Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

3 Ἔννοιαι τοίνυν εἰσὶν ἀφελείας ἀπλῶς μὲν εἰπεῖν αἱ καθαραί· αἱ γὰρ ἀπάντων ἀνθρώπων κοιναὶ καὶ εἰς πάντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον δῆλον ὡς ἀφελεῖς ἂν εἴησαν ἡμῖν καὶ καθαραί, οἷον «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε»· καὶ τοῦτό γε ὁμολογούμενον, ὡς αἵ τε καθαραὶ ἔννοιαι πάντως ἂν εἶεν καὶ ἀφελεῖς αἵ τε αὖ ἀφελεῖς καὶ καθαραί. ἰδίως δʼ ἂν λέγοιντο ἀφελεῖς αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων, ἵνα μὴ ἀβελτέρων λέγῃ τις, οἷον τὸ περὶ πραγμάτων διεξιέναι τινῶν καὶ λέγειν αὐτὰ μηδεμιᾶς ἀνάγκης οὔσης μηδὲ ἐπερωτῶντός τινος, ὡς τὰ πολλὰ ἔχει τῶν Ἀνακρέοντος καὶ πάλιν τὰ Θεοκρίτου ἐν τοῖς βουκολικοῖς καὶ ἄλλων οὐκ ὀλίγων, οἷον

  • «κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
  • βόσκονται κατʼ ὄρος»
  • καὶ τὰ ἑξῆς. ἐπεὶ δʼ ἐν τῷ περὶ καθαρότητος ἡμῖν τὰ παραδείγματα ἦν πολιτικώτερα καὶ ἀγωνιστικώτερα, [*](3 καὶ — ἀφελείας om. Ba 4 cf. Aristid. II 512 Sp. 5 ἀφ- ελεῖς VcBa 6 πάντων 7 ἄπαντας | ἀνθρώπους ante ἀν- ελθοῦσαι add Pc 8. 9 γρ δῆλον ὡς ἀφελεῖς ἂν εἶεν καὶ καθαραί P 9 καθαραὶ ἔννοιαι Ac | Dem. 19, 8 | φλαῦρον Ac 11 τε VcBa; γε PAc 12 αὖ PaV; οὖν Pc 13 ὑπό τινων Ac 15 τι- νῶν: exsp εὐτελῶν, cf. 324, 12 sq. 16 τῶν PAc; τοῦ Ba, m.1 Vc 17 τὰ PaV; τοῦ Pc 19 Theocr 3, 1 | κωμάσδω, ζω supr., P; κωμάζω V 21 p. 227, 6)
    323
    ὥσπερ ἴσως καὶ τὸ προειρημένον τὸ «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε», τῶν δὲ ὡς ἐν τῇ ἄλλῃ λογογραφίᾳ καθαρῶν τε καὶ ἀφελῶν ἐννοιῶν οὐκ ἐπεμνήσθημεν, ἀνάγκη τι πλέον εἰπεῖν ἐνταῦθα περὶ αὐτῶν· χωρίζομεν γὰρ οὐδαμῇ ὡς ἑτέρας τὰς καθαρὰς οὔσας ἐννοίας παρὰ τὰς ἀφελεῖς οὐδʼ αὖ τὰς ἀφελεῖς [*](306) [*](352) παρὰ τὰς καθαράς. λέγω δέ, ὅτι τῶν καθαρῶν τούτων καὶ ἀφελῶν ἐννοιῶν αἳ μὲν μᾶλλον ἁρμόττουσι τῷ πολιτικῷ λόγῳ, αἳ δὲ ἧττον, αἳ δὲ οὐδʼ ὅλως, ἃς καὶ μᾶλλον εἴποι τις ἂν ἰδίας εἶναι τῆς ἀφελείας, ὡς προείρηται, καίπερ οὐδὲν ἧττον οὔσας καθαράς, λέγω δὲ ταύτας, αἳ καὶ παίδων γένοιντο ἂν νηπίων, ὡς ἔλεγον, καὶ ἀνδρῶν ἐγγὺς ἡκόντων φρενῶν γε ἕνεκα τοῦ νηπίου καὶ γυναίων ὡσαύτως καὶ γεωργῶν ἀγροίκων καὶ ὅλως ἀληθὲς εἰπεῖν ἀφελῶν καὶ ἀκάκων ἀνθρώπων, οἷον «ὡς καλός μοι ὁ πάππος, ὦ μῆτερ» καὶ πάλιν «αὐτοί τε πονηροί», φησὶ λέγων τοὺς Ἀσσυρίους ὁ Κῦρος, «καὶ ἐπὶ πονηρῶν ἵππων ὀχοῦνται»· ὁρᾷς, ὅσον τὸ ἀφελὲς τῆς γνώμης; καὶ μὴν καὶ τὸ
  • «ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα»
  • καὶ τὰ πολλὰ τῶν βουκολικῶν, ἵνα μὴ τὰ πάντα λέγω, τοιαῦτά ἐστι. καὶ παρὰ τῷ Ἀνακρέοντι δὲ ὡσαύτως· παρά τε αὖ τῷ Μενάνδρῳ μυρία ἂν εὕροις τοιαῦτα [*](1 προειρημένον Ac; προκείμενον P Vc Ba; cf. 276, 8 ann. | p. 322, 9 | φλαῦρον Ac 2.3 ἀλληλογραφίαι V, Sic. VI 381,11 W. (῾ Συριανοῦʼ); cf. p. 418, 6 Sp. 5 χωρίζομεν Vc Ba; χωρίζω μὲν P Ac | cf. p. 322, 11 10. 11 ὥσπερ εἴρηται Ac | p. 322, 13 15 ἀλη- θὲς Pa | Xen. Cyr. I 3,2 16 ib. 4,19 17 φησι PaV, (m. 2 in ras.) Pc; εἰσι Ald | ὁ Κῦρος om. Pc 20 Theocr. 1,1 | αδ P | ἁ Pc; αἱ Pa (mg. m. 1 ἡ πίτυς) 22 καὶ⌊II–III⌉ Vc 28 αὖ om. Pc)
    324
    καὶ γυναῖκας λεγούσας καὶ νεανίσκους ἐρῶντας καὶ μαγείρους καί τινας ἄλλους. ὅλως τε διὰ τὸ ὑποπίπτειν τῷ ἠθικῷ λόγῳ πάντα τὰ τῶν τοιούτων προσώπων ἤθη, οἷον λίχνων, γεωργῶν, τῶν ὁμοίων, ταῦτα δὴ πάντα ἢ τά γε πλεῖστα αὐτῶν ὑποκεῖσθαι τῇ ἀφελείᾳ δεῖ, ἃ καὶ ἰδίως ἠθικὰ καλεῖται. δεῖ δὲ τοῦτο ἐπεσκέφθαι, ὅτι αἱ οὕτως λεγόμεναι καθαραὶ ἔννοιαι οὖσαι [*](307) ἀφελεῖς, εἰ μέν τις ἦθός τι ὑποκρίνοιτο τῶν λεγομένων ἰδίως ἠθικῶν προσώπων, ἀναγκαῖαι παραλαμβάνεσθαι καὶ χρήσιμοι, αἱ ἄλλως δὲ οὐκ ἐπιτήδειοι τῷ λόγῳ τῷ πολιτικῷ. — Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ πλησιάζειν πως δοκοῦσαι τῷ εὐτελεῖ· γίνονται δὲ αὗται, ὅταν περὶ εὐτελῶν καὶ τῶν τυχόντων πραγμάτων λέγῃ τις, ὡς ἐν τῷ Κατὰ Στεφάνου ψευδομαρτυριῶν «ἣ τὰ καταχύσματα φησὶ «κατέχεε» καὶ πάλιν ἑτέρωθι [*](353) «τῆν ῥοδωνιὰν ἐκτίλλειν» καὶ ἐν τῇ Πρὸς Εὐβουλίδην ἐφέσει τὸ λέγειν, ὅτι ταινίας ἐπίπρασκεν ἐν τῇ ἀγορᾷ ἡ μήτηρ. ὅλως τε πολλὰ τοιαῦτα ἔστιν ἐν ἰδιωτικοῖς, παρὰ δὲ τῷ Λυσίᾳ καὶ μᾶλλον· ἐν δὲ τοῖς δημοσίοις σπάνιά γε τὰ τοιαῦτα καὶ μετά τινος παραμυθίας εἰσάγεται, ὥσπερ τὸ «ἄνευ τοῦ προσωπείου κωμάζει» προσλαβὸν τὸ ἐνδιάθετον οἷον «τοῦ καταράτου Κυρηβίωνος» καὶ τὸ «ὃς ἐν ταῖς πομπαῖς» ἤρθη πως ἀπὸ τοῦ ἄγαν εὐτελοῦς. καὶ τοῦτο δὲ τὸ «ἀλλʼ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ [*](2 καὶ παρθένους θρυπτομένας post μαγείρους add. P Ac, m.2 Vc; γρ οἷον καὶ παρθένους θρυπτομένας mg. P 4 δὴ P; δὲ V 6 ἃ om. V | ἤθη⌊ II–lII⌉, supr. m. 2 γρ΄ ἠθικά, Vc 10 αἱ om. Ac | αἱ δὲ ἄλλως Ald. 15 τὰ om. Ac | αὐτοῦ κατέχεεν Syr., Dem. 45, 74 16 Dem. 53, 16 17 Dem. 57, 31. 35 18 τοῖς ἰδιωτικοῖς Syr. 20 τὰ om. VcBa 21 τοῦ om. VcAc | κωμάζει Dem. 19, 287, (ν supr. ) Pa; κωμάζειν Pc V 21. 22 προσλαβὼν V 24 σου om. Pc, Dem. 18, 129)
    325
    Καλαμίτῃ ἥρῳ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε; καὶ τοῦτο ἔστι μὲν τοῦ αὐτοῦ τύπου, εἰ καὶ σφοδρῶς εἰσήχθη — εὐτελὲς γὰρ τὸ πρᾶγμα —, ἀλλὰ καὶ τῷ «τοῖς μεθημερινοῖς» εἰπεῖν «γάμοις καὶ αὐτῇ τῇ σφοδρότητι καὶ τῇ εἰρωνείᾳ [*](308) καὶ πᾶσι τοῖς λοιποῖς παραμυθίαν ἔλαβε. καὶ μὴν καὶ τὸ «τοὺς ὄφεις τοὺς παρείας θλίβων» καὶ τὰ ἐξῆς μέχρι τοῦ «ὑπὸ τῶν γρᾳδίων οὕτω προσαγορευόμενος» τοιοῦτόν ἐστι, παραμεμύθηται δὲ τῷ καὶ αὐτὸν ὥσπερ καταγινώσκοντα τῶν εἰρημένων εἰπεῖν, ὅτι ὑπὸ τῶν γρᾳδίων οὕτω προσηγορεύετο. ἐκεῖνα μέντοι διὰ τὸ ἄγαν εὐτελὲς καὶ ὠβέλισάν τινες καὶ ὑπεξείλοντο, ἴσως ὀρθῶς ποιοῦντες, λέγω τὸ «κυάμους ἑφθοὺς βοῶσα καὶ κατὰ πᾶν τὸ θέρος ἐπλανᾶτο» καὶ τὰ ἑξῆς· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐν μὲν ἰδιωτικοῖς λόγοις ἴσως ἂν ἁρμόσειεν, ἐν δημοσίῳ δὲ καὶ τηλικοῦτον ἔχοντι ἀξίωμα λόγῳ ἢ προσώπῳ ἢ πράγματι πῶς ἂν ἁρμόττοι; τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Κατὰ Νεαίρας ὠβελισμένον ὑπό τινων τὸ ῾ ἀπὸ τριῶν τρυπημάτων τὴν ἐργασίαν πεποιῆσθαιʼ λέγειν· λίαν γὰρ εὐτελές [*](354) ἐστι, καὶ εἰ σφοδρὸν εἶναι δοκεῖ. — Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ ἐν τοῖς ἐπιχειρήμασιν ἀπὸ τῶν ἀλόγων ζῴων λαμβανόμεναι, οἷον «ὁ βοῦς κέρατι παίει, ὁ ἵππος ὁπλῇ, ὁ κύων στόματι, ὁ κάπρος ὀδόντι.» καὶ εἰ ἀπὸ [*](3 ναὶ εἰ Ac 4 τῶι P; τὸ V 5 εἰπεῖν om. Pc 7 τὸ om. Pc 8 μέχρι τὸν Ba, m.1Vc | οὕτω om. Ba, m.1Vc, Dem. 18, 260 8. 9 προσαγορευόμενο|ς⌉ VcBa 10 καταγνόντα Ac 11 προσ- ηγόρευτο Ac 12 καὶ ὠβέλισάν τινες καὶ om. Sc; καὶ ὀβελί- σαντές τινες (alt. καὶ om.) Portus 13 λέγω om. Sc, (suppl. m. 2) Vc | Dem. 18, 129 ante 〈καὶ〉 τοῖς μεθημερινοῖς haec inserit Boeckh; cf. W. Nitsche, Berliner Philol. Wochenschr. V [1885] 708 | ad βοῶσα mg. P: γρ κατὰ τὴν ἀγοράν 18 ἁρμόσοι VcBa 19 τριῶν V, ex cr. m. 2Pc, v.l.P; τινων Pa; ?m. 1Pc 22 αἱ om. V 23 Xen. Cyr. II 3, 9)
    326
    [*](309) τῶν φυτῶν δέ τις ἐπιχειροίη, παραπλησίως ταὐτὸν ποιήσει· ταῦτα δὲ καὶ πλέον ἔχει τι κατʼ ἔννοιαν τοῦ ἀφελοῦς, ἐγγὺς γάρ ἐστι γλυκύτητος, διὸ καὶ πλεονάζει παρὰ τοῖς ποιηταῖς. εἰ δʼ ἔχει παρʼ ἐκείνοις ταῦτα καὶ μέγεθος, οὐ δεῖ θαυμάζειν· μάλιστα μὲν γὰρ οὐ κατὰ πλῆθος ὥσπερ ἐνταῦθα τοῖς τοιούτοις χρῶνται παραδείγμασιν, ἓν δέ τι ἀπολαβόντες λέγουσι, τοῦτο δὲ οὐκέτι ἐᾷ γενέσθαι πάντῃ τὸν λόγον ἀφελῆ· ἔπειτα δὲ καὶ φύσει μέλει τοῖς ποιηταῖς ἀμφοτέρων, τοῦ τε ἡδέος καὶ τοῦ μεγέθους, διὸ ἢ λέξεσιν ἢ σχήμασιν αὐτὸ ἐξαίρουσι καίπερ ἴσως ὂν κατʼ ἰδίαν φύσιν ἀφελὲς καὶ ἡδύ. — Καὶ περὶ μὲν γλυκύτητος αὐτίκα λέξομεν· τὸ δὲ προειρημένον παράδειγμα καὶ μᾶλλον ἐγένετο ἀφελὲς διὰ τὸ πλεονάσαι τοῖς κατὰ μέρος, ὡς καὶ μικρῷ πρότερον ἐλέγομεν. μέθοδος δέ τις αὕτη ἀφελείας ἀλλʼ οὐκ ἔννοια, τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντας· ἐπεὶ καὶ τὸ «εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας» εἰ ἀφέλοι τις τὸ ἀόριστον, ἐπιμείναι δὲ τοῖς κατὰ μέρος, ἀφελῆ ποιήσει τὸν λόγον, οἷον εἰ οὕτω λέγοι ῾ εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς ποιμένας καὶ τοὺς νομέαςʼ· εἰ γὰρ οὕτως ἐπιμείναι τις τοῖς κατὰ μέρος, πάνυ ἂν ἐργάσαιτο ἀφελῆ τὸν λόγον. — Ἔτι ἀφελές τε καὶ ἠθικὸν κατʼ ἔννοιαν καὶ τὸ διʼ ὅρκων πιστοῦσθαι ὁτιοῦν ἀλλὰ μὴ διὰ τῶν πραγμάτων, οἷον «καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν [*](2 καὶ om. VcBa 3 γὰρ ἤδη γλυκύτητός ἐστιν V 8 γί- νεσθαι V 9 τοῦτο δὲ ἡδέος Ba 11 ἀ⌊φ m. 2 ex τ⌉ελὲς Pc 15 l. 6 16 ἐπεξιόντα Pa 17 Dem. 18, 51 | alt. καὶ om. Vc Ba 18 ἀφέλοιτό Pc 24 ἀσφαλές Ac 26 Dem. 18,141 | δὲ καὶ τοὺς Ac | ὅσοι — p. 327, 1 Ἀττικήν om. V, cf. Diac. f. 462 v)
    327
    ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον» [*](310) καὶ τὰ ἑξῆς, καὶ πάλιν «πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς [*](355) θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις»· καὶ μυρία τοιαῦτα ἔχεις παρὰ τἀνδρί, πάντα δὲ ταῦτα ἠθικὰ καὶ ἀφελῆ τὰ τῶν ὅρκων. καὶ εἰ τοὺς ἀκούοντας δὲ ὁρκίζοι ἢ τὸν ἀντίδικον, ὡσαύτως· οὐ γὰρ ἀγωνιστικὰ ταῦτά γε, οἷον «πρὸς Διὸς καὶ θεῶν, μὴ ἀποδέξησθε» καὶ ὅσα τοιαῦτα, ἀλλὰ ἠθικὰ τῇ πίστει καὶ πιθανά. εἰ μέντοι μεθοδεύοι τινὰ πίστιν ἀγωνιστικὴν ἢ καὶ ὁτιοῦν ἕτερον ὥστε μεταπεσεῖν εἰς ὅρκου σχῆμα, τὸ τοιοῦτον ἄλλο τι λέγω καὶ οὐκ ἀφελὲς οὐδὲ ἠθικόν· οὐδὲ γὰρ ὅρκος ἔτι ἐκεῖνό γε ἂν εἴη, ἀλλὰ μεθωδεύθη μέν πως ἄλλο τι ὂν ὥστε εἰς τοῦτο ἀφικέσθαι, φυλάττον δὲ τὴν οἰκείαν δύναμιν προσλαμβάνει τι καὶ ἕτερον διὰ τῆς μεθόδου, οἷον «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἑξῆς· τοῦτο γὰρ ἔνδοξον ὂν παράδειγμα καὶ πίστις τοῦ, ὅτι σύνηθες τῇ πόλει ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι καὶ κινδυνεύειν, μεθοδευθὲν οὕτως ὥστε μεταπεσεῖν εἰς ὅρκον πεποίηκε λαμπρότητα καὶ μέγεθος ἀλλʼ οὐκ ἀφέλειαν οὐδὲ ἦθος. Ταῦτα μὲν οὖν ταύτῃ· ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. ἔννοιαι μὲν γὰρ ἀφελεῖς αὗται καὶ αἱ τοιαῦται.

    Μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ [*](2 καὶ τὰ ἑξῆς om. VcBa, Diac. | Dem. 18, 1 | ὦ ἄνδρες ἀθη- ναῖοι Ac 6 ἀγωνιστικὸν τοῦτό VcBa, Diac. 7 Dem. 19, 78 8 ἀλλὰ καὶ ἠθικὰ VcBa 9 μεθοδεύοι Ac; μεθοδεύει VcBa; μεθοδεύοις P, m. 2Vc, Diac. | τινὰ ἀπόδειξιν πίστιν VcBa 12 εἴη ἂν Pc 15 Dem. 18, 208 16 sq. cf. Π. ὕψ. 16. Aristid. lI 461, 14 sq. Sp. Plut. De glor. Ath. c. 8 (τοῦτο λαμπρότατον ... πεποίηκεν, cf. l. 20) 23 ἀφελείας V, v.l.P | καὶ αἱ τοιαῦται om. VcBa 24 ἀφελείας om. VcBa)

    328
    ὅσα γε ἐκεῖ εἰρήκαμεν, ταῦτα ὁμοίως κἀνταῦθα δοκείτω [*](311) λέγεσθαι, ὅτι δύναταί τις καὶ μὴ ὄντα τινὰ ὅσον γε τῶν ἐννοιῶν ἕνεκα ἀφελῆ λόγον ὅμως καὶ διά γε τῶν ἄλλων ποιεῖν εἶναι δοκεῖν ἀφελῆ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν. αὐτίκα ἡ ὀξύτης καὶ τὸ ὀξέως τι εἰπεῖν ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν, ὅπερ τινὲς εἶδος δριμύτητος ὠνομάκασιν, οὐ μόνον οὐκ ἀφελές, ἀλλὰ καὶ ἐναντίον ἐστὶ τῷ ἀφελεῖ· δεινότητος γὰρ ἴδιον τὸ τοιοῦτον· οὐδὲν γὰρ ἄλλο ἢ ἐπιπόλαιός ἐστι βαθύτης ἡ ὀξύτης αὕτη — εἴτε καὶ δριμύτης, διαφέρει δὲ ὀνόματος ἕνεκα ἡμῖν οὐδέν —, ἀλλὰ τῷ ψιλὸν καὶ ὥσπερ ἔφην ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα καίπερ ὂν βαθὺ [*](356) ἀφελὲς ἔδοξεν εἶναι. πολὺ δὲ τοῦτο παρὰ τῷ Ξενοφῶντι. σαφέστερον δὲ περὶ αὐτῆς μικρὸν ὕστερον ἐν τῷ περὶ γλυκύτητος λέξομεν.

    Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ῾ ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾ κλαυσίγελωςʼ [*](312) παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς [*](1 p. 228, 8 3 ὁμοίως Pc 6. 7 δριμύτητος ὠνομάκασιν εἶ- δος Pc 9 cf. 339,19 11 ἀλλἢ Vc | τῶι P2Ac; τὸ VcBa 12 ἐπι- πολῆς Pa; de v.l. ἐπιβολῆς cf. schol F (W VII 1062, 6) 13 cf. 339, 24 15 λέξομεν post 14 ὕστερον 16 λέξ⌊ι ex ει]ς.. ἀφελ|ὴ ex εῖ]ς Ba, (m. 2 cr.) Vc | μὲν Ba 16.17 ἐστιν ἡ καὶ κα- θαρά VII 18 ὥσπερ Syr. lsocr. 19, 30 | τῷ om. Syr. | Xen. Hell. VII 2,9 19 καὶ — τοιαῦται om. Vc Ba 21 pr. καὶ om. Vc Ba 22 p. 339 24 cf. 329, 21)

    329
    μετʼ οὐ πολὺ λέξομεν· καὶ πρῶτόν γε περὶ ταύτης, εἶθʼ ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας.

    Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ.

    Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ· ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ.

    Ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα· καίπερ γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους.

    Ἐπηγγειλάμην δὲ ἐρεῖν τι καὶ περὶ γλυκύτητος καὶ [*](357) ὥρας, ἃ δὴ ὥσπερ ἐπίτασίν τινα τῆς ἀφελείας ἐλέγομεν εἶναι· λεκτέον οὖν ἂν εἴη τι περὶ αὐτῶν. ἐφεξῆς δὲ ταύτῃ λέξομεν καὶ περὶ τῆς δριμύτητος εἴτε [*](313) ὀξύτητος.

    [*](1 ταύτης P; αὐτῆς V 2 εἶτα καὶ ὀξύτητος VcBa, v.l.P, (εἴτε) Ac 3 ἰτέον λόγον VcBa 4 ἰδία om. VcBa 5 ἀφελῆ om. VcBa 7 Dem. 18, 6 9 σωκρατικῶ Pa, (ἰσοκ. m. po.) Pc; ἰσοκρατικῶι Ac; ἰσοκράτει καὶ VcBa 11 δῆλον V; cf. 254, 9 12 cf. 218, 23 | τὸ εὔρυθμον VcBa 15 cf. 253, 15 16 καὶ P; ἢ V 18 ⌊I–II⌉ῥυθμοῦ m. 2Ba; εὐρύθμου PV 19 p. 309, 20 21 τῆς ἀφελείας τινὰ Pc | cf. 328, 24 28 ταύτηι P; ταύτης V | τῆς om. Ac)