Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Κῶλα μέντοι καὶ συνθῆκαι ἀναπαύσεις τε καὶ ῥυθμοὶ εὐκρινείας οἱ αὐτοί εἰσι καὶ καθαρότητος.

Καὶ περὶ μὲν σαφηνείας τοσαῦτα. καὶ γινώσκειν γε χρή, διϊσχυρισαίμην γὰρ ἄν, ὅτι λόγος σαφὴς μὴ ταῦτα ἢ τούτων τι ἔχων οὐκ ἂν γένοιτο, λέγω τῶν ἤτοι τὴν καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ [*](286) εὐκρινείας σύγχυσις, ἥ δὴ γίνεται, ὅταν χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις καὶ μεστὸν ποιῇ τὸν λόγον, ἥπερ καὶ κακία ἐστὶ λόγου· οὐ γὰρ ἣ γε ἀπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου, ἐπεὶ αἵ γε ἐμφάσεις [*](1 Dem 2, 4 5 ἐπαναγαγὼν Ac, (να supr.) Pa 6 καὶ πάλιν Sf; πάλιν οὖν Pc 7 Dem 19, 25 ἕνεκεν Vc 9 ἀκούει μου θαυμάζ|η m 2] Ba 11 Dem. 19, 27 13 δέ τινος P Ac Ba: εὕρηται καὶ δευτέῥ ( Pc) δὲ τίνος (δέ τινος Pc) mg. P οὐδενὸς P 17 καθαρότητι (om. καὶ) 18 γε om. Vc Ba 23 τὴν εὐκρίνειαν Vc | περιβάλη Ac ποιεῖ Pc: ?m. 1Ac 24 καὶ om. Pc |τοῦ er.] λόγου Vc)

241
οἶον « οἱ δὲ συνειπόντες ὅτου δήποτε ἕνεκα — ἐῶ γὰρ τοῦτό γε καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων οὐ σαφῶς λέγει τὰ πράγματα, καὶ οὐ κατὰ κακίαν φήσομεν προάγεσθαι δήπου οὐδὲ εἶναι τοῦ λόγου κακίαν.

Λεκτέον δʼ ἂν εἴη μετὰ ταύτην περὶ μεγέθους λόγου· δεῖ γὰρ τῷ σαφεῖ μεγέθους τινὸς καὶ ὄγκου· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελὲς καὶ ταπεινόν, ὅ δὴ ἐναντίον ἐστὶ τῷ μεγέθει.