Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Περὶ λόγου πολιτικοῦ

[*](398)

10 Ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος γίνεται μὲν διὰ πασῶν τῶν προειρημένων ἰδεῶν, οὐ μὴν ἁπλῶς γε, κραθεισῶν δέ πως πρὸς ἀλλήλας, ὡς ἐλέγομεν. καὶ ὁ μὲν τῇ ἀρίστῃ μίξει χρησάμενος τούτων τὸν ἄριστον δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετʼ ἐκεῖνον τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω. ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός, οὐδεὶς ἀμφιβάλλει δήπουθεν· οὐ μὴν ἁπλῶς γε ἡμῖν περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν ἄλλων τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς [*](1 οἶμαι Ac 5 γε om. Pc 9 δεῖ P Ac: δὴ Vc Ba | pr. ἤδη om. Sc 11 περὶ τοῦ πολιτικοῦ λόγου Pπ, (om τοῦ) Sc Va 14 cf. 217, 15 305, 6 cet 15 cf. Longin. Ι 2 p. 215, 16 Sp -H. | τοῦ- τον Ba 16 (δηλα om.) δὴ V 18 καὶ om. Ac 20 τίς δὲ ἡ ἀρίστη Vc 28 νῦν om. Pc 25 ἄλλων τῶν om. VcBa)

381
λόγοις χαρακτηρίζειν ἡμῖν μὴ ᾖ χαλεπόν. συμβαίνει γε μὴν ἀναγκαίως περὶ τούτου λέγουσι καὶ περὶ Δημοσθένους λέγειν δοκεῖν, ἐπεὶ καὶ ἀναστρέφει· ἄριστός τε γὰρ πολιτικῶν λόγων ὁ Δημοσθενικός, ὅ τε αὖ Δημοσθενικὸς λόγος τῶν πολιτικῶν ἄριστος.

Φημὶ τοίνυν δεῖν ἐν τῷ τοιούτῳ λόγῳ πλεονάζειν μὲν ἀεὶ τόν τε τὴν σαφήνειαν ποιοῦντα τύπον καὶ τὸν ἠθικόν τε καὶ ἀληθῆ καὶ μετὰ τούτους τὸν γοργόν, τῶν δʼ αὖ τὸ μέγεθος ποιουσῶν ἰδεῶν τὴν μὲν περιβολὴν διόλου πλεονάζειν καὶ οὐχ ἧττόν γε ἢ τὴν καθαρότητά τε καὶ εὐκρίνειαν, τὴν μέντοι τραχύτητα καὶ σφοδρότητα παρισοῦσθαι μέν πως τοῖς εἰρημένοις, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον. ἀκμὴ δὲ καὶ σεμνότης [*](367) ἀπʼ αὐτῶν καὶ ἔτι λαμπρότης εἶναι μὲν ὀφείλει, οὐ μὴν οὕτως οὐδʼ ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ αἱ προειρημέναι τῶν ἰδεῶν, ἀλλʼ ἐπʼ ἔλαττον, ὅπου γε τὴν σεμνότητα καὶ διακόπτειν ἐν τῷ πολιτικῷ χρὴ λόγῳ καὶ [*](399) καθαιρεῖν ἀπὸ τοῦ μεγέθους, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· παρεντεθὲν γὰρ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» καὶ διακόψαν τὸν λόγον καθεῖλεν ἀπὸ τοῦ μεγέθους καὶ ἧττον ἐποίησε φανῆναι σεμνόν. ἤδη δέ που καὶ ἡ λαμπρότης ταὐτὸ πέπονθε τοῦτο, ὡς καὶ παρὰ τῷ Δημοσθένει, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη», εἶτα πρὶν ἐπαγαγεῖν, ὃ σφόδρα ἂν ἐποίησεν αὐτῷ τὸν λόγον λαμπρὸν καὶ σοφιστικόν, [*](3 ἀντιστρέφει Ald. αὖ om. V 14 ἀπʼ om. VcBa 17 χρὴ om. Pc 18 Dem. 25, 15 20 φύσει — 21 μικρὰν om. Ac 20 πα- ρ⌊εν m.2 ex α⌉τεθὲν Pc; παρατεθὲν Pa VcBa 23 σεμνὸν φανῆ- ναι V 24 ὡς om. VcBa 25 Dem. 18, 188: cf. p. 266, 9)

382
λέγω τὸ «τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίηχσεν ὥσπερ νέφος», διέκοψε καὶ ἧττον ἐποίησεν αὐτὸν φανῆναι λαμπρὸν παρενθεὶς τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων». — Μέγεθος μὲν οὖν μέχρι τοσούτου καὶ τοῦτον τὸν τρόπον προσεῖναι δεῖ τῷ λόγῳ τῷ ἀρίστῳ τῶν πολιτικῶν· δεινότητος δὲ τῆς μὲν καὶ οὔσης καὶ φαινομένης ὡς ἐλάχιστον, τῆς δὲ ἐν μεθόδῳ κειμένης πάμπολυ — περὶ ταύτης δὲ ἔφην ἰδίᾳ πραγματεύσασθαι —, τῆς δὲ φαινομένης μόνον δεινότητος οὐδέν, πλὴν εἰ τὰ λαμπρὰ καὶ ἀκμαῖα εἰς τοῦτο ἀναφέροι τις· τούτων δὲ ὁπόσον [*](368) δεῖ μετεῖναι τῷ πολιτικῷ λόγῳ, προείρηται. — Κάλλος δέ, ὅπερ ἔφαμεν εἶναι καθάπερ κομμωτικόν, διόλου μὲν ἔχειν ὁ πολιτικὸς λόγος ὀφείλει, ἧττον δὲ ἐμφαινόμενον, οἷόν ἐστι καὶ παρὰ Δημοσθένει, καθάπερ ἐδείξαμεν ἐν τῷ περὶ κάλλους. ἔνθα μέντοι λογισμῶν δεῖ καὶ λεπτότητος, ἐνταῦθα καὶ πλεονάζειν προσήκει τοῖς τοῦ κάλλους ῥυθμοῖς καὶ ταῖς συνθήκαις καὶ ἀναπαύσεσιν· αἱ γὰρ ἐπιμέλειαι τῆς λέξεως ταῖς πυκνότησι τῶν ἐννοιῶν ἐπιτήδειοι, καὶ τὸ καθαρὸν αὖ τὸ τῆς συνθήκης τε καὶ ἀναπαύσεως ἀφαιρεῖται τῶν τοιούτων νοημάτων ἢ καὶ ζητημάτων τὸ ἄγαν αὐστηρόν, χάριν [*](400) τινὰ προσβάλλον ἀφ᾿ ἑαυτοῦ καὶ διεγεῖρον τὸν ἀκροατὴν καὶ οὐκ ἐῶν ἄχθεσθαι τῇ πυκνότητι τῶν νοημάτων καὶ τῇ συνεχείᾳ· τοιαῦτα γὰρ τὰ ἐν τοῖς λογισμοῖς κείμενα [*](1 ἐπιστάντα PV 9 ἐλάχιστον Pa | cf. 376,10 10 δὲ ταύ- της Ac | cf. 378,18 | πραγματεύσεσθαι? 11 μόνον Pa V; μὲν Pc 12 ὁπόσων Ba 13 μετεῖναι δεῖ VcBa | p. 381,13 14 κα- θάπερ τι | p. 298,1 15 ὀφείλει λόγος Pc 17 cf. 298, 6. 299, 11 cet.)
383
καὶ δυνάμεως λόγου δεόμενα· ἐπεὶ γάρ ἐστιν ἡ τοῦ λόγου δύναμις τὸ τὰ πολλὰ ἢ τὰ δυσχερῆ καὶ σκολιὰ τῶν νοημάτων ἢ τὸ συναμφότερον διʼ ἐλαχίστων σαφῶς εἰπεῖν ἄνευ τοῦ προσπεσεῖν εἴς τινα κακίαν λόγου, οἷον εὐτέλειαν ἢ σκληρότητα, δεῖ τινος κάλλους τῇ βραχύτητι, ὃ δὴ ποιεῖ ἔπιμέλεια. πρὸς δὲ τούτοις μάχεταί πως τῷ εὐτελεῖ τὸ ἐπιμελὲς καὶ μὴ ἐρριμμένον· ὥστε, εἰ καὶ συμβαίνει διὰ λεπτότητα νοημάτων, ὃ δὴ πολλάκις πέφυκεν ἐν τοῖς τοιούτοις γίνεσθαι, καταφέρεσθαι τὸν λόγον εἰς εὐτέλειαν, ὀρθώσειας ἂν οὕτως αὐτὸν τοῖς τοῦ κάλλους σχήμασι καὶ τοῖς ῥυθμοῖς ταῖς τε συνθήκαις καὶ ἀναπαύσεσιν.

Ἀλλὰ ταυτὶ μὲν ἀκριβῶς ἐν τῷ Περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται, τὸ πότε καὶ πῶς δεῖ πλεονάζειν [*](369) ἐν τίσι τῶν ἰδεῶν, νυνὶ δὲ ἁπλῶς περὶ πολιτικοῦ λέγομεν λόγου καὶ Δημοσθενικοῦ ἐν τῷ καθόλου καὶ οὐ περὶ τινὸς Δημοσθενικοῦ ἢ πολιτικοῦ. διαφέρει δὲ ἢ καθόλου τι λέγειν ἢ ἐπὶ μέρους· ἐπεὶ καὶ οἱ δημόσιοι λόγοι τοῦ ῥήτορος καὶ οἱ ἰδιωτικοὶ καὶ πάλιν τῶν δημοσίων ὁ Πρὸς Λεπτίνην καὶ ὁ Κατʼ Αἰσχίνου Δημοσθενικοὶ δήπουθέν εἰσιν ἅπαντες, διαφέρουσι δὲ ἀλλήλων πάμπολυ τῷ μὴ περὶ ταὐτὸν εἶδος πλεονάσαι. εἰ γὰρ καὶ ἄλλοις τισὶ πολλάκις εἴδεσιν οἷον τραχύτητι ἢ ἐπιεικείᾳ ἢ ὅλως ἤθει ἤ τινι τῶν λοιπῶν διʼ αἰτίας τινὰς ἐπὶ πλεῖον δεῖ χρῆσθαι, ἀλλʼ ὅ γε ἁπλῶς Δημοσθενικὸς καὶ πολιτικῶν κάλλιστος λόγος ἐκείνως καὶ διʼ ἧς ἐλέγομεν κράσεώς τε καὶ μίξεως γίνεται, πλεονάζοντος [*](1 ⌊ἡ m.2⌉ Pc; ἐστι λεπτοῦ λόγου? 2 ἢ τὰ om VcBa 6 τρα- χύτητι, βρα m.2 supr., Pc | δεῖ Vc | ἡ ἐπιμέλεια V 7 μάχεσθαί. ται m.1 supr., Pc 7. 8 διερριμμένον Pc 8 συμβαίνοι V 14. 15 πλεονάζειν καὶ ἐν Ac | cf. 378, 15 sq. 27 p. 381, 6)

384
μὲν κατʼ αὐτὸν τύπου τοῦ τὴν σαφήνειαν ποιοῦντος καὶ τοῦ ἠθικοῦ τε καὶ ἀληθινοῦ καὶ μετὰ τούτους [*](401) τοῦ γοργοῦ τῆς τε περιβολῆς παραπλησίως τούτοις, τραχύτητος δὲ καὶ σφοδρότητος οὐ παραπλησίως τῇ περιβολῇ, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον, σεμνότητος δὲ καὶ λαμπρότητος καὶ ἀκμῆς ἔτι ἐνδεέστερον ἢ κατʼ ἐκείνας, δεινότητος δὲ τῆς μὲν ἐν μεθόδῳ μάλιστα, τῆς δὲ ἄλλης ἥκιστα ἢ ὡς ἐλάχιστα, κάλλους δὲ τοῦ κομμωτικοῦ πλεονάζοντος μὲν ὁμοίως τοῖς πρώτοις, καὶ μάλιστα ὅτε δυνατῶς ἐξαγγεῖλαί τι δέοι, ἀνεμφάτως δὲ καὶ ἧττον ἔχοντος φανερὰν τὴν ἐπιτήδευσιν· διὰ γὰρ τούτων ἁπάντων οὕτω μιγνυμένων ὁ κάλλιστός τε πολιτικὸς καὶ Δημοσθενικὸς λόγος γίνεται.

[*](370)

Τούτου δὲ τοῦ λόγου τοῦ πολιτικοῦ ὃ μέν ἐστι συμβουλευτικός, ὃ δὲ δικανικός, ὃ δὲ πανηγυρικός. καὶ ὁ μὲν συμβουλευτικὸς δῆλον ὡς ἐν τοῖς μέγεθος ποιοῦσι μᾶλλον πλεονάζει τύποις μετὰ τῆς καὶ οὔσης καὶ φαινομένης δεινότητος· δεῖ γὰρ καὶ φαίνεσθαι τοιοῦτον τὸν συμβουλευτικὸν διὰ τὸ ἀξιωματικὸν ὀφείλειν εἶναι ἅμα ἔχοντα δηλαδὴ καὶ τὰ ἄλλα πάντα, ἃ τὸν κάλλιστον τῶν πολιτικῶν δεῖν ἔφαμεν ἔχειν λόγον, ἤθους δὲ πλὴν ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατʼ εἰρωνείαν σφοδροῦ μετρίως μεθέξει. εἰ δὲ τινὲς τῶν συμβουλευτικῶν οἷον οἱ φύσει τοῦ ῥήτορος οὕτως ἐπιγραφόμενοι συμβουλευτικοὶ πολὺ τὸ ἠθικὸν ἔχουσι καὶ τὸ ἐπιεικές, οὐ δεῖ θαυμάζειν τὸ εἰρημένον· νυνὶ γὰρ οὐ περὶ τῶν κατὰ μέρος λόγων χαρακτηρίζομεν, ὃ δὴ πολλάκις διεμαρτυράμην, [*](2 τε om. Pc 4 δὲ Sc; τὲ PV 11 δὲ Sc; τὲ PV 13 λόγος V, v l.Pc; om. P 16 μὲν κάλλιστος συμβουλευτικὸς ὢν δῆλον Ac | ἐν om. V 17 pr. καὶ post μετὰ Ac; om. V c Ba 19 τὸν P Ac; τὸ VcBa 20 πάντα om. V c Ba 25 alt τὸ om. V 27 cf. 380,23)

385
ἀλλὰ περὶ τοῦ καθόλου διαφέροντος εἴδους ἐν λόγῳ συμβουλευτικῷ, ὁποῖόν ἐστι τὸ ἐν Φιλιππικοῖς· ὥστε, εἰ προσώπων τις ἰδιότης ἤ τι τοιοῦτον ἕτερον ἠνάγκασε κατελθεῖν ἀπὸ τοῦ οἰκείου ἀξιώματος τὸν συμβουλευτικὸν λόγον εἰς τὸ ἠθικώτερον ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν ἢ καί τῳ ἄλλῳ, μηδὲν τοῦτο ἐμποδὼν [*](402) εἶναι νομίζωμεν πρὸς τὸ δεῖν τοιοῦτον εἶναι τὸν ἄριστον τῶν συμβουλευτικῶν, ὁποῖον ἐχαρακτηρίζομεν, ἀξιωματικὸν λέγω καὶ οἷς εἴπομεν πλεονάζοντα· ἐκεῖνος γὰρ οὐκέτʼ ἄν ἄριστος εἴη τῶν συμβουλευτικῶν ὅ γε τῇ οἰκείᾳ φύσει διά τι χρήσασθαι ἐμποδισθείς. εἰ δέ τις καὶ τοὺς Φιλιππικοὺς φήσειε διὰ τὸ τοῦ Φιλίππου πρόσωπον μέγεθος λαβεῖν, ὅτι ἐκεῖνο ἐπιφορὰν ἐνεδέχετο καὶ σφοδρότητα, ἐννοείτω, ὅσην καὶ χωρὶς ἐκείνου τραχύτητα [*](371) καὶ ἄλλως ἀκμὴν κατὰ τῶν Ἀθηναίων ἔχουσιν οἱ λόγοι οὗτοι καὶ παρρησίαν καὶ μέγεθος· πρὸς ἅπερ συλλαμβάνειν μὲν καὶ τὸ τοῦ Φιλίππου πρόσωπον ἀνάγκη συγχωρεῖν, οὐ μὴν τοσοῦτόν γε, ὅσον αὐτὸ τὸ τῆς συμβουλῆς ἴδιον. περὶ δὲ προσώπων καὶ καιρῶν ὁ Περὶ μεθόδου δεινότητος ἀκριβέστερον ἐπιδείξει λόγος. Ἀλλʼ ὁ μὲν κάλλιστος συμβουλευτικῶν ὅπερ ἔφημεν λόγων τοιοῦτος.