Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὁ μέντοι δικανικῶν κάλλιστος ἀνάπαλιν ἔχει τούτῳ, εἰ μὴ περὶ δημοσίων εἴη καὶ μεγάλων πραγμάτων καὶ συμβουλῆς ἐγγύς, ὡς ὁ Κατʼ Ἀριστοκράτους ἔχει καὶ ὁ Ὑπὲρ τοῦ στεφάνου καὶ ὅσοι τοιοῦτοι· οὗτοι γὰρ σχεδὸν ὡσαύτως τῷ συμβουλευτικῷ τύπῳ χαρακτηρίζονται, [*](3 ἰδιώτης 5 ὡς ἐν Sc, (ὡς add m.po.) Pc 6 ⌊καὶ m. po.⌉ Ve | τούτωι Ba 7 νομίζ⌊ω ex ο⌉μεν Pc | τοῦτον Pc 9 p. 384, 19 10 τῶν om. AcBa (8 ὁποῖον — 10 συμβουλευτικῶν m.po. suppl. Vc) 13 ἐδέχετο Ac | cf. 290, 5 14 γρ σφοδρότητα καὶ ἄλλως ἀκμὴν ἐννοείτω P 16 παρρησίαν γε (vel τε) καὶ Ac)

386
τάχα δʼ ἂν οὐδʼ εἶναι τούτους δικανικοὺς φύσει νομίσειέ τις. ὁ μέντοι μὴ τοιοῦτος ἀλλʼ αὐτὸ τοῦτο δικανικὸς ὅπερ ἔφην ἐναντίως ἔχει τῷ προειρημένῳ. ἤθους τε γὰρ καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν πλεῖστον αὐτῷ μετεῖναι δεῖ· βαρύτητος δὲ ἤ τινος τῶν τοιούτων ἥκιστα μετέχει ἢ ὅτι βραχύτατα· μέγεθος δὲ τὸ μὲν κατὰ τὴν περιβολὴν ἀπὸ ἐννοιῶν δέχεται — οὐ γὰρ ἀπό γε τῆς λέξεως ἢ τῶν περὶ τὴν λέξιν ἢ καὶ τὴν μέθοδον τῆς ἐννοίας πλὴν ὅσον ἐπʼ ἐλάχιστον —, τὸ δὲ κατὰ τὰς ἄλλας τοῦ μεγέθους ἰδέας οὐκέτι, πλὴν εἰ μή που τὴν κατʼ ἔννοιαν σφοδρότητα ἤ που καὶ τὴν κατὰ λέξιν μετὰ σχημάτων τῶν περὶ αὐτήν. τοῖς δὲ [*](403) λοιποῖς μέρεσι τοῦ πολιτικοῦ χρῆται, καθάπερ καὶ ὁ συμβουλευτικός. καὶ τοιοῦτοί γε οἱ Δημοσθενικοὶ δικανικοί, τουτέστιν οἱ ἰδιωτικοί.

[*](372)

Ὁ δὲ πανηγυρικῶν λόγων κάλλιστος ἐν λέξει πεζῇ, οὐχ ὡς ἐν ζητήμασι πολιτικοῖς ἀλλʼ αὐτὸ τοῦτο πανηγυρικός, ὃς οὐδὲ πολιτικὸς ἴσως ἂν κληθείη, πάντως ἂν εἴη δήπουθεν ὁ Πλατωνικός· ὥστε πάλιν, ὃ περὶ τοῦ καλλίστου πολιτικῶν λόγων λέγοντες ἔφαμεν τὸν αὐτὸν τῷ Δημοσθενικῷ τοῦτον ἀποφαίνοντες, τοῦτο καὶ νῦν περὶ τοῦ καλλίστου πανηγυρικῶν λόγων φαίημεν ἄν, τὸν αὐτὸν καὶ τοῦτον εἶναι τῷ Πλατωνικῷ· καὶ γὰρ ἐνταῦθα ὁμοίως ἀναστρέφει, καθάπερ κἀκεῖ· ὅ τε γὰρ κάλλιστος πανηγυρικῶν λόγων ἐστὶν ὁ Πλατωνικός, ὅ τε αὖ Πλατωνικὸς λόγος τῶν πανηγυρικῶν ἐστιν ὁ κάλλιστος ὡς ἐν λέξει πεζῇ, περὶ οὗ λεκτέον· περὶ γὰρ [*](5 εἴ Ba 7 τὴν om. 10 οὐκἔτι ἐστί VcBa 11 ἤ που καὶ Ac, (καί etiam ante που, m.1 supr.) Pa; καὶ ἤ που καὶ Pc; καὶ εἴ που καὶ VcBa 17 σχήμασι Ac 19 δʼ ἂν VcBa 20 τοῦ om. VcBa | p. 381, 2 22 τῶν ante πανηγυρικῶν supr. m. 1Ac 24 ἀντιστρέφει Pc | ἐκεῖ, supr κἀ, Pa 27 πεζῆι λέξει Pc)

387
τοῦ πολιτικοῦ πανηγυρικοῦ, περὶ οὗ μετὰ τὸν περὶ συμβουλευτικοῦ καὶ δικανικοῦ λόγον φαίη τις ἂν εἰπεῖν προσήκειν, μικρὸν ὕστερον λέξομεν· οὐ γὰρ ἄλλως ἐγχωρεῖ.

Ὁ τοίνυν κάλλιστος πανηγυρικὸς καὶ ὅπερ ἔφαμεν Πλατωνικὸς ταῖς μὲν τὸ μέγεθος ποιούσαις ἰδέαις πλὴν τραχύτητος καὶ σφοδρότητος γίνεται πάσαις, διήκειν δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν μὴ ἐλαττουμένην αὐτῶν ποσότητος ἕνεκα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν τὸν λόγον εἰς σεμνότητα δεῖ. αἱ δὲ γλυκύτητες εἰπερ ἄλλοθί που καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα καὶ αἱ ἐπιμέλειαι αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερά, πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ· ἡ δὲ ἄλλη ἐν τούτῳ γε οὐδαμῶς, πλὴν ὅπου τοῦτο αὐτὸ ἐνδείξασθαι βούλεται πρόσωπόν τι τῶν παῤ αὐτῷ ποιούντων τὸν [*](404) λόγον πανηγυρικόν, ὥσπερ τῷ Πλάτωνι πεποίηται ὁ [*](373) Σωκράτης ἐνδείξασθαι δεινότητα λόγων τῷ Φαίδρῳ βουλόμενος, καθὸ ἀντιπαρατίθησι τὸν αὑτοῦ τῷ Δυσίου· ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ἄλλους κατὰ τὸ μιμητικὸν εἶδος τοῦ πανηγυρικοῦ λόγου φαίνεται τοῦτο πεποιηκώς. γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας. τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ [*](1 P mg.: ἐν ἄλλοις οὐκ ἔστι τὸ πανηγυρικοῦ 2 λόγου P Ac 3 προσήκειν Ac, (ν postea add m.1) P; προσήκει V c Ba | μικρὸν P | p. 388, 18 5 p. 386, 19 6 ὁ πλατωνικὸς Pc 10 δὲ V, (γαρ supr.) Pa; γὰρ Pc 11 et 12 αἱ om. V c Ba 13 cf. 376, 10 14. 15 ἐν τούτῳ γε om. Vc Ba 17 παρὰ τῶι Ac, v.l.P 18 Plat Phaedr. 237 19 τῶν (pro τὸν) VcBa 20. 21 τὸ τμητικὸν Ac 21 φαίνεται λόγου V 22 ⌊γ⌉ὲ Pc; om. V)

388
πολιτικοῦ παραπλησίως χρῆται ὁ πανηγυρικὸς καθάπερ ὅ τε συμβουλευτικὸς καὶ ὁ δικανικός. ἐν δὲ τοῖς ἀμοιβαίοις τῶν πανηγυρικῶν, ὃ δὴ καὶ αὐτὸ πολὺ παρὰ τῷ Πλάτωνί ἐστιν, ἤδη καὶ αἱ τραχύτητες καὶ αἱ σφοδρότητες ἔσχον καιρὸν οὐκ ἐλάχιστον, ὥσπερ καὶ τὰ τῆς δεινότητος εἴδη πάντα, καὶ τῶν γε τοῦ Πώλου λόγων ἐν Γοργίᾳ τινὲς τῆς φαινομένης εἰσὶ καὶ οὐκ οὔσης δεινότητος. καὶ οὐ μόνον ταῦτά γε τὰ εἴδη τὰ ἀμοιβαῖα ἀλλὰ καὶ πάντα ἤδη δέχεται διὰ τὸ μιμητικόν τε καὶ δραματικὸν καὶ οὕτως, ὥστε κεχωρίσθαι πως ἀπʼ ἀλλήλων αὐτὰ καὶ μὴ κεκρᾶσθαι, ἀλλʼ ἰδίᾳ μὲν ἔχειν εὑρεῖν ἀφέλειαν, ἰδίᾳ δὲ σεμνότητα, ἰδίᾳ δὲ ἕκαστον τῶν λοιπῶν, ἔστι δʼ οὗ καὶ τὸ εὔζωνον καὶ οἷον εὐτελὲς εἶδος τοῦ λόγου· αἱ γὰρ μιμήσεις τῶν προσώπων καὶ τούτῳ χώραν ἤδη δεδώκασι. — Καὶ ὡς μὲν ἐν λογογραφίᾳ τοιοῦτον εἶδος εἶναι δεῖ τὸ πανηγυρικόν· ὡς δʼ ἐν ζητήμασι πολιτικοῖς, ἔνθα τοῦ πολιτικοῦ πανηγυρικοῦ εἴδους δεῖ, περὶ οὗ μικρῷ πρότερον ἐπηγγειλάμην ἐρεῖν, — ἔστι γάρ τινα καὶ πολιτικὰ ζητήματα καὶ πανηγυρικά, οἷον εἰ περὶ τῆς προπομπείας [*](374) ἀμφισβητοῖεν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ Μηδικὰ ἢ ὅσα τοιαῦτα — ὡς ἐν τοιούτοις ζητήμασιν οὐκέθʼ ὁμοίως ὁ πανηγυρικὸς ἀλλὰ πολιτικώτερος γίνεται καὶ σχεδὸν διʼ ὧνπερ καὶ ὁ συμβουλευτικός, μᾶλλόν γε μὴν ἐνταῦθα ἢ ἐκεῖ ἥ τε λαμπρότης καὶ ἡ σεμνότης [*](405) [*](1 πολιτικοῦ λόγου Pc | πανηγυρικὸς λόγος Pc 3 παρὰ V, v.l.P; om. P 4 cf. 387, 7 6 τόν . . λόγον m.1 VcBa 8 γε ταῦτά γε Pc 9 ἤδη Ac, (ἐι m.1 supr.) Pc, (εἴδ m.po.) Pa, (γρ εἴδη m.1) Ba: εἴδη Vc | τε om. Vc Ba 13 οὗ PAc; οὖν Ba, (ὅπου m.po. supr.) Vc 18 εἶδος m.1VcBa | μικρ⌊ῶι ex ὸν⌉ Ba p. 387, 1 20 καὶ del. Pc 22 τοῖς τοιούτοις Ac 23 ὅμοις Ac 24 pr. καὶ V, (ἡ m.1 supr.) Pa; ἢ καὶ Pc)
389
πλεονάζειν ὀφείλουσιν. Ἐπανιτέον δὲ πάλιν, ὅθεν ἐπὶ τοῦτο ἐξέβημεν. ὁ μὲν γὰρ πολιτικὸς πανηγυρικὸς τοιοῦτος, τῶν δὲ κατὰ λογογραφίαν πανηγυρικῶν οὗτος κάλλιστος ὁ Πλατωνικός, καὶ τοῦτον παράδειγμα φαίημεν ἂν ἡμεῖς εἶναι τὸ ἄριστον τοῖς βουλομένοις τε καὶ δυναμένοις πανηγυρικὸν λόγον ἐργάζεσθαι.

Ὡς δʼ ἐν ποιήσει — πανηγυρικὸν γὰρ πρᾶγμα δήπουθέν ἐστι ποίησις ἅπασα καὶ πάντων γε λόγων πανηγυρικώτατον — ὡς οὖν ἐν ταύτῃ καὶ τῷ τί τὸ κράτιστον κατὰ ταύτην εἶδος (τοῦτο γὰρ δὴ χαρακτηριστέον ἡμῖν κἀνταῦθα πρῶτον, ὥσπερ καὶ τὰ ἄλλα πάντα τῶν γενικῶν εἰδῶν ἐχαρακτηρίζομεν ἀπὸ τῶν καλλίστων χαρακτηρίζοντες) οὐχ ὁμοία ἡ διοίκησις, ἀλλὰ προσεῖναι δεῖ πολλὰ καὶ ἄλλα τοῖς περὶ λόγου πανηγυρικοῦ προειρημένοις ἅποσιν, ἅ δὴ καὶ ἴδιά τις ἂν εἶναι φαίη ποιήσεως, περὶ ὧν λεκτέον. ἀνάγκη δὲ πάλιν ταὐτὸν προειπεῖν καὶ τὴν αὐτὴν ἀναλογίαν σῶσαι κἀνταῦθα τοῖς ἔμπροσθεν κατὰ τοὺς γεωμέτρας· ὅπερ γὰρ ἦν ὁ Δημοσθένης ἡμῖν κατὰ τὸν πολιτικὸν λόγον ἔν τε τῷ συμβουλευτικῷ καὶ δικανικῷ καὶ ὁ Πλάτων ἐν τῷ πεζῷ πανηγυρικῷ, τοῦτʼ ἄν Ὅμηρος εϊη κατὰ τὴν ποίησιν, ἣν δὴ πανηγυρικὸν λόγον ἐν μέτρῳ λέγων εἶναί τις οὐκ οἶμαι εἰ διαμαρτήσεται, ἐπεὶ κἀνταῦθα ὁμοίως ἀναστρέφει τὸ πρᾶγμα, καθάπερ ἀνέστρεφεν ἐπʼ ἀμφοῖν κἀκεῖ· ἀρίστη τε γὰρ ποιήσεων ἡ Ὁμήρου, καὶ [*](375) Ὅμηρος ποιητῶν ἄριστος, φαίην δʼ ἂν ὅτι καὶ ῥητόρων καὶ λογογράφων, λέγω δʼ ἴσως ταὐτόν· ἐπεὶ γάρ ἐστιν [*](2 ἐπὶ τοῦτο om Pc 4 τοῦτο Vc Ba, (ν m.1 supr.) Pa 7. 8 ἔστι δήπουθεν V c Ba 8 γε om. Pc 9 τῶι del Pc; τῶ m.1 supr. Pa; om. V 17 εἰπεῖν Pc 23 aut οὐκ οἶδα εἰ (Ald.; cf. 344, 26) scrib aut οὐκ οἶμαι [εἰ om. Va] 25 p. 381, 3. 386, 24)

390
ποίησις μίμησις ἁπάντων, ὁ δὲ μετὰ τῆς περὶ τὴν λέξιν κατασκευῆς ἄριστα μιμούμενος καὶ ῥήτορας δημηγοροῦντας καὶ κιθαρῳδοὺς πανηγυρίζοντας ὥσπερ τὸν Φήμιον καὶ τὸν Δημόδοκον καὶ τὰ ἄλλα πρόσωπά τε καὶ πράγματα ἅπαντα, οὗτος ἄριστός ἐστι ποιητής, ἐπειδὴ οὖν ταῦθʼ οὕτως ἔχει, τάχʼ ἂν ταὐτὸν εἰρηκὼς [*](406) εἴην, εἰπὼν εἶναι ποιητῶν ἄριστον, ὡς εἰ καὶ ῥητόρων ἄριστον καὶ λογογράφων ἔλεγον. στρατηγῶν μὲν γὰρ ἢ τεκτόνων ἢ τῶν τοιούτων ἴσως οὐκ ἄριστος, καίτοι καὶ τὰ τοιαῦτα ἄριστα μιμούμενος, ἀλλʼ οὐ λόγος ἐκείνοις ἡ τέχνη οὐδὲ ἐν λόγοις· οἷς δʼ ἔστιν ἐν λόγῳ τὸ ἔργον, οἷον ῥήτορσι λέγω καὶ λογογράφοις, ὁ τούτους ἄριστα μιμούμενος καὶ λέγων, ὥσπερ ἂν ὁ ἐκείνων ἄριστος εἴποι, πάντως ἂν εἴη καὶ αὐτὸς ἐκείνων ἄριστος. ἄριστος οὖν κατὰ πάντα λόγων εἴδη καὶ ποιητῶν ἁπάντων καὶ ῥητόρων καὶ λογογράφων Ὅμηρος· καὶ γὰρ μεγέθη καὶ ἡδονὰς καὶ ἐπιμελείας καὶ δεινότητας καὶ τὸ μέγιστον ποιήσεως μίμησιν ἐναργῆ καὶ πρέπουσαν τοῖς ὑποκειμένοις κἀν τοῖς κατὰ λέξιν κἀν ταῖς εἰσαγωγαῖς τῶν προσώπων καὶ μύθων διατυπώσεις καὶ [*](376) μέτρων διαφόρους τομάς, ἐξ ὧν καὶ διάφορά πως συμβαίνει γίνεσθαι τὰ μέτρα καὶ ταῦτα ἐν δέοντι καὶ κατὰ λόγον μεταβαλλόμενα, πρὸς τῷ καὶ τὸ φύσει πάντων ἄριστον μέτρον προῃρῆσθαι καὶ ὅλως τὸ ποικίλον καὶ ἐξ ἁπάντων ἓν ὅτι κάλλιστον ὁ μάλιστα ἐργασάμενος [*](1 ἁπάντων suspect. (vix κατὰ Πλάτωνα ; cf. Leg. ll 668 A. IV 719 C cet.) | δὴ Ba, m.1 Vc 4 alt τὸν om 6 τοῦτον Ba, m.1 Vc 8 ἄριστον post λογογράφων VcBa 9 ἴσως om. Vc 12 [λέγω] ? | τούτο⌊υ m. po ex ι⌉ς Vc; τοιούτ⌊ου m.po.⌉ς Ba 14 αὐτὸς P; αὐτῶν V 18 ἐναργῆ om. Pa 19 λέξιν καὶ ταῖς Ba 21 ⌊το⌉μὰς, cr. m.po. Vc, m. 2Ba 23 προβαλλόμενα Pc | τῶι PAc; τὸ VcBa 24 προειρῆσθαι m.1 VcBa)
391
παρὰ πάντας ποιητὰς οὗτός ἐστιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τήν τε ἀρίστην ποίησιν καὶ αὐτὸν Ὅμηρον χαρακτηρίσαι· ἵνα δὲ ἐντελέστερον ᾖ τὸ λεγόμενον, ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν.

Ὁ τοίνυν ὡς ἐν ποιήσει λόγων ἄριστος πανηγυρικῶν γίνεται διά τε τῶν προειρημένων περὶ πανηγυρικοῦ λόγου πάντων τε καὶ ὡσαύτως καὶ ἔτι διὰ τῶν ἰδίων ποιήσεως παρὰ τὰ προειρημένα, οἷς ὁ μὲν δικανικός τε καὶ συμβουλευτικὸς ἥκιστα χρῆται ἢ ὅτι σπανιώτατα, καὶ οὕτω δὲ οὐχ ἅποσιν ἀλλὰ τισίν, ὁ δʼ ἐν τῷ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅποσιν ἀλλὰ μετά τινος παραμυθίας καὶ οὐχ ἁπλῶς. ἔστι δὲ ἴδια ποιήσεως παρὰ τὸν ἄλλον λόγον πάντως μέν που [*](407) καὶ τὰ μέτρα τά τε ὁμολογούμενα καὶ ὑπʼ αὐτῆς ψιλῆς τῆς ἀκοῆς κρινόμενα. Μάλιστα δὲ ποιήσεως ἴδια αἵ τε μυθικαὶ ἔννοιαι πᾶσαι, οἷον τὰ περὶ Κρόνου καὶ Τιτάνων καὶ ἔτι Γιγάντων καὶ Διὸς αὐτοῦ καὶ τῶν ἄλλων θεῶν ἀνθρωποπαθῶς λεγόμενα, ὡς ἐγένοντο καὶ ὅσα ἔπραξαν ἢ πράττουσιν αὐτοί τε πρὸς ἑαυτοὺς καὶ πρὸς ἀνθρώπους, καὶ ἔρωτες αὐτῶν καὶ πόλεμοι καὶ φιλίαι καὶ γοναὶ καὶ τροφαὶ καὶ ὅσα τοιαῦτα. πρὸς δὲ ταύταις, ὅσα περὶ ἀνθρώπων ἤ τινων ἄλλων ζῴων παραδοξολογοῦσιν, οἷον ὡς Κάδμος δράκων ἐγένετο ἐξ ἀνθρώπου καὶ ὡς Ἀλκυὼν ὄρνις καὶ ὅσα περὶ ἀηδόνωον [*](377) ἢ χελιδόνων λέγουσι. ταύτης δὲ τῆς ἰδέας καὶ τὸ γυναῖκας [*](1 πάντας τοὺς VcBa 5 λόγος Ve λόγων Ba 6 p. 387, 5 7 pr. καὶ m.1 supr. Pa; om. Ac 8. 9 δικανικός (sic) | f. 257 v (τε om.) καὶ Pa 14 καὶ τὰ ὑπʼ Ac 15 sq. cf. Theon lI 95, 4 sq. Sp. 18 ἐγένετο P 21. 22 ταύταις PVc Ba (cf. l. 16) τούτοις Ac, v.l.P 23 cf. 203, 21 23. 24 ἀνων VcBa 25 καὶ χελιδόνων, η m.po. supr., Vc)

392
ἐξ ἀνδρῶν ποιεῖν ὡς τὸν Τειρεσίαν καὶ ἄνδρας ἐκ γυναικῶν ὥσπερ τὸν Καινέα. τοιοῦτον δὲ καὶ τὸ πτερωτοὺς ἀνθρώπους λέγειν, ὡς ἔφυσαν, καὶ ὅλως σύνθετά τινα ζῷα ἢ ἐκτράπελα, οἶον Πήγασοι καὶ Γοργόνες καὶ Κένταυροι καὶ Σειρῆνες καὶ ρίτωνες καὶ Ααιστρυγόνες καὶ Κύκλωπες καὶ Περσεύς καὶ ὅσα τοιαῦτα. μυθικὰ δὲ κἀκεῖνα καὶ ποιητικὰ τὰ ὑπερβάλλοντα μὲν ἀνθρώπου φύσιν, ὑπʼ ἐκείνων δὲ τερατολογούμενα ὡς γεγονότα καὶ πιστεύεσθαι ἄξια, οἷον ὅτι Ἀχιλλεῦ τοσόνδε ἐπήδα καὶ ὅτι ὁ Αἴας ἢ ὁ Ἕκτωρ τηλικοῦτοι ῥᾳδίως ἐρρίπτει λίθον καὶ ὅτι τηλικοίδε ἦσαν, καὶ ὅλως τὰ τοιουτότροπα ποιητικά. καὶ τὸ τὰ ἄψυχα τοῖς θεοῖς μετʼ αἰσθήσεως τινος ὑπουργεῖν φάσκειν, οἶον «ταὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ καὶ τὸ «τοῖσι δʼ ὑπτο χθὼν δῖα φύε, καὶ ὅλως τὸ τὰ ἀδύνατα καὶ ἄπιστα τερατεύεσθαι. τὸ μέντοι «τᾶταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ καὶ ὅσα τοιαῦτα ποιητικὰ μὲν καὶ ἡδέα, ὡς ἐν τῷ περὶ γλυκύτητος ἡμῖν εἴρηται, ἡττον δὲ ἔχει τερατολογίας. [*](408) πλὴν εἰ τοὺς ἵππους αὐτοῖς ἤ τινα ἄλλα ζῷα φωνὰς ἀνθρωπίνας προίεσθαι ὡς λίαν μυθικά τις καὶ ποιητικὰ εἶναι λέγοι. Ἀφελὲς δὲ καὶ ποιητικὸν ὁμοῦ καὶ τὸ λεπτῶς εἰς τὰ κατὰ μέρος ίέναι, οἶον [*](378)
  • «τκνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ
  • καὶ ὅτι ὁ δεῖνα τὸν δεῖνα οὑτωσὶ ἀπέκτεινε καὶ ὅτι τκύμβαχος ἐν κονίῃσι πέσε» καὶ ὅτι ἀσθμαίνωνʼ καὶ [*](8 λέγειν ἀνθρώπους Pc; ἀνθρώπους τινὰς λέγειν 4 pr καὶ om Pc 6 περσεὺς, m po πρωτεὺς supr., Vc | καὶ περσεὺς δὲ καὶ V 9 ὁ ἀχιλλεὺς Vc 9 10 cf Hom Φ 269 302 10 καὶ (pro ἢ) Vc 11 cf. Hom H 264. 268 13 Hom E 749 14 τὸ om. 15 νεο- θηλέα ποίην add vulg post φύεν ex Hom. Ξ 347 16 Hom. N 27 18 p. 335,8 21 ὁμοῦ post δὲ W 28 Hom. Α 317 | ἦκεν Ac 25 ὁ κύμβαχος Pa Hom. E 586 |ἐν κονίηι Pc; om Vc Ba | ἔπεσεν Vc Ba |Hom. E 585 cet. 25 p 393, 1 (καὶ om.) ὅσα τὲ Ac)
    393
    ὅσα τοιαῦτα· ἐν μὲν γὰρ ποιήσει χρήσιμια, ἐν ἱστορίᾳ δὲ εὐτέλειαν ποιεῖ, πλὴν ἔνθα ἀφελῶς τις πάνυ βούλοιτο ἱστορίαν γράφειν· ἀφελῆ γὰρ καὶ ἡδέα ὁμοῦ τὰ κατὰ μέρος. Ἴδίαι μὲν οὖν ἔννοιαι ποιήσεως αὗται παρὰ τὰς ἄλλας ἐννοίας τοῦ λόγου τοῦ πανηγυρικοῦ, αἵπερ εἰσὶ καὶ αὐταὶ ποιήσεως οἰκεῖαι.