Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὁ δʼ ἕτερος Ἀντιφῶν, οὗπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῷ διʼ ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὅ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ [*](388) καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας· διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδʼ ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί φραίην δʼ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς.

Ἐγγὑς δὲ τῆς ἰδέας ἔστὶ ταύτης καὶ ὁ Κριτίας· διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι [*](4 καὶ ἀρχηγὸς om P |cf Clem Alex lI 51, 15 St. 5 χρ[ό ex ωμένοις Vc Ba 6 πρεσβύτερος Sf 7 καὶ etiam post πως Og 8 cf. 396, 20 διεστηκότι m 2| Pc cf 399, 5 10 διαι- ρουμένης Vc Ba: διῃρημένης Ac. v .l.P 12 Diels l l. (v. s 399, 18 ann .) 588 13 εἰσὶ λόγοι οὕτως λεγόμενοι Pc, (om οὕως) Vc Ba 14 τε Pc δὲ Pa |τὸ Vc Ba | ἀποφάσεων : cf. 246, 10 15 τε PaV : om. Pc 17 καὶ om. Ac τῆς σκληρότητος Pc 24 ταύ- της ἔστι Pc 25 τούτων m 1Vc Ba |Diels l.l. 612)

402
γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, [*](416) διευκρινῶν, ὥστʼ εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἀπλῶς χρῆται τῷ τοιούτῳ κόσμῳ οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλʼ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δʼ ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικεία [*](389) ἢ ἀφελείᾳ ἢ ὅσα τοιαῦτα. Ταῦτα καὶ περὶ Κριτίου. Ἐπεται δὲ τῷ περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγῳ ὁ περὶ Αυκούργου τοῦ καὶ ὁνομιασθέντος οὕτω ῥήτορος.

Ὀ τοίνυν Αυκοῦργος πολιτικὸς μέν ἐστιν εἴπερ τις ἕτερος, πλὴν ἴσως τοῦ κατὰ τὴν ἀφέλειαν ἤθους ἕνεκα. πολὑ δὲ τὸ τραχὺ καὶ σφοδρὸν ἔχει χωρς ἐπιμελείας ἦ γὰρ ἂν ὁ αὐτὸς ἦν πως τῷ Δεινάρχῳ. τῇ δὲ λέξει καὶ πολὺ τραχύτερός ἐστιν· ὅθεν φημὶ καὶ τοῦτον τὴν φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν· τοπικώτεροι γάρ εἰσιν οἴ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεχβάσεσιν, [*](2. 3 ἀποφαντικῶς P; ἀποφατικῶς ; cf. p. 401,14 ann. 8 ὸτι Vc Ba 3. 4 περιβάλοι Ba; περιβάλλει Va Og 8 οὐδὲ κατὰ τὸν Ἀντιφῶντα; p. 401, 19. 20 9 προσκορὴς m 1Vc |ἔχοντα Vc |ὡς, om τε, Vc Ba 11 |ἤθ m po ους Vc Ba 18 τοῦ Ῥαμνουσίου om Sf 16 ἐστιν om Vc Ba 19 ἦ κτλ. vix san |cf 398, 15 sq. 21 cf 277, 10 |(ὡς ὄντως om .) τραχύτητα, m.2 δεινότητα supr., Vc Ba 22 τοπικώτεροι V, m .2Pc, v.l.P; τροπικώτεροι P; cf. 86, 19 377, 16. 19 24 πολλαῖς om. Sf | πολλάκις om. VcBa)

403
ἐπὶ μύθους καὶ ἱστορίας καὶ ποιήματα φερόμενος, ἅ δὴ τῆς φαινομένης ἐστὶ καὶ αὐτὰ δεινότητος.

Ὁ δὲ Ἀνδοκίδης πολιτικὸς μὲν εἶναι προαιρεῖται, οὐ μὴν πάντῃ ἐπιτυγχάνει τούτου· ἀδιάρθρωτος γάρ ἐστιν ἐν τοῖς σχήμασι καὶ ἀδιευκρίνητος καὶ τὰ πολλὰ ἐπισυνάπτει τε καὶ περιβάλλει ἀτάκτως διὰ τὸ ταῖς ἐπεμβολαῖς χωρὶς εὐκρινείας χρῆσθαι· ὅθεν ἔδοξέ τισι [*](390) φλύαρος καὶ ἄλλως ἀσαφὴς εἶναι. ἐπιμελείας δὲ αὐτῷ [*](417) καὶ κόσμου πάνυ βραχὺ μέτεστι γοργότητός τε ὡσαύτως. καὶ μέντοι καὶ τῆς κατὰ μέθοδον δεινότητος ὀλίγον, ἀλλὰ καὶ σφόδρα ὀλίγον ἔχει, τῆς δʼ ἄλλης σχεδὸν οὐδʼ ὅλως.

Τῴ μὲν οὖν Δημοσθένει οἱ λοιποὶ τῶν δέκα, μεθʼ ὧν καὶ ὁ Κριτίας, ὑποτεταγμένοι οὑτωσί πως τὰ δεύτερα καὶ τρίτα τοῦ δικανικοῦ τε καὶ συμβουλευτικοῦ τῶν λόγων εἴδους ἀποφέρονται. τούτῳ δʼ ἕπεται μὲν περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ λόγου εἰπόντας περὶ τῶν κατὰ τοῦτο μετὰ Πλάτωνα εὐδοκιμούντων λέγειν, ὥσπερ ἐκεῖ περὶ τῶν μετὰ τὸν Δημοσθένην εἰρήκαμεν.