Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μέθοδος δʼ αὗ ποιήσεως ἰδία πάλιν παρὰ τὰς τοῦ πανηγυρικοῦ λόγου μεθόδους μία τὸ μὴ παρʼ ἑαυτῶν δοκεῖν λέγειν, ἅττʼ ἂν λέγωσι, τὰς Μούσας δὲ παρακαλεῖν ἢ τὸν Ἀπόλλωνα ἤ τινα ἄλλον θεὸν κἀκείνου ποιεῖν δοκεῖν εἶναι τὸν λόγον ἴδιον. πάλιν δʼ αὗ ταύτῃ ὁ μὲν συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρήσεται, ὁ δὲ πανηγυρικὸς μετά τινος παραμυθίας.

Δέξις γε μὴν φανερὰ πᾶσιν ἥτις ἐστὶν ἡ ποιητική, καὶ ὡς τῶν κατὰ ποίησιν καλλίστη λέξεων ἡ Ὁμήρου· καθαρὸς γὰρ ὡς ἐν ποιήσει κινδυνεύει μόνος ἢ σύν γε Ἡσιόδῳ κατʼ αὐτὴν εἶναι.

Σχήματα δὲ ἴδια ποιήσεως οὐκ ἔστιν, ὥσπερ ἦν νοήματα καὶ μέθοδός τις καὶ λέξις, ἀλλὰ τὰ αὐτὰ ἔχει ταῦτα τῷ πανηγυρικῷ, κατὰ δὲ τὸ μιμητικόν, ὡς ἄν τὰ ειδη τῶν λόγων ἀπαιτῇ.

Κῶλά γε μὴν ἰδια ποιήσεως καὶ συνθῆκαι ῥυθμοί τε καὶ ἀναπαύσεις ῥάδιον μὲν εἰπεῖν ὅτι τὰ μέτρα, καὶ ἀληθές γε τοῦτο κατιδεῖν, ἑως ἐφʼ ἑαυτῆς ἡ ποίησις [*](379) μένει ψιλή· ὅταν δὲ περὶ Ὁμήρου λέγωμεν, ἀνάγκη [*](1 μὲν om Βa 1.2 δὲ ἱστορίαι Ac 2 ἔνθα ἂν So |τι Pa 3 ἱστο- ριογραφεῖν Ac |[ἡ] δέα Vc Ba 6 et 7 ποιήσεων Vc Ba 7 ἰδία om. Vc Ba 8 εαυτὸν Vc 9 δοκεῖν om. Vc Ba |ὅτʼ ἂν Vc Ba 10 ἀπόλλω V 11 εἶναι δοκεῖν V 14 γε om. Vc Ba | μὲν Vc 16 ὡς om. Pa 17 τῶι ἡσιόδωι 18 mg ἐν ἄλλοις τὸ ἧν οὐκ ἔστιν P 20 ταῦτα om Ac 22 ποιήσεως Dg. suppl. Pa 24 καὶ ὡς ἀληθὲς Pc 25 μένη VcBa)

394
προστιθέναι, ὅτι τόδε τὸ μέτρον, καὶ τοῦτο δὲ οὐχ ἀπλῶς [*](409) ὅτι ἑξάμετρον δακτυλικὸν καταληκτικόνʼ, οὐδὲ ὅτι ἥδε ἡ μηρικὴ ἀνάπαυσις ἢ ὅδε ὁ ῥυθμὸς ἢ ῆδε ἡ συνθήκη, ἀλλʼ ὥσπερ καὶ περὶ τῶν σχημάτων ἐν τοῖς κατὰ μίμησιν ἐλέγομεν, οὕτω συμιβαίνει τοῦτο κἀνταῦθα γίνεσθαι· ὅταν γὰρ ἢ διάθεσιν ἐμπαθῆ τοῦ λέγοντος προσλάβῃ ὁ ποιητὴς ἤ τι ἄλλου προσώπου ἡθος μιμῆται ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ τοιόνδε τι ἢ τοιόνδε πρᾶγμα ἐξαγγέλλῃ, ἀνάγκη τὰς προσηκούσας ἐνταῦθα καθʼ ἕκαστον γίνεσθαι κατὰ τὰ εἴδη τῶν λόγων ἀναπαύσεις καὶ βάσεις καὶ συνθήκας καὶ ῥυθμούς, οἶον σεμνούς ἢ τραχεῖς ἢ ἀφελεῖς ἢ περικαλλεῖς καὶ ἐπιμελεῖς ἢ ὅσα εἴδη ῥυθμῶν τε καὶ λόγων ἐλέγομεν. τοῦτο δὲ συμβαίνει μάλιστα μὲν καὶ διὰ τὸ πλῆθος τῶν τοῦ ἑξαμέτρου σχημάτων — ἔστι γὰρ αὐτοῦ σχήματα δύο καὶ τριά κοντα, ὡς διδάσκουσιν ἡμᾶς οἱ γραμματικοί —, ἔπειτα καὶ διὰ τὴν ποιὰν ἀνάπαυσιν, ὅ καὶ μέγιστον ἐν τοῖς τοιούτοις· ἐξίσταται γὰρ καὶ τοῦ οἰκείου πολλάκις τὸ μέτρον ῥυθμοῦ κατὰ τὰς ποιὰς τῶν στίχων τομὰς καὶ ἀναπαύσεις ἐννοιῶν κατὰ τὰ κῶλα· τὸ γοῦν «ταὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν» ἀναπαιστικόν πώς ἐστι γενομένῃς [*](380) ἀναπαύσεως ἐν τῷ ἡρώωνʼ· διότι δὲ ἢ τούτου ἐδέησεν αὐτῷ ἐνταῦθα ἢ ἑτέρωθί που ἄλλων τινῶν ῥυθμῶν, οὐ χαλεπῶς ἐπιγνοίη ἂν ὁ τὰ προειρημένα πάντα περὶ τῶν ἰδεῶν ἀπασῶν τοῦ λόγου ὀρθῶς ἐπ [*](2 γρ ὅτι οὐδὲ ἥδε (ἧδε Pa) P 8 Ὁμηρικὴ suspect 4. 5 μίμησιν] ἐλέγομεν 7 ὅ (pro ἤ) m 1Vc, ? Ba | ἄλλο P 7 8 μι- μεῖται Vc Ba 8 ἀφʼ ἑαυτοῦ αὐτὸς Pc 11. 12 ἢ τραχεῖς om Vc Ba 18 πολλάκις ante καὶ Vc Ba | ἰδίου, mg οἰκείου, Ba 19 ῥυθμοῦ ante 18 τὸ Vc Ba | ἢ καὶ V 20 κατὰ τὰ V, (om τὰ) Pc; καὶ τὰ Pa | Hom. Α 4 αὐτὸς Pc 21. 22 γενομένη- ἡρώων om Pc 22 ἢ om. Sc 24 ἐπιγνώῃ VcBa)
395
εσκεμμένος καὶ ἔτι τὸν περὶ δεινότητος μεθόδου, ὅς μετὰ τήνδε ἡμῖν τὴν πραγματείαν τέτακται.

Νυνὶ δὲ ἤδη περὶ τῶν μετὰ τούτους τούς προειρημένους ἄνδρας τρεῖς ὑφʼ ἑκάστῳ τούτων τεταγμένων καὶ οἷον τὰ δεύτερα καὶ τρίτα φερομένων καθʼ ἕκαστον ἐκείνων ἐν τοῖς κατʼ αὐτοὺς εἴδεσι λεκτέον, καὶ πρῶτόν γε περὶ τῶν πολιτικῶν. δεῖ δὲ ἀναγκαίως πρότερον [*](410) εἰπόντα διὰ βραχέων, τίς ὁ ἀπλῶς πολιτικὸς λόγος, οὐχ ὁ Δημοσθενικὸς ἤ του ἄλλου, ἀλλʼ ἀπλῶς ὁ πολιτικός, καὶ τίς ὁ ἀπλῶς πανηγυρικός, ἀλλʼ οὐχ ὁ κάλλιστος πανηγυρικὸς ἢ Πλατωνικὸς ἢ Ὁμηρικός, οὕτω καὶ περὶ τῶν καθʼ ἑνα λόγου ἀξίων ἀνδρῶν διὰ βραχέων χα ρακτηρίσαι· περὶ γὰρ τοῦ δικανικοῦ ἱκανῶς εἴρηται. ἀλλὰ πρότερόν γε περὶ τοῦ ἀπλῶς πολιτικοῦ ὅπερ ἐλέγομεν ῥητέον.