ γέγονεν ἡ περὶ τὴν λέξιν τροπὴ καὶ οὐχ ὡς ἐν τῷ «μέλιτος γλυκίων ῥέεν αὐδή»· ἐνταῦθα γὰρ τὸ ‘ῥέὲ’ τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ [*](1 Hom. λ 243 3 τούτου Pc 3. 4 τὰ παραδείγματα Pc Vc Ba 5 πᾶσι Ac 7 ἀποδεδώκαμεν VcBa 9 δὲ χαίρομεν Ac 13 μᾶλλον post γε VcBa; ταῦτα τῶν φύσει ἡδέων μᾶλλον Pc 14 γὰρ (pro δὲ) Ac 15 τὰ om. V 18 Plat. Phaedr 230 D | ἐθέλει (θέλει Pc) με P 22 τις post ἐστι Ac; om. VcBa 24 ⌊οὐχ ὡς m. 2⌉ Vc; ὡς οὐκ Ba 24 Hom. Α 249)
    334
    ‘ἐθέλει’, καὶ ἴδιόν τι σημαινόμενον ἔχει ἡ λέξις ἡ ‘ἐθέλει’. τάχα οὖν εἴποι τις ἂν ἠλληγορῆσθαι αὐτό, ἀντὶ τοῦ ‘οὐδέν με δύναται διδάσκειν’ τοῦ «οὐδέν με θέλει» ῥηθέντος. ἡμεῖς μέντοι τοῦτο, ὅ τί ποτʼ ἂν ᾖ, συγχωροῦντες εἶναι, τοσοῦτον διοριζόμεθα, ὅτι καθόλου τὸ περιτιθέναι τοῖς ἀπροαιρέτοις προαιρετικόν τι γλυκύτητα ποιεῖ, ὥσπερ ἔν τε τῷ προειρημένῳ δηλοῦται καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφὼ καὶ ὅταν αὐτὴ ἀποκρίνηται, οἷον «ἄγε χέλυ δῖά μοι λέγε, φωνάεσσα δὲ γίνεο καὶ τὰ ἑξῆς. ὁ δὲ Ἡρόδοτος καὶ μᾶλλον τοῦτο συνίστησι τὸ παῤ ἡμῶν λεγόμενον· σχεδὸν γὰρ διʼ ὅλου τοῦ λόγου ἡδονὰς ἐργαζόμενος ἐν τοῖς εἰς τὸν Ἑλλήσποντον ὑπὸ Ξέρξου πραχθεῖσιν ὑπερεβάλετο τῇ ἡδονῇ καὶ τῇ γλυκύτητι, οἷον «ἐνετέλλετο [*](318) δὲ λέγειν ῥαπίζοντας τάδε βάρβαρά τε καὶ ἀτάσθαλα· ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε βούλῃ [*](361) ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ὄντι δολερῷ καὶ ἁλμυρῷ ποταμῷ»· ἐνταῦθα γὰρ πρὸς τὸ ὕδωρ ὡς αἴσθησίν τινα ἔχον καὶ προαίρεσιν διαλεγόμενον ποιήσας τὸν Ξέρξην ὑπερέβαλεν ἡδονῇ, καθʼ ὅ ἐλέγομεν θεώρημα. τὰ μέντοι παρὰ τοῖς ποιηταῖς ἐξουσίᾳ λέγεται ποιητικῇ, ἀλλʼ οὐχ ὥσπερ εἰρήκαμεν, οἷον «ἀμιφὶ δὲ σάλπιγξεν μέγας οὐρανός καὶ [*](1. 2 γρ ἔχει ἡ λέξις τοῦ ῥέεν ἤτοι ἐθέλει Pc, (ῥέειν ἢ τὸ ἐθέ- λειν) Pa | ἡ ἤθελεν Ba, m.1Vc 2 ἠλληγορεῖσθαι Ba, m. 1Vc; ἀλληγορεῖσθαι Ac 7 τε om. 9 Sapph. fr. 45 B⁴ 14 Her. 7, 35 17 παθών V 18 βούλει VcBa 19 τὲ (pro δὲ) Ac 23 mg. ἐν ἄλλοις οὕτως καθὸ ἐλέγομεν θεωρήματα μέντοι παρὰ τοῖς ποιηταῖς Pa, (καθὸ ἐλέγομεν om.) Pc | l. 4 sq. 25 Hom. Φ 388)
    335
    «αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ» καὶ «γηθοσύνῃ δὲ θάλασσα διίστατο» καὶ ὅσα τοιαῦτα· οὐχ ὡς κατʼ ἀπροαιρέτων γὰρ λέγεται, ἀλλʼ ὡς καὶ δυναμένων τὸ πρακτέον εἰδέναι· δέδοται γὰρ καὶ τὰ τοιαῦτα τοῖς ποιηταῖς. ἀπήλλακται μέντοι γε οὐδʼ οὕτω γλυκύτητος, ἀλλὰ ποιεῖ μὲν κἀνταῦθα οὐδὲν ἧττον τὴν ἡδονὴν τὰ τοιαῦτα νοήματα, μετριωτέραν δὲ ἢ ἐν τοῖς ἄλλοις. ταὐτὸν δὲ συμβαίνει καί, εἴ τις τοῖς ἀλόγοις ζῴοις τὰ ἀνθρώπου ἴδια περιθείη, ὥσπερ ὁ Ξενορῶν λέγων τὰς κύνας ἐπισκυθρωπάζειν καὶ πάλιν μειδιᾶν καὶ ἀπιστεῖν τοῖς ἴχνεσιν ἢ πιστεύειν, καὶ ὅταν εἴπῃ «θρασεῖαι δὲ [*](319) αἱ οὐκ ἐῶσαι τῶν συνεργῶν τὰς σοφὰς εἰς τὸ πρόσθεν ἰέναι, ἀλλὰ ἀνείργουσι θορυβοῦσαι»· καὶ γὰρ τὸ «τῶν συνεργῶν» καὶ «τὰς σοφάς καὶ σχεδὸν ἅπαντα τὰ εἰρημένα ἀνθρώπων ἴδία καὶ οὐ κυνῶν. καὶ ὅλως πολλὰ τοιαῦτα λάβοις ἂν ἐκ τοῦ Κυνηγετικοῦ παραδείγματα, ἐν ᾧ δὴ καὶ φύσει τὸ κατʼ ἔννοιαν ἔχον τὴν ἡδονήν· καὶ κατʼ ἄλλα μὲν γάρ, κατὰ δὲ τὴν ἔννοιαν καὶ μᾶλλον, ὅτι φύσει τὸ πρᾶγμα ἡδὺ τὸ τῆς θήρας καὶ τῇ ὄψει, ὥς που καὶ τοῦτο αὐτὸς ἐπεσημήνατο ὁ Ξενοφῶν εἰπὼν ἥδιστον εἶναι θεαμάτων ἰδεῖν τὸν λαγὼν ἐξανιστάμενον, φεύγοντα, μεταδιωκόμενον, ἁλισκόμενον. Ἀλλὰ περὶ μὲν ἐννοιῶν γλυκύτητος καὶ ἡδονῆς τοσαῦτα.

    Μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ τὴν καθαρότητα καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται.

    [*](1 ἃς ἔχον ὧραι post οὐρανοῦ add. Vc Ba, cf. Hom. E 749 | Hom. N 29 3 γὰρ P; μὲν V 4 καὶ om. Pc 7 ἄλλοις ζώοις V 8 τις om. Vc Ba 9 ἀνθρώπων l. 15 10 σκυθρωπάζειν Pc | Xen. Cyneg. 3, 5 | ib. 4, 3 (ἐμμειδιῶσαι πρὸς τὰ ἴχνη) 10.11 ib. 3, 7 11 καὶ om. Vc Ba | ib. 3, 7 13 ἀνείργουσαι Pa 14 καὶ τὸ τὰς Ac | alt. καὶ om. Vc Ba | τὰ om. Vc Ba 17 ἡδονὴν πολύ Ald. 20 Xen. Cyneg. 5, 33 25 p. 227, 19. 327, 14)
    336

    Λέξις δὲ γλυκεῖα ἥ τε τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν ῥηθεῖσαν εἶναι καὶ ἔτι ἡ ποιητική. ταύτῃ τοι καὶ Ἡρόδοτος τῆς γλυκύτητος μάλιστα πεφροντικὼς ἐχρήσατο μὲν καὶ μεθόδοις καὶ ἐννοίαις, αἷσπερ καὶ ἡμεῖς ἐχαρακτηρίζομεν τὴν γλυκύτητα, λέξει τε ἑκάστῃ ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν· ἡ γὰρ Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα. εἰ δὲ καὶ ἄλλων [*](320) διαλέκτων ἐχρήσατό τισι λέξεσιν, οὐδὲν τοῦτο, ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. — Τὸ δʼ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον «σύν τε δύ᾿ ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν καὶ πάλιν ἐν Πολιτείας πέμπτῳ «ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοὺς τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί· καὶ γὰρ Ὅμηρὸς τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει» καὶ πάλιν [*](2 ῥηθεῖσαν Pa | p. 328, 17 | ταύτης VcBa; ταῦτά? cf. 299, 2. 338, 24 5 p. 331,1. 334, 10 | τε Ac, (δὲ supr.) Pa; δὲ Pc, m. 2Vc; om. VcBa 6 καὶ ἰδία Ac; ἰδίαι μὲν VcBa | πανταχοῦ Pc | l. 1 10 τοῦτο PVcAc; τοιοῦτον Ba 13 γε μὴν Ac, v. l. P 14 ὅπερ Pa 15 sq. cf. p. 450, 21 Sp. 16 Plat. Symp. 174 D; Hom. Κ 224 17 ἐρχομένων Ba, (alt. ν er.) Pa Vc | βουλευσώμεθα V | ὅττι Ac 18 Plat. Reip. V 468 CD | τὸ τοὺς VcBa 21 αἴ- αντα ante γεραίρεσθαι Ac, m. 2Vc; om. P; post νώτοισιν Plat. Hom. H 321 | τοιαύτην V 22 τε om. Ac 23 τιμὴν (pro ἰσχὺν) Ac)

    337
    τοῦτο «ἀλλʼ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα [*](363)
  • οἳ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν,
  • ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων;
  • πεισόμεθα μὲν οὖν». ἔστι δὲ πολλὰ καὶ παρὰ τῷ Ξενοφῶντι τοιαῦτα καὶ παῤ ἄλλοις συχνοῖς, καὶ ἀφθονία παραδειγμάτων ἐστίν, εἴ τις ἐκλέγειν παῤ ἑκάστου βούλοιτο. ὁ δὲ Πλάτων καὶ ἀφειδέστερον ἐν τῷ Συμποσίῳ καταχρησάμενος τῷ τοῦ Ἀγάθωνος προσώπῳ ὡς [*](321) ποιητοῦ τῇ παραπλοκῇ ταύτῃ ἐχρήσατο· οὐ γὰρ ἀπʼ ἀλλοτρίων ποιημάτων τινά, ἀλλʼ αὐτὸς ποιήσας παρέπλεξε, προδιορθωσάμενος μέντοι, ἵνα μὴ πάντῃ αὐτεξούσιον εἶναι δοκῇ τὸ λεγόμενον, οἷον «ἐπέρχεται δέ μοί τι καὶ ἐμμέτρως εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν», εἶτα τὸ μέτρον ἐπήγαγεν
  • «εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην,
  • νηνεμίαν δʼ ἀνέμοις, κοίτην ὕπνον τʼ ἐνὶ κήδει».
  • καὶ ἐν τῷ Φαίδρῳ δὲ παραπλησίως πρόσωπόν τι ὑποβαλὼν ἀόριστον μέν, ἀλλʼ οὖν ὡς ἑτέρου λέγοντος ἐνθουσιῶν δὴ μέτρον ἐφθέγξατο
  • «ὡς λύκοι ἄρνα φιλεῦσʼ, ὣς παῖδα φιλοῦσιν ἐρασταί»·
  • ὸὐ μέντοι οὐδὲ τοῦτο εἴασεν ἀπαραμύθητον, ἀλλʼ ἐπήγαγέ τι ἐπιδιορθωτικὸν καὶ τούτῳ. εἰδέναι μέντοι χρή, [*](1 ἐν τούτωι V | πεισώμεθα Ba 1. 2 τοῦ τοιούτου Ac, Plat. Reip. V 468 E 8 Hes. Op. 121 | τελέθουσιν P (═ Plat. l. l.); καλέονται (═ Plat. Crat. 398. A) 5 πειθώμεθα Vc; πεισώμεθα Ba | τῷ om. V 13 Plat. Symp. 197 C 14 καὶ ἐμμέτρως τι Pc | οὕτως m.1Vc 17 νηνεμίαν ἀνέμων κοίτην ὕπνον τε νηκηδῆ (v. l. νηκηδεῖ et νικηδεῖ) Plat. | ἀνέμων V | γρ δὲ καὶ οὕτως ὕπνον τὲ νηκηδῆ P 21 φιλεῦσʼ PV; ἀγαπῶσʼ Plat. Phaedr. 241 D 23 διορθωτικὸν Ac)
    338
    ὅτι αὗται αἱ παραπλοκαί, εἴτε ἰδίων εἴτε ἀλλοτρίων εἶεν ποιημάτων, εἰ μὴ οὕτω παραπλέκοιντο, ὥστε ἓν δοκεῖν εἶναι σῶμα αὐτῶν τε καὶ τοῦ πεζοῦ λόγου, ἀλλʼ ἐκ διαστάσεως λέγοιντο, ὥσπερ οἱ νόμοι καὶ τὰ ψηφίσματα ἐν τοῖς λόγοις ὅτε ἀναγινώσκοιντο, οὐ ποιοῦσιν ἀκριβῆ τὴν γλυκύτητα ἀλλʼ ἄλλο τι, οἷον «παρανάγνωθι δή μοι καὶ σὺ τὰς ῥήσεις, ἃς ἐλυμήνω·
  • ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
  • καὶ
  • κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με».
  • καὶ πάλιν τὰ ἐξ Ἀντιγόνης Σοφοκλέους ἐν τῷ Περὶ [*](364) [*](322) τῆς παραπρεσβείας εἰρημένα, οἷον
  • «ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν»
  • καὶ τὰ ἑξῆς· τάχα μὲν γὰρ φαίη τις ἂν καὶ ταῦτα ἔχειν, εἰ καὶ βραχύ, ἀλλʼ οὖν ἔχειν τι καὶ γλυκύτητος, δῆλόν γε μήν, ὅπερ ἔφην, ὅτι ἤτοι πάντα τὰ τῆς ἡδονῆς διαφθείρεται τῷ λόγῳ, εἰ ἐκ διαστάσεως παραπλέκοιτο αὐτῷ τὰ ποιήματα, ἢ οὐκ ἀκριβῆ γε αὐτὴν ἴσχει. — Ἀλλʼ ἐπανιτέον πάλιν ἐπὶ τὸν περὶ λέξεως γλυκείας λόγον. γλυκεῖα γὰρ λέξις καὶ ἡ διὰ τῶν ἐπιθέτων ὀνομάτων, οἷον «ἄγετε δή, ὦ Μοῦσαι λίγειαι». καὶ κατʼ αὐτὴν δὲ τὴν ποίησιν φύσει οὖσαν γλυκεῖαν παρὰ τὸν ἄλλον λόγον ἐκφαίνεται τὰ ἐπίθετα καὶ γλυκύτερά πως ὄντα καὶ πλείονα ποιοῦντα τὴν ἡδονήν. ταῦτά τοι καὶ ὁ Στησίχορος σφόδρα ἡδὺς εἶναι δοκεῖ διὰ τὸ πολλοῖς [*](3 αὐτῶν τε εἶναι σῶμα VcBa 6 Dem. 18, 267; Eur. Hec. 1; fr. adesp. 122 N.2 10 κάκʼ ἀγγέλλειν Pc 11 Dem. 19, 247; Soph. Ant. 175 | περὶ om. Pc 15 γέ τι Ac 16 γε PaV; τὲ Pc 17. 18 αὐτῶι παραπλέκοιτο Ac 19 πάλιν post λέξεως Vc Ba 20. 21 ὀνομάτων suspect. 21 Plat. Phaedr. 237 A 24 ταύ- τηι Ac (cf. 336, 2))
    339
    χρῆσθαι τοῖς ἐπιθέτοις. καὶ ἡ δριμεῖα δὲ λέξις τῶν γλυκύτητα ποιουσῶν ἐστι, περὶ ἧς αὐτίκα εἰρήσεται.

    Σχήματα δὲ γλυκύτητος, ἅπερ καὶ ἀφελείας ἐλέγομεν εἶναι καὶ ἔτι καθαρότητος, πρὸς δὲ τούτοις καὶ τὰ τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου.

    Συνθήκη δὲ ἡδεῖα, ἥπερ καὶ καλή, δηλονότι ἡ σφόδρα ἐγγὺς ἄγουσα τὸν λόγον τοῦ καὶ ἔμμετρον εἶναι· δεῖ γὰρ καὶ κατὰ τὴν συνθήκην προσβάλλειν τινὰ ἡδονὴν τῇ αἰσθήσει τὴν γλυκύτητα. πόδες μέντοι πλεονάζειν ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι.

    Καὶ αἱ ἀναπαύσεις δὲ ὡσαύτως ἐν ἡδονὴν ἔχοντι λόγῳ σεμναὶ ἔστωσαν καὶ βεβηκυῖαι· βεβηκέναι γὰρ δεῖ τὸν ῥυθμὸν ἐνταῦθα, ὥσπερ ἐλέγομεν καὶ ἐν ἀφελείᾳ.

    [*](365)

    Ἔφην ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς προσηκούσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς βαθεῖαι· ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως τὰ περινενοημένα· διὸ καὶ ἴδιον τοῦτο ἀφελείας, λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως, διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. — Ἕτερον δὲ [*](1 δὲ om. VcBa 3 ⌊ἀφ m. po.⌉ ελείας Pc 6 ἡ ἡδεῖα VcBa; ἰδία Ac | cf. 308, 15 7 ἄγουσα P Ac; οὖσα VcBa 10 cf. 251, 23 11 αἱ om. PcAc 12 ὑποβεβηκέναι VcBa, v. lP 13 p. 329, 14 16 p. 328, 22. 329, 2 19 p. 328, 9 | εἰσὶν οἷον P, cf. Syr.; οἷόν εἰσιν VcBa; εἰσὶν οἷον αἱ Ac 24 τὰ om. Ac | τὰ etiam ante παρὰ Vc | p. 328, 13)

    340
    παρὰ ταύτην τὴν δριμύτητα εἰτε καὶ ὀξύτητα δριμύτητός ἐστιν εἶδος, περὶ οὗ δυσχερὲς ἀποφήνασθαι, ὅτι περὶ λέξιν ἢ περὶ ἔννοιαν γίνεται· οὔτε γὰρ ὡς ἔστιν ἔννοια οὔθʼ ὡς οὐκ ἔστιν, ἀσφαλὲς εἰπεῖν· κατὰ λέξιν μὲν γὰρ θεωρεῖται, ἡ λέξις δὲ αὐτὴ καθʼ ἑαυτὴν ἡ ποιοῦσα τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς ἐξαγγέλλοι καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν ὡσαύτως· ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλʼ [*](324) αὐτὴ μὲν καθʼ ἑαυτὴν οὐδὲν ἔχει τοιοῦτον, ἔννοιαν δέ τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη, οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, διʼ ἃς πρὸ [*](366) τοῦ δέοντος ἀναχωροῦσιν αἱ κύνες ἐκ τῶν διωγμῶν, φησίν, ὅτι αἳ μὲν διὰ μαλακίαν, αἳ δὲ διὰ ἀήθειαν, αἳ δὲ διὰ τὸ καὶ τό, αἳ δὲ διὰ φιλανθρωπίαν ἀναχωροῦσι, φησί· τὴν γὰρ πρὸς τοὺς ἀνθρώπους συνήθειαν καὶ τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν, [*](2 exsp. πότερον 3 οὐδὲ V 5 γὰρ m.2 suppl. Vc | pr. ἡ post δὲ Pc 7 αὐτῆς Pc | ἢ om. Ba 8. 9 οὐκ ἔστι τοῦτο V 10 ἐξαγγέλλοι — 12 αὐτῆς om. Ba 18.19 τοῦτο ἔσται Ac 20 ἐκείνη Ac 21 Xen. Cyneg. 3, 8 23 διʼ ἀσθένειαν Diac. f. 421r; διʼ ἀ⌊I⌉ήθειαν Pa 24 alt. διὰ om. Pa | διὰ τὸ φιλάνθρωπον Sc, Diac., Xen. 26 cf. Plat. Defin. 412 E)
    341
    οὐ κυρίως μὲν ἐπὶ τούτου τοῦ πράγματος οὔσης τῆς λέξεως — ἐπʼ ἄλλου γὰρ τάττειν εἰώθαμεν τὴν φιλανθρωπίαν —, κυρίως μέντοι πως σημαίνων τὸ πρᾶγμα· καὶ γὰρ τάχα τούτου μᾶλλον ἂν εἴη κυριωτέρα ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε τιθοῖτο, ἐφʼ οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι, ἡμῶν πάλιν ἐπʼ ἄλλου πράγματος ταττόντων τοὔνομα τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι,
  • «μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
  • ὑπερβάλῃς»,
  • φησί· σχεδὸν γὰρ τοὐναντίον νῦν ἡ λέξις αὕτη σημαίνει [*](325) ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι· τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ τὸ μοιχεύεσθαι. καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι τὸν εὐνόητον καὶ σαφῆ· καὶ ὁ Εὐφορίων «ἀτρέα δῆμον Ἀθηνῶν» ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλως τε πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν εἰς ψυχρότητα· ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα ταυτὶ συντιθέντες τοῦ γελοίου γʼ ἕνεκα οὐδὲν ἄλλʼ ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν· εὐλαβεῖσθαι οὖν χρή. Καὶ πρῶτον μὲν τοῦτο εἷδος δριμύτητος, [*](1 ἐπὶ om. VcBa 3 σημαῖνον VcBa 4 τάχα post μᾶλλον Pc | τοῦτο m. 2Vc; ἐπὶ τούτου Ac 6 φύσει καὶ 7 Soph. fr. 1006 N.2 10 παῤ (om. 11 τῷ) Pc 13 ὑπερβάλη Ba, (λλης m.2 supr.) Vc; ζήτει παρελθεῖν Eur. Andr. 230 15 ἢ om. Ba, supr. Vc 18 fr. 159 Scheidweiler (diss. Bonn. 1908); cf. Meineke, Anal. Alex. p. 126 20. 21 ἐμπεσεῖν PcAc 21 ‘fort. σπουδο- γέλοια vel σπουδαιογέλοια’ Meineke; εἰ δὲ δεῖ ‘γελοῖα’ γράφειν μόνον, ὅπερ ἐμοὶ κάλλιον δοκεῖ, ῥᾴδιος ἡ ἑρμηνεία Sic. VI 408, 29 W.)
    342
    παράδειγμα δὲ αὐτοῦ παρὰ τῷ ῥήτορι οὐκ ἔστιν.