Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἕτερα δὲ αὐτῆς εἴδη τρία, οἷς ὁ ῥήτωρ χρῆται, ἃ δὴ πάντα κατʼ ἀκολουθίαν τινῶν προρρηθέντων ἀπό τινος [*](367) λέξεως γίνεται, διαφέρει δέ πως ἀλλήλων. τὸ μὲν γὰρ καθʼ ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον «μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;» τοῦτο ἐγὼ μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος δριμύτητος· ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι [*](326) βιβλίοις οὕτω τεθεωρήκασι καὶ τοῦτο καὶ τεθείκασί γε ὡς παράδειγμα τοιαύτης δριμύτητος, εἰρήσθω καὶ ἡμῖν, καίτοι τάχʼ ἴσως οὐδʼ ἡ τοιαύτη δριμύτης, εἴπερ οὕτω γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα· ἀλλʼ οὖν εἰρήσθω. καὶ τοῦτο μὲν οὕτω καθʼ ὁμοιότητα λέξεως γίνεται, ὡς προείρηται.

Ἕτερον δὲ εἶδος δριμύτητος τὸ ἐκ παρονομασίας, οὐκ ἐξ ὁμοιότητος, ὅταν κυρίῳ τινὶ ὀνόματι ἢ ῥήματι χρησάμενοι εἶτʼ εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ ἐφʼ οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον «εἰ μὴ καὶ τοὺς τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν», εἶτʼ εἰπών, διʼ ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι [*](3 κέχρηται V 4 τινῶν PV; τῶν 4. 5 ἀπό τινων λέξεων Ald. 7 Dem. 8, 27 8 τισι Vc | τούτων τῶν Sc 9 εἶχον om. Ac 11 δὲ ἔτι V 13 pr. καὶ om. Sc 13. 14 γρ καὶ τεθείκασι γε πως καὶ παράδειγμα τοιαύτης Pa, (om. γε πως καὶ) Pc 14 δρι- μύτητος τοιαύτης (m. 1 cr.) Pa 15 cf. 341, 20 20 κυρίως Ac 21 ἑπομένωι VcBa 22 Dem. 9, 17 22 φήσαιμεν Ac 24 ἂν om. Ba, (add. m. 2) Vc | ἤδη τοῖς τείχεσι Pc)

343
πάνθʼ, ὅσα νῦν πράττει καὶ κατασκευάζεται, ἐπʼ αὐτοὺς κατασκευάζεται, ἐπάγει δριμέως «εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ». καὶ πάλιν «ἐγὼ δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι»· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον, οὐ μόνον δριμύν· τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι· ἐπεὶ καὶ [*](368) καθʼ ἑαυτὸ εἰ λέγοι τις τὸ «τέθνηκε τῆς πόλεως τὸ τοὺς ἀδικοῦντας μισεῖν», πάνυ ποιήσει σκληρὸν κατὰ τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει.

Λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ [*](327) ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ μηδὲ σκληρᾷ κατʼ ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησεʼ τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ ‘καταρρεῖ’ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ [*](1 νυνὶ V 2 Dem. 9, 18 4 Dem. 19, 289 5 εἰ m. po. suppl. Pa 7 καὶ om. Ac 8 μόνον Pc V; μὴν Pa 9 καὶ om. Ac 10 ἑαυτὸν Pc 13 ἐνεργείαι P 16 ἀτηρᾶ Ac (quod interpretatur Syr.), cf. l. 23; ἀ⌊υσ m. 2⌉ρᾶ Ba: ἀτ⌊η m. 2⌉ρᾶ Vc 19 Dem. 2, 10 20 βραχὺ (sic) Ba 22 γὰρ PV; δὲ Syr. 23 ἀτηρὸν Vc Ac; ἀ⌊υστη m. 2⌉ρὸν Ba οὐδὲ PaAc; καὶ PcBa; l litt. er., supr. (m 1?) ὀ⌊υ⌉δε, Vc | οὐ σκληρὸν δέ (om. οὐ μὴν αὐστηρόν) Syr. 24 τοιοῦτό (-τόν Ac) γε V)

344
τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι· ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ «τῷ χρόνῳ δὲ φωρᾶται». ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ
  • «εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἵπτατο
  • ὁ κύματʼ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν
  • τὸν παῖδʼ ἐν ὑγροῖς κύμασι τεθνηκέναι»·
  • τῷ γὰρ ‘οἰκῶν’ παράκειται τὸ ‘ἡρμήνευσεν ἄν’, καθʼ αὑτὸ δʼ ἂν ἦν σκληρόν πως. Τοσαῦτα καὶ περὶ τῆς δριμύτητός τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ καὶ τῇ γλυκύτητι.

    Ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς [*](328) λόγος ἅπας ὁ αὐτὸς ἂν εἴη δήπου τῷ περὶ ἁβρότητος καὶ περὶ τοῦ ὡραίου λεγομένου λόγου καὶ εἴ τι τοιουτότροπον· ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων [*](369) τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέν τε οὕτως καὶ ἑρμηνεύωμεν διʼ ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατʼ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται· ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα [*](4 λέγω om. Ba, supr. Vc 5 πολυείδωι Vc, m. 1Ba 6 Eur. fr. 636 N.2 | ἵπ⌊τ⌉ατο Pc; ἵππατο Ac; ἵπτατ᾿ VcBa; ἔπτατο Mat- thiae 8 κύμασι⌊ν er.] Vc 9 ἄν om. V 13 ἡμῖν om. Pc 15 περὶ om. Pc 17 διαλλάττειν Ac | εἶναι (pro ἔστι) Ba γὰρ om. Ac 21 τοῖς σχήμασιν PV; ταῖς συλλαβαῖς ? cf. 300, 6)

    345
    ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου.

    Ἀλλὰ περὶ μὲν ἀφελείας καὶ γλυκύτητος τοσαῦτα· ἑξῆς δʼ ἂν εἴη λέγειν περὶ ἐπιεικείας.

    Περὶ ἐπιεικείας.

    Ἐπιεικὴς καὶ ἠθικὸς λόγος γίνεται κατʼ ἔννοιαν μέν, ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται· ἢ ὅταν εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν [*](329) πολλῶν εἷς, σχεδὸν δὲ καὶ τοῦτο ταὐτόν ἐστι τῷ προειρημένῳ· καθόλου γὰρ ἡ ἐπιείκεια παρατεθραυσμένον ἔχει τὸ δίκαιον διὰ φιλανθρωπίαν, ὡς ἔφη Πλάτων, καὶ τὸ μὴ ὄντα οὖν τῶν πολλῶν ἕνα ἑαυτὸν ἐν τοῖς πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλʼ ἢ ἑκόντα μειονεκτεῖν ἐστιν· ὅμως δὲ κείσθω καὶ κατʼ εἶδος ἕκαστον, δεύτερον οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου καὶ πρῶτόν γε τὸ «ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα». εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου τοῦτο γὰρ φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι [*](370) τοῖς τε ἄλλοις καὶ τοῖς εἴδεσι τοῦ λόγου, ὥσπερ ἐνταῦθα εἰς δέον κέχρηται τῇ ἐπιεικείᾳ καὶ τῷ ἤθει, ἐπεὶ καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές. [*](1 δεικνύει Ba, -⌊η⌉ Pa 8 Dem. 54, 1. 24 13 φησι VcBa | cf. Plat. Leg. VI 757 E 15 ἀλλʼ PAc; om. Ba, (supr. m. 2) Vc; γρ οὐδὲν ἄλλο ἢ mg. P 16 καὶ om. VcBa | ἕκαστα Ba 17 τῆς om. V 18 καὶ πολὺ τὸ Ac 19 Dem. 21, 1 21. 22 γὰρ καὶ φύσει 22 cf. 368, 24 sq. 25 διαδιδόναι mg. m.1Ba | ἑκόντα om. Pc)

    346
    ἀλλʼ ὅρα, μεθʼ ὅσης δεινότητος ὁ ῥήτωρ τοῦτο ποιεῖ· τῷ γοῦν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι, ἵνα μᾶλλον οὕτω παράνομον ἐξελέγξῃ τὸ ψήφισμα· τὰ γὰρ κατὰ τοὺς νόμους τοῖς πολίταις διώρισται· καὶ σκόπει, πῶς ἐπισημαίνεται τὸ τῆς ἐπιεικείας ἐν τῷ «καὶ θεάσασθε», φησίν, «ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς χρήσομαι τῷ λόγῳ, ὅς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν πλείστης ἂν τυγχάνοι τιμῆς καὶ τὰ ἑξῆς. — Ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς [*](330) δικαστήριον ἥκει δέον ἐπὶ τῶν φίλων καὶ τῶν ἐπιτηδείων διακεκρίσθαι, οἷον «εἰ μὲν ἐβούλετο Ἄφοβος τὰ δίκαια ποιεῖν» καὶ τὰ ἑξῆς ἐπιεικείας συστατικά, καὶ τὸ «οὐδένα πώποτε τῶν πολιτῶν οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας» καὶ τὰ ἑξῆς, καὶ τὸ «ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐδὲ τῶν ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον» καὶ τὰ ἑξῆς. — Καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν· τὸ γὰρ μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλου τε, ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα, ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος, ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν. [*](2 Dem. 23, 20 sq. 3 ἐλέγξηι Ac 5 ἐν τῷ om. Ac 6 φησίν om. Ald. | ὦ ἄνδρες ἀθηναῖοι Ac; om. Dem. 23, 24 8 τυγχανηι Pa 11 ἥκειν Vc 12 Dem. 27, 1 14 Aesch. 1, 1 | πολιτευο- μένων Vc Ba 16 Dem. 23, 4 | πολιτευομένων V 18 πεπραγ- μένον om. Ba, m.1Vc 19 cf. Dem. 59, 14. 41, 2. 58, 2 cet. | εἰσ- ιέναι εἰς δικαστήριον V 20 μέντ|ϊ ex οι⌉ Ba | ult. καὶ om. Pc 21 τὸ ἠναγκάσθαι VcBa 23 p. 345, 7 24 προσώπου ἐστὶ Pc)
    347
    — Τούτοις δὲ ἅπασι τοῖς εἰρημένοις καὶ ὅτε φεύγοι τις δύναται χρῆσθαι ἀναστρέψας, οἷον ὡς παρὸν [*](371) αὐτῷ διώκειν ὃ δὲ φεύγει καὶ ὅτι διὰ τοῦτο καταφρονηθείη, ὅτι χρηστός ἐστιν ἢ τῶν πολλῶν εἷς, καὶ ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων ἥκοι· καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις καὶ εἰ φεύγει τις χρῆσθαι δύναται. πολλὰ τῶν τοιούτων [*](331) ἐν ἰδιωτικοῖς τὰ παραδείγματα καὶ πλείονά γε παρὰ τῷ Λυσίᾳ καὶ τῷ Ὑπερίδῃ· φύσει γὰρ οἱ ἄνδρες ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον.