Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἔστι δὲ σχεδὸν οὐ ῥάδιον περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ 12 ἀποφήνασθαί τι, πλὴν τοσοῦτον, ὅτι πάντʼ ἐκεῖνα τὰ εἴδη, ἐξ ὧν ἔφαμεν τὸν κάλλιστον πανηγυρικὸν καὶ Πλατωνικὸν γίνεσθαι λόγον, δύναται καὶ καθʼ αὐτὰ ἕκαστα πλεονάσαντα ποιῆσαί τινα τύπον πανηγυρικόν, [*](2 ἐστὶν οἶμαι καὶ Ac 4 ἀδιόρθωτος m 1 Vc Ba 7 κεχρῆσθαι Vc Ba 8 σαφὴς m .1Pa 11 καὶ om. |〈μετ〉έχει 18 τῶν om Pc 15 τὰ τρίτα Pa Ac 17 |λόγου]? 20 ad l. 16 mg Ba, (om. τοῦ) P (ad l. 21: περὶ τῶν μετὰ πλάτωνα πανηγυρίζειν εἰδότων P) om Vc Ac 23 p 387, 5. 388,8 25 τύπον om. Ba, m. 1Vc)

404
οἶον σεμνότης μόνη, ἀφέλεια, πάλιν γλυκύτης, καθαρότης, [*](391) ἐπιμέλεια, ἅπανθ’ ἀπλῶς τὰ προειρημένα· καὶ φααίνονταί γε οὕτως καὶ οἱ εὐδοκιμοῦντες τῶν ἀρχαίων κατὰ τὸ πανηγυρικὸν χρησάμενοι τῷ λόγῳ, περὶ ὧν ῥητέον. — Ἀνάγκη δὲ πρῶτον τοσοῦτον προειπεῖν, ὅτι τοῦ καλλίστου τῶν πανηγυρικῶν ὀφείλοντος ἔχειν μέγεθος μεθʼ ἡδονῆς καὶ ἔτι κόσμον καὶ σαφήνειαν, ἤδη δὲ καὶ προσώπων μιμήσεις καὶ ὅσα ἄλλα τοιαῦτα ἐν τῷ περὶ πανηγυρικοῦ ἡμῖν εἴδους λέλεκται, ἅ δὴ καὶ οὐχ ἡ ποίησις μόνη οὐδὲ μὴν ἡ λογογραφία, ἀλλὰ καὶ ἡ ἴστορία ἔχει πλεονάζοντα πάντα, πάντως δεῖ καὶ τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι, ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῶν στοχάζονται καὶ τῶν ἄλλων οἶμαι σχεδὸν ἀπάντων, εἰ [*](418) καὶ μὴ παραπλησίως ἐκείνῳ τυγχάνουσι, λέγω τῷ τωνι· ὥστε ἀνάγκη καὶ περὶ τούτων ἐνταῦθα εἰπεῖν. ἀλλʼ ἐπʼ ἐκείνους γε ἰτέον πρῶτον τοὺς μετὰ τὸν Πλάτωνα κατὰ τὸ πανηγυρικὸν εὐδοκιμοῦντας, ἄλλως τε ἐπειδὴ τινὲς αὐτῶν καὶ ἀμφοῖν μετέχουσιν, ἱστορίας τε καὶ τῆς ἄλλης λογογραφίας, ὥσπερ οὖν ὁ ἐνορῶν, περὶ οὗ δὴ καὶ πρῶτον λεκτέον.

Ἔστι τοίνυν οὗτος ἀφελὴς μὲν ὡς ὅτι μάλιστα καὶ τούτῳ πλεονάζων τῷ εἴδει παρὰ τὰ ἄλλα εἴδη πάντα τοῦ πανηγυρικοῦ, ταῖς μὲν ἀπὸ τῆς ἀφελείας αὐτῆς [*](11— 406,2 in Ba multa legi non possunt; eius vicem gerat Sf) [*](2 πάνθʼ Vc Ba 5 πρότερον Vc Ba 6 τῶν om. Vc Ba πανη- γυρικ|ῶν ex οῦ Ba 7 μεθʼ om Vc Ba 9 p. 387, 5 — 388, 14 καὶ om. 10 alt. ἡ om V 11 ἡ om | δὲ ante δεῖ add Ac Sf. (lin. del.) Vc 13 aut μεγεθῶν (cf. 390, 17) aut ἡδονῆς scrib. 20 οὖν ὁ PAc Sf: καὶ Vc 22 μὲν om Ac 22 ἤθει Sc, (γρ εἴδει m 2) Vc |πάντα εἴδη Vc; εἴδη om. Ac)

405
ἡδοναῖς πολλαῖς χρώμενος, γλυκύτησι δὲ ταῖς ἀπὸ τούτων [*](392) οἷον ταῖς ἀπὸ τῶν μύθων καὶ τῶν τοιούτων μιανότερον· ἐπεὶ καί, ὅτε περὶ τῶν κυνῶν διέξεισιν ἡδονὰς ποιῶν, κατὰ τὴν τῆς ἀφελείας αὐτῆς ἐπίτασιν τοῦτο ποιεῖ καὶ οὐ κατʼ ἄλλο τι τῶν φύσει γλυκύτητος ἰδίων. τὸ μέντοι περὶ τὸν Ἀβραδάτην καὶ τὴν Πάνθειαν πᾶν ἡθός τε καὶ πάθος πολλὰς ἔσχε τὰς ἡδονὰς μυθικῶς πλασθέν, καὶ τὰ περὶ τὸν ΤΠγράνην δὲ ὡσαύτως καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ἀρμενίαν. ἔφαμεν δὲ, ὅτι μανῶς μὲν χρῆται ταῖς τοιαύταις γλυκύτησι, χρῆται μέντοι καὶ ταύταις. μεγέθους δὲ κατὰ μὲν ἔννοιαν ἅπτεται πολλαχοῦ, καθαιρεῖ δὲ καὶ τοῦτο καὶ βιάζεται πρὸς τὸ ἀφελὲς ταῖς μεθόδοις καὶ τῇ λέξει καὶ τοῖς περὶ τὴν λέξιν ἄπασι. καθαρὸς δὲ καὶ εὐκρινὴς εἴπερ τις ἕτερος ὁ Sενοφῶν, δριμύτησι δὲ καὶ ὀξύτησι χαίρων, ὡν τὴν φύσιν ἐν τῷ περὶ γλυκύτητός τε καὶ ἀφελείας εἴρήκαμεν. ἐπιμελείᾳ δὲ ὡς ἐν ἀφελεῖ τε καὶ ἀπλάστῳ λόγῳ χρῆται πολλῇ, τῆς δὲ παρὰ τῷ Πλάτωνι ἀφελείας πολλῷ ἡ παρὰ τούτῳ ἀφελεστέρα ἐστί, κατʼ αὐτὰς τὰς [*](419) ὑποθέσεις τῶν πραγμάτων τοιαύτη γινομένη, οὐ μόνον κατὰ τὴν λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει. Χυμπόσια γοῦν ἀμφοτέροις ἐστὶ γεγραμμένα, ἀλλʼ ὅ μὲν καὶ ὀρχηστρίδων εἰσόδους καὶ ὀρχημάτων εἴδη τινὰ καὶ φιλήματα καὶ πολλὰ τοιαῦτα λέγειν μεθʼ ἡδονῆς οὐ παραιτεῖται, ὅ δὲ ταῦτα ἀφεὶς ταῖς γυναιξίν, ὡς αὐτός φησιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὴν ἀφέλειαν τῶν πραγμάτων. [*](2. 3 μανώτερον PVcAc 3 Xen. Cyneg.; cf. p. 335 6 Xen. Cyrop. VII 3, 8 sq ; cf. 360, 6 |πανθίαν PAcSf 7 ἔχει VcSf 8 Xen. Cyrop. III 1, 36 sq 11 cf. [Dion] Art. II 1 p.266,13 Us 13 ταῖς τε Sf 14 ἄλλος (pro ἕτερος) Pc 15 ὀξύτητι Pa 16 p 328, 5 sq. 339 17 ἀφελεῖ scripsi; ἀφελείαι cod 22 συγ- γεγραμμένα VcAcSf 25 Plat. Symp 176 E)
406
τοιοῦτος δὲ ὁ Χενοφῶν κἀν τοῖς ἱστορικοῖς, [*](393) οἷος κἀν τοῖς ἄλλοις, οἶον ὅτι χιλὸν ἐστέψαντο, ὅταν λέγρ, καὶ ὅτι τοῖς παισὶν ὡς ἐνεοῖς διελέγοντο καὶ ὅτι πίνειν ἀπὸ τοῦ κρατῆρος ἐπικύψαντας ἔδει καθάπερ βοῦν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθʼ ὑπερβάλλουσαν ἀφέλειαν ἔχει τὴν ἡδονήν, ἧπερ οὐχ ὁμοίως ὁ Πλάτων χρῆται. κὰν ταῖς μιμήσεσι δὲ τῶν προσώπων μᾶλλον εὐδοκιμεῖ, ὅτε ἀφελῆ καὶ ὡς ὄντως ἄπλαστα καὶ ἁπαλὰ καὶ ἡδέα ἤθη ψυχῶν μιμοῖτο, ὥσπερ καὶ τὸ τοῦ Κύρου παιδὸς ἔτι ὄντος καὶ ὅσα τοιαῦτα· παρὰ δὲ τῷ Πλάτωνι τοιοῦτον οὐδὲν ἔστι, πλὴν ὅσον ἐν ταῖς κατὰ μειρακίων ἡλικίαν, οἶον ὅτε τὸν εαίτητον ἤ τι τοιοῦτο πρόσωπον εἰσάγοι, πάντως οὐ κατὰ τὸ Κύρου δήπουθεν ὄν, λέγω παιδὸς ἔτι ὄντος, ἢ κατὰ τὸ τῆς Ἀρμενίας γυναικὸς ἢ ὅσα τοιαῦτα. ἰδίον δὲ Ξενοφῶντος καὶ τὸ κατὰ ποσὰ διαστήματα χρῆσθαι ποιητικαῖς πως λέξεσι πολὑ τῶν ἄλλων τῇ φύσει διεστηκυίαις λέξεων, ὥσπερ ὅταν λέγῃ πορσύνεινʼ καὶ ὅσα τοιαῦτα. Μετὰ δὲ Σενοφῶντα τάττοιτʼ ἄν ὁ Αἰσχίνης ἡμῖν, [*](394) λέγω δὲ τὸν Χωκρατικόν. οὗτος τοίνυν ἔστι μὲν ἀφελὴς καὶ αὐτὸς εἴπερ τις ἕτερος, πλείονι δὲ τᾷ καθαρῷ καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται· ταῦτά τοι καὶ λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ ενοφῶντος· ἐννοίαις γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται, [*](420) [*](2 explicit codicis Ba pars antiqua; eius vicem gerat Sf) [*](2 Xen Anab. IV 5, 32. 33 8 ὅτι Pc v cf 1, 5 322, 13 | ψυχῶν om. Pc | τὸ om. Sf ; καὶ τὸ om m 1 Vc | cf Xen. Cyrop l 3, 3 11 τοῖς Vc Sf 12 ἡλικιῶν PaAc, ?m .1Pc | τὸν om. Vc Sf | Plat Theaet. 144 18 τὸ τοῦ Vb 14 cf. l. 10 15 cf. 405, 9 18 xen. Cyrop l 6, 17 22 τᾶύτ P 23 τοῦ ξεοφῶντος κατὰ τὴν λέξιν VcAcSf |cf 405, 10)
407
ἡδοναῖς δὲ ταῖς ἀπὸ τῶν μύθων τε καὶ μυθικῶν μετριώτερον. ὅσον δὲ ὁ Ξενοφῶν ἀφελεία τῇ κατʼ αὐτὸν ὑπερβέβληκε τὴν Πλάτωνος ἀφέλειαν, φαίης ἂν ὅτι τοσοῦτον πάλιν αὗ τὸν ενοφῶντα ὑπερβέβληκεν ὁ Αἰσχίνης τῇ λεπτότητι· διὸ καὶ πολλῷ καθαρώτερός ἐστιν ἐπιμελής τε ὡς ἐν ἀφελείᾳ σφόδρα καὶ μᾶλλόν γε ἢ ἐνορῶν.

Ὁ δὲ Νικόστρατος — ἄξιον γὰρ οἶμαι, τάχʼ ἴσως δὲ καὶ ἀναγκαῖον μετʼ ἐκείνους καὶ τούτου ποιήσασθαι μνήμην — ἀφελὴς μὲν οὐδενὸς ἡττόν ἐστι τῶν προειρημένων, λεπτότερος δὲ καὶ πολλῷ καθαρώτερος σχεδὸν ἀπάντων· ὑπέρισχνον γὰρ αὐτῷ τὸ εἶδος καὶ οὐδαμοῦ μέγεθος ἔχον, πλὴν εἴ που κατʼ ἔννοιαν μόνην. μύθοις μέντοι χαίρων καὶ ταῖς ἀπὸ τούτων ἡδοναῖς· ὅς γε καὶ μύθους αὐτὸς πολλοὺς ἔπλασεν, οὐκ Αἰσωπείους μόνον, ἀλλʼ οἶους εἶναί πως καὶ δραματικούς. ἐπιμελὴς δὲ κατὰ τὴν σύνταξιν ἀλλʼ ὅτι μάλιστα, μετὰ μέντοι τοῦ μὴ λυμαίνεσθαι τῇ ἀφελείᾳ.

[*](395)

Ἀλλὰ περὶ μὲν τῶν κατὰ τὸ τοιοῦτον τῶν πανηγυρικῶν εἶδος λόγων εὐδοκιμούντων ἀνδρῶν, μεθʼ ὧν καὶ τὸν ἔικόστρατον ἐτάξαμεν, τοσαῦτα εἰρήσθω. ἐξῆς δʼ ἂν λέγοιμεν περὶ τῶν κατὰ τὸ ἴστορικὸν εἶδος ἐλλογίμων. οἱ γὰρ σοκράτους τε καὶ Αυσίου Ὀλυμπικοί τε καὶ Παναθηναῖκοὶ καὶ αὐτὸ τοῦτο Πανηγυρικοί, κἂν ἐπιγράφωνται οὕτω Πανηγυρικοί, δῆλόν ἐστιν ὡς ἄλλο τι βούλονται· μετρίως γάρ πωος ἔχουσι τὸ πανηγυρικὸν [*](2 ὑπερβέβληκε Fa; ὑπερβέβηκε VcAcSf φαίην VcAcSf (ut 389, 26. 401, 22) 4 τοσούτω VoSf ὑπερβέβηκεν VcAcSf. (λ supr., m 1) Pa 5 ἐν τῆι Ac 11 δὲ m2 supr Pc πολλῶ ante καὶ AcSf; om Ve 13 ἔχων m.1Vc | μόνον VcAcSf cf. Dion.] lI 1 p 266, 15 Gs.; ibr quoque una cum enophonnte nominatur 15 πολλοὺς Pc)

408
καὶ ὅσον τάχα ἄν καὶ συμβουλή τις ἢ δικανικὸς λόγος δέξαιτο· εἰ δὲ ἄρα καὶ ταύτης εἶεν τῆς ἰδέας τά τε ἄλλα καὶ διὰ τὸν κόσμιον τὸν περὶ τὴν συνθήκην τοῦ σοκράτους, ἀρκεῖ τὰ λεχθέντα περὶ αὐτῶν ἐν τοῖς περὶ τῶν δικανικῶν τε καὶ συμβουλευτικῶν ἀνδρῶν εἰρημένοις. [*](421) ἀλλὰ λεκτέον γε ἤδη καὶ περὶ τῶν ἱστορικῶν πλὴν Ξενοφῶντος· ὁποῖος γὰρ εἰς τούς λόγους ὁ ἀνήρ, ὀλίγῳ πρότερον εἰρήκαμεν.

Ἐν τοίνυν τοῖς καθʼ ἱστορίαν πανηγυρικοῖς πανηγυρικώτατός ἐστιν ὁ Ἡρόδοτος· τὸ δὲ αἴτιον, ὅτι μετὰ τοῦ καθαροῦ καὶ εὐκρινοῦς πολύς ἐστι ταῖς ἡδοναῖς· καὶ γὰρ ταῖς ἐννοίαις μυθικαῖς σχεδὸν ἀπάσαις καὶ τῇ λέξει ποιητικῇ κέχρηται διόλου. μέγεθος δὲ πολλαχοῦ μὲν ἔχει καὶ τὸ κατʼ ἔννοιαν, κατὰ μέντοι τὴν ἐπιμελειαν καὶ τὸ πολὑ τοῦ κόσμου τὸ συναμφότερον καὶ τὴν ἡδονὴν ἔχει καὶ τὸ μέγεθος· οἱ γὰρ πλεῖστοι τῶν ῥυθμῶν αὐτῷ κατά τε τὰς συνθήκας καὶ κατὰ τὰς βάσεις δακτυλικοί τέ εἰσι καὶ ἀναπαιστικοὶ σπονδειακοί [*](396) τε καὶ ὅλως σεμνοί. ἤθη δὲ καὶ πάθη προσώπων εἴπερ τις ἄλλος κάλλιστα καὶ ποιητικώτατα μεμίμηται, διὰ δὲ τούτων καὶ πλείονι τῷ μεγέθει πολλαχοῦ κέχρηται, ὡς ἔν τε ἄλλοις καὶ ἐν τῇ ἑβδόμῃ τῶν Ἰστοριῶν κατὰ τοὺς Ξέρξου πρὸς Ἀρτάβαζον κἀκείνου πρὸς Ξέρξην περὶ τῶν ἀνθρωπείων πραγμάτων λόγους. Τοσαῦτα καὶ περὶ Ἡροδότου.