Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὁ τοίνυν ὡς ἀπλῶς εἰπεῖν λόγος πολιτικὸς γίνεται 11 μὲν διά τε τῶν τὴν σαφήνειαν ποιουσῶν κατὰ τὸν λόγον ῖδεῶν καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν ἤθους καὶ ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὅ δή ἐστι τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἕν ἀκούειν πάντα· ἐκ γὰρ [*](381) τῆς μίξεως τούτων καὶ οἶον ἑνώσεως ὁ ἀπλῶς πολιτικὸς γίνεται λόγος, οὗ δὴ καὶ πάντες μετέχουσιν, οὕς ὀνομάζομεν πολιτικούς, πλὴν ἴσως τοῦ σοκράτους κατά τι· πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳ τε καὶ σαίῳ καὶ ‘Υπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί.

[*](1 μεθόδου δεινότητος Ac 3 τοὺς m po. suppl. Pa |p. 380, 21. 386, 19. 389, 21 4 (τούτων om ) τεταγμένους Vc Ba 7 δὲ om. Pc 11 πανηγυρικῶν Vc Ba 12 καὶ διὰ Vc Ba 16 λόγου add. Sc 17 ὡς om Ac |πολιτικὸς λόγος Pc 18 19 ἰδεῶν κατὰ τὸν λόγον Vc Ba 20 λόγον ante ποιούσης Ac; om. Ba)
396

Διαφέρουσι δὲ οὗτοι ἀλλήλων, ὅτι τῷ μὲν Λυσίᾳ μετὰ τούτων καὶ τὰ τῆς ἐπιμελείας μετρίως ὕπεστι καὶ τὸ τοῦ κόσμου σφόδρα ἀνεμφάτως, γοργότητος δὲ ὡς ἐλάχιστον, περιβολῆς δὲ τῆς μὲν κατʼ ἔννοιαν μετρίως πως, τῆς δὲ κατὰ μέθοδον ἢ λέξιν ἢ τὰ ἑπόμενα ταύτῃ σχεδὸν οὐδʼ ὅλως. καὶ τῶν ἄλλων δέ, ἅ τὸν ἀξιωματικὸν ποιεῖ λόγον, ὡς ἐλάχιστον αὐτῷ μέτεστι, πλεῖστόν γε μὴν δεινότητος ἔχει τῆς κατὰ μέθοδον.

Τᾷ δὲ σαίῳ πρὸς ἐκείνοις, ἅ τὸν ἀπλῶς ποιεῖ πολιτικὸν [*](411) λόγον, πολὺ τὸ τῆς γοργότητος ὡς ἐγγύς εἶναι τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς περιττότερον ἠ κατὰ Αυσίαν περιβολή τε ὡσαύτως καὶ τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις, ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν. δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ τούτῳ, δεινότερος δὲ ὁ Αυσίας.

[*](382)

Ὁ δʼ ‘Υπερίδης τὸ μὲν ἐπιμελὲς ἤκιστα ἔχει, διὸ καὶ ἧττον δυνατὸς εἶναι πως δοκεῖ· μέγεθος δὲ αὐτῷ ἐστιν ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε μὴ σφόδρα εὗ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκράσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Αυσίᾳ τε καὶ σαίῳ καὶ ἔτι τῷ κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ ‘Υπερίδῃ κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται [*](1 οὗτοι om Vc Ba 2 ὕπεστι μετρίως Ac 4 μὲν om. Pc 11 καλλίστου λόγου τῶν πολιτικῶν P; δημοσθενικοῦ V, v.l.P 15 ὀλίγον Pc 19 εἶναι πως δυνατὸς Pc |αὐτοῦ Vc Ba 23 δει- νότητος m 1Vc 25 κατὰ τὴν suspect.)

397
καὶ ἔστιν, οὐχὶ τὴν κατὰ μέθοδον μόνην, σπανίως μέντοι, ὅπου γε καὶ παρὰ τῷ ημοσθένει σπάνιον τοῦτο. ἴδιον δὲ Τπερίδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι, ὥσπερ ὅταν ‘μονώτατοςʼ λέγῃ καὶ γαλεάγραʼ καὶ ἐκκοκκύζεινʼ καὶ ἔστηλοκόπηταιʼ καὶ ἐπήβολοςʼ καὶ ὅσα τοιαῦτα.

Ἀλλʼ οὗτοι μὲν ταύτῃ διαφέρουσιν ἀλλήλων. λέγοιμεν δʼ ἄν ἤδη καὶ περὶ τῶν λοιπῶν, ἥπερ ἕκαστος αὐτῶν, ὁ αὐτὸς ὢν τοῖς ἄλίοις κατὰ τὸν πολιτικόν, ἕτερος αὐτῶν [*](412) ἰδίοις τισὶν ἑτέροις γίνεται, δηλαδὴ τῷ πλεονάζειν περί τι λόγων εἶδος ἢ τοὐναντίον ἐλάττονι χρῆσθαι τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους λεκτέον.