Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

9 Ἡ δεινότης ἡ περὶ τὸν λόγον ἔστι μὲν κατʼ ἐμὴν γνώμην οὐδὲν ἄλλʼ ἢ χρῆσις ὀρθὴ πάντων τῶν τε προειρημένων [*](1 Dem 18,8 |δὲ⌊VII⌉ το Vc 4 τῇ om Vc Ba |αὐτὸ⌊l–II⌉ Ac 5 ἀναγκάζοντος Vc 6 μεθοδεύεται 10.11 τὸ εἰρημιένον ἐστὶν V 14 μιεθʼ ἁπάσας Vc Ba | εἰρημένας Pa 15 πρὸ τῶν Vc Ba: πρῶτον P Ac 11 cf. Aristid lI 469, 26 Sp 19 ἑτέρων om Pc | καὶ ὅσα Pc 20 ἥρμοσεν V | δὲ P; δὴ Ac; om. Vc Ba τῇ om Pc 20.21 καὶ ἔτι: cf 321, 20. 217, 23 ann 22 mg. ἰδέα ζ P 24 τῶν τε Pc: τε om. Syr ; τῶν τότε Pa; τὲ τῶν V)

369
εἰδῶν τοῦ λόγου καὶ τῶν ἐναντίων αὐτοῖς, καὶ ἔτι διʼ ὧν ἑτέρων σῶμα λόγου γίνεσθαι πέφυκε. τὸ γὰρ εἰς δέον καὶ κατὰ καιρὸν καὶ τὸ οὕτως ἢ ἐκείνως εἰδέναι τε καὶ δύνασθαι χρῆσθαι πᾶσί τε λόγων [*](389) εἴδεσι καὶ πάσαις ἀντιθέσεσι καὶ πίστεσιν ἐννοίαις τε προκαταρκτικαῖς ἢ καταστατικαῖς ἢ καὶ ἐπιλογικαῖς ἀπλῶς τε ὅπερ ἔφην τὸ πᾶσι τοῖς πεφυκόσι λόγου σῶμα ποιεῖν χρῆσθαι δύνασθαι δεόντως καὶ κατὰ καιρὸν ἡ ὄντως οὖσα δεινότης ἔμοιγε εἶναι δοκεῖ. ὥσπερ γὰρ δεινὸς χρῆσθαι πράγμασι λέγεται δήπουθεν ὁ εἰς δέον τοῖς παραπεσοῦσι πράγμασι χρώμενος οἷον ὕλῃ τινὶ οὖσι τῆς ὥσπερ τέχνης αὐτοῦ καὶ δεινὸς στρατηγὸς ὁ τοῖς ὑπὸ τὴν στρατηγίαν πράγμασιν εἰδὼς εἰς δέον χρήσασθαι, ὕλη δὲ δήπουθεν καὶ ταῦτα τοῦ στρατηγοῦ πάντως, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς ὁ τοῖς τῆς ῥητορικῆς πράγμασι καὶ ταῖς ὕλαις αὐτῆς εἰς δέον χρώμενος, πράγματα δʼ ἂν εἴη δήπουθεν καὶ ὕλη ταύτης τὰ προειρημένα, λέγω τά τε εἴδη τοῦ λόγου καὶ τὰ λοιπά· τούτων γὰρ ἕκαστον εἰ δή τις εἰδείη πότε μὲν δεῖ, πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι, καὶ εἰ μὴ εἰδείη μόνον, ἀλλὰ καὶ δύναιτο, πάντως ἂν εἴη δεινότατος ῥητόρων καὶ οἷος ἅπαντας παρεληλυθέναι, ὥσπερ καὶ [*](355) ὁ Δημοσθένης παρελήλυθεν· ἐπεὶ καὶ δεινὸν εἰ εἴποι [*](3 τό τε γὰρ Vc Ba 6 καὶ om Pa 7 σῶμα λόγου Pa 8. 9 ἡ ὡς ὄντως 10 χρῆσθαι P (obversa batur rhetori Dem 1, 3; πανοῦργος ὢν καὶ δεινὸς ἅνθρωπος πράγμασι χρῆσθαι); χρήσασθαι πράγματι Ac 12 οὔσηι Vc Ac; οὔσι Ba 14 δή- που | ταῦτα P Ac; πάντα Vc Ba 15 ὁ ῥήτωρ Ac 17 καὶ ὕλη δήπουθεν P Ac 17.18 l. 4 sq. 19 cf. 378, 16 21 καὶ διὰ ποίων ante καὶ πῶς m po. supr Vc 28 ῥήτωρ 22. 24 καὶ ὁ om. V 24 καὶ (κἂν m po supr.) δεινὸν εἰ εἴπη Pa; κἂν δεινὸν εἴποι Pc V)
370
τις ποιητήν, ὥσπερ ὁ Θεόκριτος εἶπεν ἐν Χάρισιν ἢ Ἱέρωνι τὸν Σμωνίδην
  • «εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
  • βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστούς»,
  • οὐδὲν ἄλλʼ ἢ τοῦτο δήπουθεν λέγει, ὅτι τοῖς τῆς ποιητικῆς ἰδίοις εἴδεσιν οἶδέ τε καὶ δύναται χρῆσθαι· οὐ γὰρ δεινὸν ἀοιδὸν οὕτω λέγοι ἂν τὸν Σιμωνίδην, ὥσπερ οἱ πολλοὶ λέγουσι δεινὸν ῥήτορα τὸν ταῖς βαθείαις ἢ περινενοημέναις ἐννοίαις ἢ μεθόδοις χρώμενον ἢ καὶ λέξεσι μέγεθος ἐχούσαις ἤ τι τοιοῦτον ποιοῦντα. εἰ δέ τις ἡμῖν περὶ τοῦ ὀνόματος διοίσεται, δεινὸν εἶναι ῥήτορα λέγων τὸν φοβερὸν ἢ μέγαν ἢ ἰσχυρὸν ἢ πάντα ταῦτα — τοὔνομα γὰρ δὴ τὸ τῆς δεινότητος τάττειν τοὺς [*](390) ἀρχαίους ἐπὶ τούτων, ἐπὶ μὲν τοῦ φοβεροῦ
  • «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε»
  • καὶ «δεινή τε σμερδνή τε», ἐπὶ δὲ τοῦ μεγάλου καὶ ἰσχυροῦ
  • «αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικε »—,
  • [*](356) προστιθείη δὲ καὶ τὰ περὶ τοῦ Ὀδυσσέως ῥηθέντα τεκμαιρόμενος, ὅτι δεινὸν αὐτὸν ῥήτορα βουλόμενος δεῖξαι ὁ ποιητὴς φοβερόν τε καὶ μέγαν κατὰ τοὺς λόγους πεποίηκεν, οἶον τὸ «νιφάδεσσιν ἐοικότα χειμερίῃσιν » ἔπεα φθέγγεσθαι· εἰ ταῦτά τις ἡμῖν λέγων περὶ τοῦ ὀνόματος τῆς δεινότητος διοίσεται, πρῶτον μὲν ἀγνοεῖ, ὅτι τὸν ὡς ἐγὼ λέγω δεινὸν ῥήτορα ὁ ποιητὴς δείκνυσιν· [*](3 κεῖνος Theocr. 16, 44 5 δήπουθεν τοῦτο Vc 8 δεινὸν om Ac 13 δεῖ Vc 14 φοβεροῦ οἶον 15 Hom. Ι 172 10 Hom. E 742 |τε καὶ σμερδνή τε Pc |δὲ om. Vc Ba 18 Hom. Γ 158 19 λεχθέντα Vc Ba |cf schol. Demosth p. 39, 22 Dind. 20. 21 ὁ ποιητὴς δεῖξαι 22 Hom Ι 222 | νιφάδεσιν Pa; νι- φάσιν Vc Ba | χειμερίῃσιν om. Ac)
    371
    εἰς δέον γὰρ καὶ κατὰ καιρὸν τῷ μεγέθει καὶ τῇ τραχύτητι καὶ σφοδρότητι κέχρηται ὁ Ὀδυσσεὺς αὐτῷ, ἅτε τοῦ λόγου κατά τε Ἀλεξάνδρου καὶ κατὰ τῶν Τρώων ἐπιφορᾶς δεομένου. ἔπειτα τί φήσει περὶ τοῦ «αἰδοῖ μειλιχίῃ» ἀγορεύοντος καὶ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει»; εἰ γὰρ μὴ δεινότητος εἶναί τινος ἐρεῖ τοῦτο ἀλλʼ ἄλλου τινός, τί φήσει περί τε τοῦ ἐν Φαίαξιν Ὀδυσσέως καὶ ὧν αὐτόθι δημηγορεῖ; ὁ γὰρ αὐτὸς δήπουθέν ἐστι κἀνταῦθα κἀκεῖ, ἀλλʼ οὐχ ὡσαύτως τῷ λόγῳ χρῆται, δεινὸς ὢν ὡς ἀληθῶς καὶ ταῖς ἰδέαις τοῦ λόγου εἰς δέον τε καὶ κατὰ καιρὸν χρῆσθαι δυνάμενος· ἂν μὲν γὰρ κατηγορῇ βίας, ἁρπαγῆς, μοιχείας, παρανομίας, ἀσεβείας τῆς εἰς τὸν ξένιον Δία, τῶν ἄλλων, ἃ ἄν τις εἴποι κατὰ τοῦ Ἀλεξάνδρου καὶ τῶν Τρώων, εἰκότως τότε «ὄπα τε μεγάλην ἐκ στήθεος » ἵησι καὶ «ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι » καὶ ὅλως ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διηρμένος· ἐὰν [*](357) [*](391) δὲ ἐπᾶραι καὶ διαχέαι τρυφῶντας ἀνθρώπους ἕνεκα τῆς εἰς αὐτὸν φιλανθρωπίας βούληται, οὐκέτι ὡσαύτως ἀλλʼ
  • «οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι,
  • ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα»
  • καὶ τὰ ἐξῆς. οὕτω καὶ ὁ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς οἶμαι ποιήσει ῥήτωρ,
  • «ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι»
  • [*](1 γὰρ δέον 2 τῆι σφοδρότητι |ὁ om. Ac 3 τε ἅτε Vc Ba | κατά τε τοῦ V τοῦ om. P, Syr. | κατὰ om. Vc Ba 4 φησι V 5 Hom. θ 172 | Hom. θ 170 (ἀλλὰ θεὸς κτλ. ) |μορ- φὴν θεὸς Ac 7 φησὶν Ba; ? m.1Vc |τε om. Vc Ba 9 ὡς ἀυ- τὸς Ac 10 ⌊ὢν m.2⌉ Pc 14 τις ἂν Ac; ἂν om. Vc Ba 15 τό- ⌊τε add m. 2⌉ Pc | Hom. 221. 222 16 ἵησι P Ac; εἵη Vc Ba, Hom. 17 διῃρημένος Syr. 19 φιλοτιμίας Pc 21 Hom. ι 25 Hom. Μ 267)
    372
    παροξύνων. τί οὖν ὁ περὶ τοῦ τῆς δεινότητος ὀνόματος ἡμῖν διαφερόμενος φήσει περὶ τούτων; ἦ ὁ αὐτὸς νῦν μὲν δεινός, νῦν δὲ οὐ δεινὸς ἦν; ἐγὼ μὲν γὰρ κἀνταῦθα κἀκεῖ τὸν αὐτὸν εἶναί φημι καὶ τῇ αὐτῇ χρῆσθαι δεινότητι καὶ τέχνῃ, τοῖς εἴδεσι τοῦ λόγου γινώσκοντά τε ὡς δεῖ χρῆσθαι καὶ δυνάμενον. καὶ τί δεῖ παραδειγμάτων ἄλλων, ἐξὸν ἀπʼ αὐτοῦ γε τοῦτο ἰδεῖν τοῦ ῥήτορος; καὶ γὰρ οὗτος δεινὸς μέν ἐστι καὶ ὁ αὐτὸς πανταχοῦ, μιᾷ χρώμενος ἐπιστήμιῃ καὶ δυνάμει ἐν πᾶσιν, εἰς δέον δὲ ἑκάστῃ χρώμενος ἴδέᾳ· καὶ ταῖς ὑποθέσεσι καὶ τοῖς καιροῖς καὶ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς ἄλλος μέν ἐστιν ἐν ἰδιωτικοῖς, ἄλλος δʼ ἐν δημοσίοις, καὶ τῶν δημοσίων δʼ αὖ ἕτερος μὲν ἐν Φιλιππικοῖς, ἕτερος δʼ ἐν συμβουλευτικοῖς, δεινός γε μὴν ἀπανταχοῦ. εἰ δὲ νῦν μὲν καὶ εἶναι δοκεῖ δεινός, νῦν δὲ οὐ δοκεῖ, καὶ τοῦτο αὐτὸ κομιδῇ δεινόν ἐστι καὶ τῆς οὔσης δεινότητος ὡς ἀληθῶς τὸ δύνασθαι σὺν ἐπιστήμῃ τούτων ἕκαστα ποιεῖν ἐν δέοντι. Ἀλλʼ ἤδη γε περὶ αὐτῶν τούτων λεκτέον.

    [*](358)

    Δεινὸς τοίνυν λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὅνπερ καὶ μόνον οἱ πολλοὶ καὶ οἱ τάχʼ ἂν ἡμῖν ἀμφισβητήσοντες περὶ τοῦ ὀνόματος τῆς δεινότητος λέγουσιν εἶναι δεινόν· φανερὸν δʼ ἔσται τοῦτο αὐτίκα ἐκ τῶν ῥηθησομένων. ἀλλʼ ὅπερ ἐλέγομεν, δεινὸς λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὁ δὲ ἔστι μέν, οὐ μὴν δοκεῖ, ὁ δὲ οὐκ ἔστι μέν, δοκεῖ δὲ εἶναι· περὶ δὲ τοῦ μήτε ὄντος [*](392) [*](1 τοῦ⌊lI—III⌉ Pc |ὀνόματος om. Vc 6 pr δεῖ Pa V: χρὴ Pc 7 ἐπʼ Sc 8 μέν om. V 9 ἀπανταχοῦ 10 ἅποσιν Vc Ba δὲ καὶ ἑκάστηι Pa 11 alt τοῖς om. V | δέον P πρέπον V 13 δʼ om. V 15 καὶ om. Ac 21 alt. οἱ om. Pc |ἡμῖν ante 22 περὶ Ac 21. 22 ἀμφισβητήσαντες 24 γὰρ λόγος 25 ἔστι μὲν — δοκεῖ suppl. m.po. Pc)

    373
    μήτε δοκοῦντος εἶναι τοιούτου περιττὸν διαλαβεῖν. γίνεται δὲ ὁ μὲν εἶναί τε δοκῶν καὶ ὡς ὄντως ὢν δεινὸς κατά τε ἔννοιαν καὶ κατὰ τὰ ἄλλα πάντα, καθʼ ἃ καὶ τὰ λοιπὰ εἴδη τοῦ λόγου· ὁ δὲ ὢν μὲν δεινός, οὐχὶ δοκῶν δὲ εἶναι τὸ πλεῖστον ἔχει περὶ τὴν μέθοδον· ὁ δʼ αὗ δοκῶν μὲν εἶναι δεινός, οὐ μὴν τοιοῦτός γε ὢν ὡς ἀληθῶς διὰ τῆς λέξεως τὸ πλεῖστον γίνεται.

    Τούτων δὲ τοῦ μὲν καὶ ὄντος δεινοῦ καὶ δοκοῦντος εἶναι τοιούτου παραδείγματα οἵ τε Κατὰ Φιλίππου λόγοι καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων οἱ πολλοί· καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ λόγου χρησάμενος· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου· διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. Ἀλλʼ ἐκεῖσε ἐπανιτέον. ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα, [*](359) οἷα πάντας αἰσθέσθαι, ὡς οὐ κατὰ τοὺς πολλούς ἐστι τὰ λεγόμενα οὔτε ταῖς ἐννοίαις οὔτε τοῖς λοιποῖς. ― Τοιγαροῦν ἔννοιαι μὲν τῆς τοιαύτης δεινότητος αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περιτοῦθʼ, [*](2 τε om Ac | δεινὸς ὢν V 3 τὰ om. VcBa 4 οὐ VcBa 9 οἵ — λόγοι om. Laurentius in vesione latina 11 λέγων, ει m.1 supr, Pa 12 Dem. 61, 44. 45? 15 οὗτος | καὶ om. Vc 17 μὲν om. Ac 17. 18 φανερᾶ PaAc, Syr.; φ[αν m. po.; ex οβ?] ερᾶι Vc; om. Pc (suppl. m.po.); φοβερᾶι Ba 18 αὐτὸν om. V, Syr. 21 τὸ VcBa 21 22 τὰ τοιαῦτα VcBa 22 πάντ| α ex ω]ς Pc 22 αἰσθάνεσθαι Sc 26 Dem. 1, 4)

    374
    ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν» καὶ πάλιν «ὃ γάρ ἐστι χείριστον ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει» καὶ πάλιν, ὃ δὴ καὶ βίαιόν ἐστι διαφερόντως ἐν τῷ Παραπρεσβείας, οἷον «ἔγὼ δὲ οὐδὲ [*](393) συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα»· καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως εἰρημένον, οἷον «οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν φανήσεται» καὶ τὰ ἑξῆς οἷον «οὐκοῦν ἃ μὲν ἐπέδωκα. ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτʼ ἔσθʼ, ἃ διώκεις», καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι. τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» πάνυ γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται· ῾ ἐπειδὴ οὐκ ᾐτιάσωʼ, φησί, ῾ τὸ ἐπιδοῦναι, ὁμολογεῖς καὶ τὸ ἐπʼ αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι· εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐδὲ τοῦτο᾿. ἀλλʼ ἡ μὲν [*](360) ἔννοια τοιαύτη. οὐ μὴν οὔτε ἡ μέθοδος οὔτε ἡ ἐξαγγελία δοκεῖ πως φαίνεσθαι δεινή, εἰ καὶ ἔστι τοιαύτη ἑκατέρα, ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται. δῆλον δὲ τοῦτο κὰκ τῶν ἐφεξῆς εἰρημένων ἐστίν, ὅτι σφοδρὰ ταῦτα καὶ ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι [*](2 Dem. 4,2 3 τὸν (pro τὰ) Ac 5 τῆς παραπρεσβείας Vc Ba; περὶ παραπρεσβείας Ac | Dem. 19, 189 8 τὸ om. Ac 9 Dem. 18, 118 11 Dem. 18, 119 12 οὐδὲ Ac 13 ταῦ[τʼ ἔ]σθαι (sic) Pa; ταῦθʼ ἔσται (sic) Vc; ταῦτά ἐσθʼ Ac 16 ἀπο- δόναι Ac 19 αὐτὸ Ba | τι om Ac 20 μὴ γὰρ Ac 23 καὶ etiam ante μετὰ add. Syr.)
    375
    μὲν αὗται καὶ αἱ τοιαῦται λόγου τοῦ καὶ ὄντος ἀληθῶς δεινοῦ καὶ δοκοῦντος εἶναι καὶ ἔτι πρὸς ταύταις αἱ τὸ μέγεθος ποιοῦσαι σχεδὸν ἅπασαι, οἷον ἀκμή, σεμνότης, αἱ λοιπαί. — Μέθοδοι δὲ ὡσαύτως, ὁπόσαι τε ἐοίκασι ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις καὶ βαθεἴαις, κοὺ ἅτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν· ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτʼ εἶναι μόνον δεινότητα. — Καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων [*](394) τῶν ἰδεῶν ἁρμόττει τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι· αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ ὅλως αἱ τετραμμέναι δειναί τέ εἰσιν ὡς ὄντως διʼ ἐνάργειαν, ὅτε τι πρᾶγμα διʼ ἐναργείας σημαίνοιεν, εἰς δέον παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό. — Σχήματα δὲ καὶ συνθήκη τά τε λοιπὰ ἐφεξῆς ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλʼ ἅπερ τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητός τε καὶ περιβολῆς. μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν σχῆμα οἰκεῖον· δυνάμει γὰρ μεγάλῃ φύσει τε κέχρηται καὶ φαίνεται χρώμενον, οἷον «ὁ γὰρ Μεσήνην Αακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν [*](361) καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;» καὶ πάλιν «ὁ [*](1 ὄντως VcBa | ἀληθοῦς Ba 4 καὶ αἱ Ac | δὲ VcBa; τε PAc 6 ἴδιαι om. Vc 7 τοῦτʼ Ac 8 δεινότητος Vc | alt. καὶ om. V 11 τέ P: καὶ | cf. 298, 21 11. 12 ἐνέργειαν Ac Ba, (α m.1 supr.) Vc 12 ἐναργείας, ε m.1 supr., Vc; ἐνεργείας AcBa 13 τοιαῦτα Pa 14 συνθῆκαι Ac 18 sq. cf 294, 7 sq. 20 Dem. 6, 13 | μεσ[l]ήνην Vc 21 ἀφεῖναι V; cf 317, 21 22 τ|ῶι m.1 ex ὸ] Vc: τῶ Ac; τὸ PBa | γρ ὁ γὰρ ὀρχομενὸν καὶ κορώνειαν τότε θηβαίοις παραδοὺς πῶς ἂν μιεσήνην λακεδαι- μονίοις ἀφεῖναι κελεύων τὸ (τὰ add. Pc) δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι (πεπ. om. Pc) σκήψαιτο P 23 Dem 9, 17)
    376
    γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος» καὶ τὰ ἑξῆς, καὶ τὸ «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ τοιαῦτα. Ἀλλʼ ὁ μὲν καὶ ὢν καὶ δοκῶν εἶναι δεινὸς λόγος οὕτω γίνεται.

    Τοῦ δʼ αὖ μὴ δοκοῦντος μὲν εἶναι δεινοῦ, ὄντος δὲ ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων δὲ οὐκ ὀλίγα μέρη· τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατʼ ἔννοιαν μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι, ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν, [*](395) ἃ βούλεταί τις, μᾶλλον, ἢ εἰ μὴ ἀνειμένως μηδʼ ἀφελῶς ἐδόκει λέγειν, καὶ τοῦτο καὶ ἐν προοιμίοις καὶ ἐν καταστάσεσι καὶ ἐν τοῖς ἄλλοις ἅπασι ποιεῖ σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι [*](362) τοιούτου. τοῦτο δʼ αὖ καὶ τῆς ὄντως δεινότητός ἐστι, τὸ δοκεῖν ἀφελῆ τινα καὶ ἁπλοϊκὸν παρέχεσθαι λόγον καὶ αὐτόν πως εἷναι δοκεῖν τοιοῦτον, πᾶν τοὐναντίον ὄντα τε καὶ ποιοῦντα κατὰ τὸν λόγον. οὐ μὴν δίαρμά [*](1. 2 κατασκευαξόμενος Pa 2 Dem. 1, 8 3 τοιαῦτα P Ac; ἐξῆς VcBa 10 p. 373. 5 | ἔφην m. 1Pa 12 δεινότητος Pc 14 pr. καὶ PAc, Syr.; om Vc Ba 14.15 (πᾶσι om.) τοῖς (ἐπομένοις om.) τῆς λέξεως Ba 20 pr ἐν om. Ac 22 τοιούτου P Ac; δει- νοῦ VcBa | τοῦτο P: τοιοῦτον V (-το Ac) | καὶ τὸ τῆς V | ὡς ὄντως Ba 24 δοκ[εῖν m.po.⌉ Pc, (ν m.po. supr.) Pa)

    377
    γε οὐδὲ ἀξίωμά τι δύναιτʼ ἂν ἔχειν ὁ τοιοῦτος λόγος οὐδὲ τοῖς ὅλοις εἶναι δεινός, εἰ διόλου τοῦτον ἐργάζοιτό τις αὐτὸν τὸν τρόπον, ἐπεὶ καὶ βίας πολλάκις καὶ βαθύτητος δεῖ καὶ μεγέθους τινός, οἷς ὁ μὲν ῥήτωρ χρῆται κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵνʼ ἀσφαλῶς ἀποφαίνηταί τις, ἐπεὶ τάχʼ ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ βραχέα ἢ οὐδὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι φαίνονται. Δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη.

    Φαίνεται δὲ λόγος δεινὸς οὐκ ὢν τοιοῦτος, ὃ δὴ καὶ τρίτον ἔφην δεινότητος εἶδος εἶναι, ὁ τῶν σοφιστῶν, λέγω τῶν περὶ Πῶλον καὶ Γοργίαν καὶ Μένωνα, καὶ τῶν καθʼ ἡμᾶς δὲ οὐκ ὀλίγων, ἵνα μὴ πάντων λέγω. γίνεται γὰρ τὸ πλεῖστον περὶ τὴν λέξιν, ὅταν τραχείας καὶ σφοδράς τις ἢ καὶ σεμνὰς συμφορήσας λέξεις εἶτʼ ἐξαγγέλλῃ ταύταις ἐννοίας ἐπιπολαίους καὶ κοινάς, καὶ μάλιστα εἰ καὶ σχήμασι χρῷτο κώλοις τε καὶ τοῖς ἄλλοις [*](363) πᾶσιν ἢ τισὶ κεκαλλωπισμένοις ἀκμαίοις τε καὶ σεμνοῖς. καὶ μὴν καὶ τὸ πρὸ τῶν ἀποδείξεων λοιδορίαις ἢ σφοδρότησιν εἰκῇ χρῆσθαι ἢ ἔνθα ὅλως μηδενὸς τοιούτου δεῖ, καθάπερ εἴωθεν Ἀριστογείτων ποιεῖν, φαινομένη τίς ἐστιν, οὐ μὴν οὗσα δεινότης· ὑπόκενον γὰρ καὶ ψυχρὸν μᾶλλον τὸ τοιοῦτον· ἐπεὶ [*](396) κἂν ἐννοίαις χρήσηταί τις ἢ καὶ μεθόδοις ἐχούσαις μέγεθος, οἷον σεμναῖς ἢ σφοδραῖς ἢ τραχείαις ἢ λαμπραῖς [*](1 γε Pa V; τι Pc | τι om. Vc| δύναται ἂν Ac 2 εἰ om. m.1 Pa |τοῦτο Pc 6.7 ἀποφαίνηταί Pa Vc, (ηι m.1 supr.) Pc; ἀπο- φήινηταί Ac Ba; ἀποφήνωμαι (om. τις) v.l.P 7 εἰ δεῖ λέγειν περὶ τούτων Ac, (δὴ) VcBa 8 οὐδὲ om VcBa 9 δὴ καὶ ταῦτα VcBa 11 p. 373, 6 | εἶναι δεινότητος εἶδος V 14.15 σφοδράς τις καὶ τραχείας Ac | τραχείας καὶ σεμνάς τις ἢ καὶ σφοδρὰς VcBa 16 κενάς Ac, m.1 Vc; καινὰς Ba 18 ἅποσιν VcBa 20 κεχρῆσθαι Pc)

    378
    ἢ ἀκμαίαις ἢ καὶ ταῖς περιβαλλούσαις τὸν λόγον, μὴ κατὰ καιρὸν δὲ ποιῇ τοῦτο μηδὲ ἔνθα δεῖ, φανεῖται μὲν δεινός, οὐ μὴν ὡς ἀληθῶς γε ἔσται τοιοῦτος. τὸ μὲν οὖν δὴ τῇ λέξει χρῆσθαι μεγάλῃ ποτὲ ἐπὶ σμικρᾶς τινος καὶ λιτῆς ἐννοίας χρήσιμον εἶναι καὶ μὴ μόνον τῇ λέξει ἀλλὰ καὶ τοῖς ἑπομένοις αὐτῇ συγχωρῶ, ἐπειδὴ καὶ Ἰσοκράτης φησὶ ῥήτορος εἶναι τὸ τὰ σμικρὰ μεγάλως εἰπεῖν δύνασθαι καὶ τὰ μεγάλα σμικρῶς· οὐ μὴν ἁπλῶς ἐστι χρήσιμον, ὥσπερ σχεδὸν οὐδὲ ἄλλο οὐδὲν εἶδος λόγου, ἀλλʼ ὅτε εἰς δέον παραλαμβάνοιτο. ἔστι δὲ τοῦτο μεγάλης καὶ τελεωτάτης ἐπιστήμης οἶμαι, τὸ χρῆσθαι τοῖς καιροῖς εἰδέναι τε καὶ δύνασθαι ἡ γὰρ ὡς ὄντως δεινότης αὕτη ἐστἴ, καθάπερ ἔλεγον εὐθὺς [*](364) ἐν ἀρχῇ τοῦ περὶ δεινότητος λόγου, τὸ τοῖς εἴδεσιν ἅπασι τοῦ λόγου καὶ πάσαις ἐννοίαις εἰδέναι πότε δεῖ καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς καὶ ἐφʼ οἷς χρῆσθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνασθαι. τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας ἑπομένης μὲν τῷ Περὶ ἰδεῶν λόγῳ, καθάπερ ὁ Περὶ τῶν ἰδεῶν τῷ Περὶ εὑρέσεως, χωρὶς δὲ ταττομένης καὶ καθʼ ἑαυτήν. ἀγαπητὸν γάρ, εἰ καὶ μὴ πάρεργον ἑτέρας τις τὸ τοιοῦτο πραγματείας ποιησάμενος μηδὲ ἐν προσθήκης ἀποδοὺς μέρει, καθάπερ νῦν ἂν γένοιτο, ἰδίαν δὲ ἀποδοὺς σπουδήν, ἣν προσήκει τῷ τοιούτῳ, μὴ πάντῃ σφαλείη τοῦ λόγου τοῦ περὶ αὐτῆς· ἐπεὶ καὶ ὅσα τὸν Περὶ τῶν ἰδεῶν γράφοντες λόγον τοῦτον αὐτὸν ἐν ἐνίαις αὐτῶν [*](1 περιβαλούσαις Vc Ba 2 τοῦτο ποιῆι (ποιεῖ Ac) 3 ἔστι Vc 4 δὴ om. Vc | ποτὲ καὶ ἐπὶ Vc Ba 4. 5 μικρᾶς Ac 7 ὁ ἰσοκράτης | lsocr. 4,8 9 γε ἐστὶ 10 οὐδὲν om. Vc Ba 11 τῆς τελεωτάτης cf. 35, 11 τῆς μεγίστης καὶ τελεωτάτης 14 p. 368, 24 sq. 16 καὶ μέχρι πόσου add. post ποῦ p. 369, 20 (om. p. 319, 6) 18 μὲν om. Syr | τῶι περὶ τῶν V, Syr. 23 ἰδία Ba 26 αὐτὸν ἐν supr. m.1pc; [ἀυτ] ὸν ἐν Pa | αὐτὸν etiam pro αὐτῶν m.1VcBa)
    379
    ἐπηγγειλάμεθα ῾ ἐν τῷ περὶ δεινότητοςʼ ἐρεῖν, ταύτης ἐστὶ τῆς πραγματείας. καὶ ὁποῖόν γε τοῦτο καὶ ὁπόσον ἔργον, ὁ πειραθεὶς γνώσεται· σχεδὸν γὰρ οὐδὲ ἀνθρωπίνης ἐστὶ δυνάμεως, θείας δέ τινος ἰσχύος τέχνῃ πάντα ὑποβαλεῖν ταῦτα, καιρούς, πρόσωπα, τόπους, [*](397) αἰτίας, τρόπους, τἆλλα ὅσα τοιαῦτα, καὶ δεῖξαι περὶ πάντων μὲν προβλημάτων, πάντων δʼ αὖ τῶν ἐν τούτοις εἰδῶν καὶ τρόπων, πάντων δʼ αὖ τῶν κατὰ μέρος νοημάτων, εἴτ᾿ οὖν εἴη προκαταρκτικὰ εἴτε πιστωτικά τε καὶ συστατικὰ εἴτε ἀντιθέσεων λυτικὰ εἴτε ἐπιλογικά, πασῶν τε ἰδεῶν λόγου, ποῖον μέν τι προσήκει τὸ ὅλον εἶδος εἶναι τοῦ λόγου κατὰ τόδε τὸ ζήτημα, ἐπὶ τῶνδε τῶν ἀνδρῶν, περὶ τοῦδε τοῦ προσώπου λεγόντων, κατὰ τόνδε τὸν καιρόν, ποῖα δὲ αὐτῶν τὰ κατὰ [*](365) μέρος νοήματα, καὶ τίνα μὲν εἰπεῖν τῶν εὑρεθέντων, τίνα δὲ ἄρρητα ἐᾶν ἐνταῦθα βέλτιον — ἑτέρωθι γάρ, ἂν οὕτω τύχῃ, καὶ τοὐναντίον ἔσται —, καὶ τίς τοῖς κριθεῖσι ῥηθῆναι τάξις ἀρίστη νῦν καὶ ἐπὶ τῶνδε — πάλιν γὰρ καὶ τοῦτο ἐφʼ ἑτέρων καὶ κατʼ ἄλλον καιρὸν τάχα ἴσως ἑτέρως ἔσται —, καὶ πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο εἰσακτέον, καὶ τίσι μὲν πλεονάσαι τῶν ἐννοιῶν καὶ τίνα τρόπον βέλτιον, τίνων δὲ τὴν ταχίστην ἀπαλλάττεσθαι καὶ διʼ ἐλαχίστου πως αὐτῶν ἐπιμνησθέντα· ταῦτα γὰρ δὴ πάντα καὶ τὰ τοιαῦτα τέχνῃ διαλαβεῖν καὶ ταῦτα μὴ διὰ σφόδρα μακρῶν θεῖον οἶμαί τι πρᾶγμά ἐστι καὶ οὐκ ἀνθρωπίνης δυνάμεως. οὐ μὴν ἀλλʼ ὅσον γε ἀνθρώπου φύσις ἐξαρκεῖν τοῖς τοιούτοις [*](3 ἔργον suppl. m. 2Vc 5 πάντα ὑποβάλλειν ταῦτα Ba; ὑπο- βάλλειν ταῦτα πάντα Ac 10 ἀντιθέσεως Vc Ba 11 τε τῶν ἰδεῶν Pc ⌊[lI—III⌉ λόγου Pa 13 περὶ Pa V; κατὰ Pc 14 αὐτῶν τὰ P Ac; αὐτὰ τῶν Vc Ba; αὐτῶν τῶν mg. m.po. Vc 18 νῦν om. V 21 πλεονάσαι μὲν Pc 26 τι om. Syr.)
    380
    ἱκανή, καὶ ἡμᾶς ἐξαρκέσειν οἴομαι καὶ διαλήψεσθαί γε περὶ τούτων ἁπάντων ἐν τῷ Περὶ μεθόδου δεινότητος ἱκανῶς εὐθὺς μετὰ ταῦτα. πρότερον δὲ εἰπεῖν ἀνάγκη περί τε πολιτικοῦ λόγου καὶ τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ λόγοις οὐχ ἁπάντων ἀλλὰ τῶν γε κρατίστων, καὶ ἀφʼ ὧν οὐ χαλεπὸν ἂν γένοιτο τοῖς τε τὰ προειρημένα πάντα καὶ τὰς γενικὰς ἰδέας ἐπεγνωκόσι τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἑκάστου γινώσκειν, ἃ δεῖ, καὶ νέων ἤδη καὶ παλαιῶν. Ἀλλὰ λεκτέον γε ἤδη περὶ τοῦ λόγου τοῦ πολιτικοῦ.