Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μετὰ τὸν περὶ σαφηνείας λόγον ἀκόλουθον ἂν εἴη περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές, [*](218) ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν, αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν, [*](1 Dem 18, 21 3 τὰ πράγματα λέγει Ac 4 τοῦτο (pro τοῦ) Ac 5 φήσομεν etiam post κακίαν 6–9: cf 11–15 10 ἰδέα β mg. P, (om ἰδέα) Ac τοῦ P: om. VPπ | | περὶ μεγέθους καὶ ἀξιώματος τοῦ λόγου Sf 13 τι P τι Sf 16 δεῖν πάντως Ac 19 αὐτῆι PSf τῆι σαφηνείαι αὐτῆι Vc Ba; αὐτῆι τῆι σαφηνείαι Ac, v. l.P 22 p. 289 290 23 τοῦ om P Ac)

242
ὧν δὴ μία ἐστὶ καὶ ἡ περιβολή, ἵνα μὴ συγχέηται ἡμῖν ὁ λόγος.

Μέγεθος τοίνυν καὶ ὄγκον λόγου καὶ ἀξίωμα [*](287) ποιοῦσιν ἰδέαι αἵδε· σεμνότης, περιβολή, τραχύτης, λαμπρότης, ἀκμή, καὶ ἔτι ἡ σφοδρότης βραχεῖ τῳ διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης ἐφʼ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί τε καὶ πάλιν οὐ συμιπλέκονται κατά τι πρὸς ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις κεχωορισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται, περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ περιβολὴ ἐφʼ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, διʼ ἣν ταύτῃ πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος ἀκμῆς τε καὶ σφοδρότητος.

Ἀλλὰ πρῶτόν γε περὶ σεμνότητος, ᾗ τάχα ἂν ἐναντίον εἴη ἀφέλεια, περὶ ἧς ἐν τῷ περὶ ἤθους λέξομεν.