Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μέθοδοι δὲ αἴ τε προειρημέναι καὶ ἔτι τὸ κατὰ φύσιν [*](214) τὴν τῶν πραγμάτων χρῆσθαι τῷ λόγῳ τὰ πρῶτα τιθέντας πρῶτα καὶ τὰ δεύτερα δεύτερα καὶ τὰ ἄλλα ὁμοίως, ὅπερ ἐστὶ πολὺ παρὰ τῷ Ἰσοκράτει· οὐ μὴν δεινοῦ γε τύπου ταῦτα οὐδὲ Δημοσθενικοῦ· διόπερ ὡς [*](1 τούτου τυχεῖν om. | γρ ὡς ἀνάξιός ἐστι τούτου τυχεῖν χαρίδημος ἀπάντων τούτων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσο- μένοις· τί πρῶτον· ἢ τί δεύτερον· ἢ τί τελευταῖον βουλομένοις ἀκού- ειν ὑμῖν ἐστιν· εἴτʼ ἐπήγαγεν mg. P, cf. Dem. 2 τούτ[ω]πρῶτον Vc; πρῶτον τοῦτο Sf ἡμιᾶς Pc | εἶτʼ ἐπήγαγεν Pa Ac Ba, v. l.P (ann. l. 1); om. Pc Ve 3 πρῶτον τοίνυν τοῦτο Ba 4 p. 235, 11. 236,13 12 Dem. 18, 136 15 Dem. 20, 41 17 ἡμᾶς Vc Ba 18 καὶ om. Sf τὰ παραδείγματα Sf 21 τὴν om P Ac 21. 22 τεθέντα Vc 24 τοῦτο?)

238
ἑτέρως ὁ ῥήτωρ ποιῶν τά γε εὐκρινοῦντα τὴν σύγχυσιν αὐτῶν παραλαμβάνει, καθάπερ ὀλίγῳ πρότερον ἐδείξαμεν. συμβαίη δʼ ἄν ἴσως ποτὲ καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι· φανερὸν δὲ ποιήσομεν ἀκριβῶς τοῦτο ἐν τῷ περὶ μεθόδου δεινότητος. — Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ [*](284) τοῦτο ὁ μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιεῖ, οὐ μὴν ὅ γε ῥήτωρ ἀεί, ἀλλʼ ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον τῇ τάξει τίθησιν, ὅπως ἂν αὐτῷ λυσιτελῇ, πρῶτον ἢ τελευταῖον ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δʼ ὅτε μέσας τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται.

Λέξις δὲ εὐκρινής, ἥπερ καὶ καθαρά.

Σχήματα μὴν εὐκρινείας τὸ κατʼ ἄθροισιν ὡρισμιένον, οἷον ‘ἐνταυθοῖ δύο εἴρηκε, τόδε καὶ τόδεʼ· οὔτε γὰρ ἀπῄτησεν ὁ ἀκούων πλείονα τῶν δύο καὶ τὸ δεύτερον πρόοιδε ῥηθησόμενον· ὥστε, ἀφʼ οὗπερ κατʼ ἄθροισιν ἔλεγε, προδιηυκρίνει. — Τοιαῦτα δὲ σχήματα [*](215) καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις· τὸ μὲν γὰρ ἐφέλκεσθαι ἄλλα νοήματα περιβάλλει τὸν λόγον, τῷ δʼ εὐθὺς [*](2 p. 235, 15 sq 3 τὸ om. Syr. | cf 445. 446 Sp 4 δεινό- τητ, ex τα, P 5 τοῦτο ἀκριβῶς Sc; ἀκριβῶς om. Vc Ba 6 ἐστὶν P, m 2 Vc; καὶ Ac; om Vc Ba 11 |καὶ] Vc; τὲ Ba 13. 14 ἀντιθέσεων εἰσαγωγῆς Portus, (γῶν) Sf; ἀντιθέσεως εἰσ- αγωγῶν P Vc Ac, Syr , (ex εἰσάγων cr. m 2) Ba 14 prospici p 444, 12 Sp. putat Syr 17 σχήματά 〈γε〉 μὲν Pa 18 cf. Dem 23, 51 | εἰρήκει Sc 19 ἀπήντησεν Pc 21 προδιευκρίνε Pc Sf (cf. p. 239, 2) 22 pr καὶ om. Pc Vc Ba τὸ Vc Ac; τῶι P Sf. (m 2, ex τὸ) Ba 2 περιβάλλει — p 239, 2 νόημα m.2 suppl. Pc (23 τὸ δὲ, p 239, 1 ἐμφαίνεται) | τῶι Pa, m 2 Ba; τὸ V)

239
ἀρχομένου τοῦ λέγοντος ἐμφαίνεσθαι τοῖς ἀκούουσιν, ὅτι ἕπεται καὶ ἄλλο τι νόημα, προδιηυκρίνηται τὸ πᾶν· ἄν τε γὰρ εἴπῃ ‘πρῶτον μὲν τόδεʼ, ὅτι καὶ δεύτερόν τι ἐρεῖ προεπίστανται, ἐάν τε τὸ «ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας καὶ τὰ ἑξῆς, ἀναμένουσιν ὁμοίως, ἕως ἂν ἀνταποδῷ τὸν σύνδεσμον. εὐκρινείας οὖν καὶ ταῦτα. ―Ἔτι καὶκατὰ τὸ σχῆμα εὐκρινὴς γίνεται ὁ λόγος, ὅταν ὁ λέγων οἷον ἑαυτὸν ἐρωτῶν εἶτα ἀποκρίνηται κατὰ διάστασίν τινα, ὥσπερ ἐν τοῖς τοιοῖσδε «τίνος οὖν ἕνεκα ταῦτα λέγω;» καὶ πάλιν «πῶς οὖν;» καὶ πάλιν «διὰ τί;» καὶ τὰ τοιαῦτα. πολλοῖς τοιούτοις ἐν τῷ Κατὰ Ἀριστοκράτους τὸ παράνομον ἐξετάζων κέχρηται ἀναγκαίως· σαφηνείας γὰρ μάλιστα κατʼ ἐκεῖνο τὸ χωρίον δεῖ τῷ λόγῳ. — Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις μάλα χρήσιμοι [*](285) πρὸς εὐκρίνειαν καὶ σαφήνειαν. ἐπειδὰν γάρ τι προθῇς σχῆμα τῶν ἐφελκομένων ἕτερον νόημα, εἴτʼ ἀναγκασθῇς ἐπεμβαλεῖν ἄλλα τινὰ νοήματα πρὶν ἀποδοῦναι τὸ ἀκόλουθον, ἀνάγκη ἐπαναλαβεῖν καὶ διευκρινῆσαι, ἵνα μή σοι ἀσαφὴς καὶ συγκεχυμένος γένηται ὁ λόγος, ὥσπερ εἴωθε ποιεῖν καὶ ὁ Δημοσθένης, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ [*](216) τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· διὰ τί;» φησίν, ‘ὅτι τὸ καὶ τόʼ · πολλὰ εἰπὼν κατασκευαστικὰ τῆς προτάσεως οὐκ [*](2 προδιευκρίνηται Pc, (ηυ) Pa; προδιευκρινεῖται Sf (cf p.238, 21) 4 τι om. Ac |προ[Ι]επίστανται Vc | Dem 8,1 ἆ ἄνδρες ἀθ Ac 6 τὸν δὲ σύνδεσμον Sf 7 καὶ Pc V, supr Pa; om. Sf 8 ὁ om Ac ἀποκρίνεται Ba, (ε) Ve 9 Dem. 4, 3 ἕνεκεν Ac 10 Dem 19, 124 sim. | πῶς — πάλιν om Ac | Dem. 2, 3 cet ; infra l. 23 11 καὶ ὅσα τοιαῦτα ? 12 ἀναγκαίως ὁ δημοσθένης Sf | δὲ, supr γὰρ, Vc 16 προ[l]θῆς Vc Ba 21 Dem 2, 3 23 ὅτι διὰ τὸ Pc, (δια m.1 supr.) Pa 24 καὶ ante πολλὰ add. Ac, m.2 Pc Ba)
240
ἐπήγαγεν εὐθὺς τὸ ἑξῆς νόημα τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», ἀσαφὴς γὰρ ἂν οὕτως ὁ λόγος τῆς ἀκολουθίας μὴ φαινομένης ἐγένετο· ἐπαναλαβὼν οὖν καὶ πρῶτον εἰπὼν τὸ «ταῦτα μὲν οὖν παραλείψω,» εἶθʼ οὕτως ἐπαγαγὼν τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», εὐκρινῆ καὶ σαφῆ πεποίηκε τὸν λόγον. πάλιν ἐν τῷ Κατʼ Αἰσχίνου «τίνος οὖν», φησίν, «ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμιῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ», εἶτα πολλὰ ἐπεμβαλὼν καὶ μεστώσας τὸν λόγον ἀναγκαίως τῇ ἐπαναλήψει κέχρηται, ἵνα διευκρινήσῃ «πρώτου μὲν οὖν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου; πολλὰ τούτου παραδείγματα ἔχεις παρὰ τἀνδρί. Ταῦτα καὶ περὶ σχημάτων εὐκρινείας.

[*](217)