Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Περὶ δὲ Θουκυδίδου μέλλων λέγειν προδιορίσομαι [*](1 καὶ (pro ἢ) Vc 3 τὴν om. Pa 3. 4 τοῦ σοκράτους suspect 9 το|ίνυν mpo.] Pc 17 κατὰ om. Ac |cf. 251, 23 20 πολιτικώτατα PcAcSf 21 τοῦτο Ac 22 τοῖς ἄλλοις Ac 23 τοῦ m 1Vc |vel Ἀρτάβανον, cf. Her. 7, 46 sq 24 ἀνθρωπείων Pa Vc, cf. Her. 7, 47: ἀνθρωπίνων PcAcSf, cf. Her 7, 46 26 προσδιορίσομαι Pa)

409
τοσοῦτον, ὡς οὐκ, ἐπειδὴ μεθʼ Ἡρόδοτον ἐμνήσθημεν αὐτοῦ καὶ μετʼ ἄλλους, διὰ τοῦτο χρὴ νομίζειν, ὡς τῇ κατὰ λόγους ἔξει τε καὶ δυνάμει μετʼ ἐκείνους ἡμῖν τέτακται· ἐπεὶ οὐδὲ Ἡρόδοτον μετὰ ἔικόστρατον δήπουθεν ἢ μετʼ Αἰσχίνην, ἀλλʼ οὐδὲ μετὰ Ξενοφῶντα ἡμεῖς τάττοιμεν ἂν λόγων τε δυνάμεως ἕνεκα καὶ τῆς κατʼ αὐτοὺς ἕξεως, ἄλλως τε καὶ ἐν εἴδει πανηγυρικῷ· [*](422) τῇ δὲ ἀκολουθίᾳ τοῦ περὶ τῆς ἰδέας ἐκείνης λόγου ἑπόμενοι ταύτῃ τῇ τάξει κεχρήμεθα, ἰδίᾳ μὲν τούς ἄλλους πανηγυρικούς, ἰδία δὲ τοὺς ἱστορικούς τιθέντες. καὶ τῶν ἱστορικῶν δὲ ἐν πρώτοις ἔροδότου διὰ τοῦτο ἐμνήσθημεν, ὅτι πανηγυρικώτερος καὶ ἡδίων οὐ ουκυδίδου μόνον ἀλλʼ ἴσως ἀπάντων ἐστὶ τῶν οὕτω γράφειν λόγους προελομένων· ἐπεὶ ουκυδίδης γε κἂν [*](397) ἀμφισβήτησίν τῳ παράσχοι, μεθʼ ὧν ἐξετάζοιτʼ ἄν δικαίως· οὐχ ἧττον γὰρ δικανικός ἐστι καὶ συμβουλευτικὸς ἢ πανηγυρικός, λέγω καὶ κατὰ τὰς ἐννοίας καὶ τὸ μηδὲν ἀκατασκεύως εἰσάγειν. ἀλλὰ τετάχθω μέν, ἔνθα αὐτῷ καὶ προσήκει τετάχθαι καθʼ ἑκάτερον, κατά τε τὸ τῶν λόγων εἶδος καὶ κατὰ τὸ προκεκρίσθαι τινῶν, ἑτέρων δέ, εἰ καὶ τοῦτο συμβαίνοι, τὰ δεύτερα φέρεσθαι τῆς περὶ τοὺς λόγους ἕξεως ἕνεκα· ἡμεῖς δὲ ὁποῖός τίς ἐστι χαρακτηρίσομεν.

Ὁ τοίνυν Θουκυδίδης μάλιστα μεγέθους ἐφιέμενος τυγχάνει μέν του μεγέθους, οὐ μὴν οὗπερ ἐφίεσθαί μοι δοκεῖ μεγέθους τυγχάνει· βούλεται μὲν γάρ, ὡς [*](2 ὡς καὶ τῆι Vc AcSf 3 τοὺς λόγους AcSf 4 μετὰ — 5 οὐδὲ m po. suppl. Vc 6 τάττωμεν Pc | γε Ac εἵνεκα Pc 11 διατοῦτο ἡροδότου Ac 12 13 μόνον θουκυδίδου AcSf 14 γε PAc; μὲν Sf, (γε supr.) Vc 15 παράσχ Vc 17 pr. καὶ supr. m.1Vc δὲ Sf 21 δὲ om Sf 23 χαρακτηρίσωμεν vulg. 26 μὲν om. Pa)

410
ἔγωγε οἶμαι, σεμινὸν εἶναι τὸν λόγον αὐτῷ, ὅπερ ἴδιον μεγέθους πανηγυρικοῦ, φαίνεται δὲ ὑπερβαίνων τοῦτο καὶ μάλιστα κατὰ τὴν λέξιν ἐπὶ τὸ τραχύτερον μιιᾶλλον καὶ τὸ σκληρότερον καὶ διὰ τοῦτο ἐπὶ τὸ ἀσαφέστερον, καὶ ἔτι κατὰ τὴν συνθήκην τῶν λέξεων· ἐπιμιελεῖται μὲν γὰρ κόσμου ἀλλʼ ὅτι μάλιστα, βουλόμενος δὲ εἶναι καὶ τοῦτο ὑψηλὸν αὐτῷ καὶ ὑπέρογκον πάλιν ὑπερεκπίπτει κατά τε τὰς ὑπερβολὰς καὶ τὰς καινότητας τῶν συνθηκῶν, ὥστε ἐπὶ τὸ σκληρότερον καὶ δι’ αὐτὸ ἐπὶ τὸ ἀσαφέστερον φέρεσθαι. ἀξιωματικὸς δὲ ὁ ἀνὴρ [*](398) ἀλλʼ ὅτι μάλιστα, ταῖς δὲ ἐννοίαις εἴπερ τις ἄλλος πολιτικὸς ὁμοῦ καὶ σεμνός· οὐδὲν γὰρ ἀκατάσκευον οὐδʼ ἐν ταῖς ἱστορίαις ἀπολείπει. ταῖς μέντοι μεθόδοις οὐ τοιοῦτος· μετὰ γὰρ μεγέθους τινὸς γνωρίμου ἤ τινος [*](423) ἑτέρου τοιούτου καὶ τὰς κατασκευὰς εἰσάγει· διὸ καὶ ἀγλευκής ἐστι σχεδὸν διόλου· εἰ δέ που καὶ γλυκύτητα ἔχοι, μάλιστα μὲν ὥσπερ ἀλλότριόν τι τῆς ἰδέας αὐτοῦ ἐκφαίνεται τὸ μέρος ἐκεῖνο, οἷόν ἐστι καὶ τὸ «Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπὸ Ἀθηνῶν σχόντι γυναῖκαx καὶ τὰ ἐξῆς καὶ ὅσα τοιαῦτα. θαυμάζειν δέ, εἰ καὶ μὴ τοιοῦτον ἦν τοῦτο, οὐκ ἐχρῆν, ὅτι καὶ ἡδονήν που ἔσχεν ὁ λόγος αὐτῷ· σχεδὸν γὰρ οὐδʼ ἄλλος τις τῶν κατʼ ἄνδρα λόγων ὁτιοῦν ἕν εἶδος προελόμενός τε καὶ ἐργασάμενος δύναιτʼ ἂν καθαρὸς ὀφθῆναι καὶ [*](1 αὐτῶι, ex ὁν?] Pa 2 μεγέθους om. Pa, mg.: μεγέθους λόγου ἴδιον μεγέθους (sic) |λόγου add. ante πανηγυρικοῦ VcAcSf 8 cf 249, 24 5 καὶ om. Vc |σύνθεσιν VcAcSf 6 7 καὶ τοῦτο εἶναι αὐτῶι ὑψηλὸν Vc 8 περιβολὰς VcAcSf 9 διατοῦτο AcSf cf. l 4 15 διὸ — 16 σχεδὸν om. Vc 17 ἔχ[ο]ι Ρa; ἔγει Pc 18 ἐμιφαίνεται AcSf |Thuc. 2, 29 |τῶι (pro alt τὸ) Vc 19 δὲ om. Vc 21 οὐκ punctis del Vc (ἦν, τοῦτο [οὐκ] Spungeλ, collato Ma))
411
μὴ οὐχὶ καὶ τῶν ἄλλων ἀπάντων ἀμιῃγέπῃ προσαψάμενος εἰδῶν τοῦ λόγου. ἔτι ὡς ἴστορικὸς ὁ Θουκυδίδης κέχρηται μὲν καὶ μιμήσει κατά τε τὰς δημηγορίας καὶ ἔν τισι διαλόγοις, ὁ αὐτὸς δέ ἐστι κἀν τούτοις, μᾶλλον δὲ μειζόνως ἐν τούτοις ἐστὶ τοιοῦτος, οἶον αὐτὸν ἐχαρακτηρίζομεν, ἐπεὶ ἔν γε τῇ ἴστορίᾳ ἠττόν ἐστι σκληζς καὶ τραχύς· ἔχει γὰρ πολλὰ ἐνταῦθα καθαρά τε καὶ εὐκρινῆ καὶ τόν γε διδάσκαλον αὐτοῦ τὸν Ἀντιφῶντα πολλοῖς μὲν καὶ ἄλλοις, τούτοις [*](399) δὲ οἶμαι καὶ μᾶλλον παρελήλυθε. Τοσαῦτα καὶ περὶ τοῦ Θουκυδίδου.

Ἑκαταῖος δὲ ὁ Μδιλήσιος, παρʼ οὐ δὴ μάλιστα ὠφέληται ὁ Ἡρόδοτος, καθαρὸς μέν ἐστι καὶ σαφής, ἐν δέ τισι καὶ ἡδὺς οὐ μετρίως· τῇ διαλέκτῳ δὲ ἀκράτῳ Ἰάδι καὶ οὐ μεμιγμένῇ χρησάμενος οὐδὲ κατὰ τὸν Μρόδοτον ποικίλῃ, ἡττόν ἐστιν ἕνεκά γε τῆς λέξεως ποιητικός. καὶ ἡ ἐπιμέλεια δὲ αὐτῷ οὐ τοιαύτη οὐδʼ ὅμοιος ὁ κόσμος ὁ περὶ αὐτήν· διὸ καὶ ταῖς ἡδοναῖς ἐλαττοῦται πολλῷ τοῦ Ἡροδότου, ἀλλὰ πάνυ πολλῷ, καίτοι γε μύθους τὰ πάντα σχεδὸν καὶ τοιαύτην τινὰ ἱστορίαν [*](424) συγγραψάμενος. ἀλλʼ οὐ μόνον ἡ ἔννοια ἱκανὴ λόγων εἶδος ὁτιοῦν ἐξεργάσασθαι, πολὑ δὲ ἔχει καὶ ἡ λέξις καὶ τὰ περὶ τὴν λέξιν, οἶον σχήματα, κῶλα, συνθῆκαι, ῥυθμοί, ἀναπαύσεις, πρὸς τὸ καὶ ἡδονὰς ποιῆσαι καὶ γλυκύτητας, οἶαί εἰσιν αἱ παρὰ ροδότῳ, καὶ νὴ Δία γε ἄλλο τι λόγων εἶδος, ὡς ἕκασται πεφύκασιν ἐργάζεσθαι λόγων ἰδέαι. εἰκότως οὖν τοῦτο ὁ Κκαταῖος πέπονθε, τῆς ἐπιμελείας καὶ τοῦ περὶ τὴν λέξιν κόσμου μὴ ὁμοίως φροντίσας. Τοσαῦτα καὶ περὶ Ἑκαταίου.

[*](5 ἐστὶν ἐν τούτοις Vc 11 τοῦ om VcAcSf 12 καὶ (pro δὴ) Pc 14 οὐ om. Vc 15 τὸν om Vc 19. 20 μύθους γε VcAcSf)
412
[*](400)

Περὶ δὲ θεοπόμπου καὶ Ἐφόρου καὶ Ἑλλανίκου καὶ Φιλίστου καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν, μάλιστα μὲν καὶ διὰ τὸ ἀπό τε τοῦ περὶ τῶν δεῶν λόγου καὶ τῶν κατʼ ἄνδρα εἰρημένων μὴ χαλεπῶς ἡγεῖσθαι δύνασθαί τινα καὶ περὶ ἐκείνων χαρακτηρίσαι, πρὸς δὲ τούτῳ καὶ ὅτι ζήλου καὶ μιμήσεως τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τι, μᾶλλον δὲ οὐδʼ ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ήξίωται παρὰ τοῖς Ἕλλησι, καθάπερ τὰ τῶν ἄλλων οἷον Θουκυδίδου. Ἡροδότου, Ἑκαταίου, Ξενοφῶντος, τῶν λοιπῶν.

Τούτοις ἑπόμενόν ἐστι τοὺς μεθʼ Ὅμηρον ποιητὰς χαρακτηρίσαι, ὥσπερ τοὺς μετὰ Δημοσθένην ῥήτορας ἐχαρακτηρίζομεν καὶ τοὺς μετὰ Πλάτωνα λογογράφους πρῶτον περὶ αὐτῶν ἐκείνων εἰπόντες, Πλάτωνος καὶ Δημοσθένους, ὥσπερ καὶ περὶ Ὁμιήρου. ἴσως δὲ καὶ περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθʼ ὁντιναοῦν καὶ νέον καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἶον στοιχεῖα πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν ραγματείαν ταύτην συνεστησάμεθα· ὥῶστε περιττῶς [*](401) ἂν πλεονάζοιμεν καὶ περὶ τῶν ποιητῶν καθʼ ἕκαστον διεξιόντες, ἄλλως τε καὶ πάνυ πολλοῦ γενησομένου τοῦ λόγου, μὴ μόνον περιττοῦ· δεῖ γὰρ δήπου πρότερον, [*](425) εἰ μέλλοι τις ταῦτα ὀρθῶς διευκρινήσειν. ἰδίᾳ μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατʼ αὐτὴν δευτέρων γε καὶ τρίτων μεθʼ Ὅμηρον, ἰδίᾳ δʼ αὗ περὶ [*](8 τοῦ περὶ om. m 1Vc 6 τούτοις Vc 10 καὶ τῶν VcSf 18 p. 395 sq. |p 404 sq. 14 πρότερον VcAcSf |p. 386, 16 sq. 15 p 380 sq | p. 389, 21. 391, 5 sq. 17 cf 213, 7 19. 20 ἐπεσνεμμένων καὶ οἴὃν στοιχεῖα πάσης ἰδέας Pc 27 τε (pro γε) Vc)

413
τραγῳδίας καὶ κωμῳδίας ὡσαύτως τῶν τε λυρικῶν ποιημάτων καὶ τῶν ἄλλων εἰδῶν τῆς ποιήσεως ἀπάντων καθʼ ἕκαστόν γε αὐτῶν εἰπεῖν, τίς ὁ πρῶτος καὶ διὰ τί καὶ τίς ὁ δέύτερος καὶ διὰ τί, ὥστε σχεδὸν εἰς ἀπέραντόν τι τὸν λόγον προελθεῖν.