Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Αἱ ἀντιθετικαὶ πᾶσαι διαιροῦνται προβολῇ, ὅρῳ ἔστιν ὅτε καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι, διανοίᾳ, αὐτῇ τῇ ἀντιθέσει, ἥ ἐστιν ὁμώνυμος τῇ στάσει αὐτῇ τοῦ ζητήματος, ἀντιστατικῇ ἢ ἀντεγκληματικῇ ἢ μεταστατικῇ ἢ συγγνωμονικῇ, ἑτέρᾳ διανοίᾳ, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, ποιότητι καὶ γνώμῃ.

Ἡ προβολὴ φανερὰ ἀπὸ τῶν συμβεβηκότων. τῷ δὲ ὁρικῷ ὅτε ἐμπίπτοι ὁμοίως χρησόμεθα, καθάπερ καὶ [*](45) ἐν τῇ ἀντιλήψει προείρηται. καὶ μετὰ τὴν αὔξησιν δηλαδὴ τὰ ἀπ᾿ ἀρχῆς ἄχρι τέλους ἐστί, πρὸς ἃ τῇ διανοίᾳ ὁ φεύγων χρήσεται. — Παράδειγμα δὲ ἔστω τόδε· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φεύγει φόνου. τὸ μὲν οὖν ὁρικὸν οὐκ ἐμπέπτωκε. μετὰ δὲ τὴν προβολὴν θήσει ὁ κατήγορος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ ὁρικόν. — Πρὸς ἃ ὁ φεύγων τῇ διανοίᾳ χρήσεται ἀξιῶν μὴ τὸ γεγονὸς μόνον [*](162) ἐξετάζειν, ἀλλὰ καὶ μεθʼ ἧς γνώμης, πρῶτον μὲν [*](1 τῶν om. Ac, m. 1 supr. Ba 2 om. V Ph 3 πᾶσαι om. Py 5 post τι add. Ba, m. po. Pa; τοῖς ἀπ᾿ ἀρχῆς ἄχρι τέλους | ἥτις Pγ 6 αὐτῆι P Ac; αὐτοῦ Vc Ba Py; ? Ph | ἢ om. Pc 7 ἑτέραι P; πάλιν V Phy, v.l. P, Nilus 8 πρός τι — 9 γνώμῃ non legit Sopater nec norant eius auctores, V 177, 8. 14 W. 9 ποιότητι ⌊συγ in ras., καί supr m 2⌉γνώμηι Vc 11 ὁριστικῶι P Vc Phy, Nilus; γρ΄ τῶι δὲ ὁρικῶι· ὁμοίως δὲ γρ΄ καὶ ἐν τοῖς ἐφεξῆς δυσίν (1. 16. 18) P | ἐμπίπτει Py, Nilus 12 τῇ om. Ac Py | p. 66, 5 14 post χρήσεται add. Vc Ba Py: ἀξιῶν μὴ τὸ γεγονὸς μόνον ἐξετάζειν ἀλλὰ καὶ μεθʼ ἧς γνώμης, cf. 1. 19 15 cf. Aps. l 2 p. 235, 17 Sp. -H. | δὲ om. Py 15.16 φόνου φεύγει Pc Ba Py 16 et 18 ὁρικὸν ex cr. Pa Ac; ὁριστικὸν Pc hy Vc Ba; cf. 1. 11 19 ἄξιον Pc | ἀξι ⌊VI—VII evan.⌉ ο γεγονὸς μὴ μόνον Ph)

73
ὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων τῷ παιδί, ἔπειτα ὅτι ἄκων μὲν ἀναγκαίως δέ. — Εἶτα ἡ ἀντίθεσις, ἐνταῦθα ἀντεγκλημιατικὴ ἐμπέπτωκεν, ὅτι ἄξιος ἦν, καὶ τόπον ἐρεῖ κατὰ πόρνου· ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται. ἐρεῖ δέ τι καὶ ἀντιστατικόν, ὡς καὶ ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόντος. ὅλως τε πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις ὡς ἐπὶ τὸ πλεῖστον συμπλέκονται, καὶ οὐ μόνον ἀλλήλαις ἀλλὰ καὶ ταῖς ἄλλαις στάσεσιν. — Ἡ ἑτέρα διάνοια τοῦ διώκοντός ἐστιν, ὅτι οὐ διὰ τοῦτο ἀλλὰ διʼ ἄλλο τι. χρὴ δὲ γινώσκειν, ὅτι, εἰ καὶ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ κεφάλαιον, ἀλλʼ ἐν ἑτέροις οἰκειότατόν τε ὁμοῦ καὶ [*](46) χρησιμώτατον εὑρίσκεται. — Ἡ μετάληψις, ὅτι ἄλλως, οὐχ οὕτως ἐχρῆν. — Τὸ πρός τι ἀμφοῖν ἐστι πότερον μεῖζον ἀνταποδεικνύντων τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα. — Ὁ βίαιος ὅρος ὁμοίως ἀμφοτέρων ἐστί. γνωριμιώτερον δὲ ἔσται τὸ κεφάλαιον ἐπὶ τοῦδε τοῦ ζητήματος· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε, διέκοψε λαθὼν μέρος τι τοῦ τείχους, καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων [*](1 οὐ suppl. m.po.Pc 2 εἶτα P AcPγ; ἔπειτα VcBa;? (evan.?)Ph 8 ἐκ⌊ΙΙ evan⌉πτωκεν Ph 4. 5 ἐν πάσηι γὰρ ἀντιθέσει ἀντεγκλη- ματικῆι ἀντίθεσις P; (ἀντιθέσει om.) V Py , v.l.P, Sop. V 178,17 W. (ἡ ἀντίθεσις) Py; (ἐν πᾶσι γὰρ ἡ ἀντ᾿ ἐγκληματικὴ) Ph; ἐν πάση γὰρ ἀντεγκληματικῆ ἀντιθέσει τοπικὴ καταδρομή Vγ; cf. 86, 19. 92, 1 5 τι om. VcBaPy 6 post ὡς add. P: ὅτι τοὺς τοιούτους οὐ δεῖ ἐλεεῖν ἀλλὰ μᾶλλον ἀναιρεῖν; mg. P: γρ καὶ οὕτως ἐρεῖ δέ τι καὶ ἀντιστατικὸν ὡς ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόν- τος (πεπονθότος Pc) 9 ταῖς om. Marc. IV 676, 14 W., (στά- σεσιν ἄλλαις) Py IV 673, 29 W. 11 καὶ om. Py, cf. W IV 678, 10 | πᾶν Ph 13 χρησιμώτερον P | ἀλλʼ post ἄλλως add. AcBa Ph, v.l.Pa, Nilus, (καὶ pro ἀλλʼ) v.l.Pc 14. 15 ἐστιν post μεῖζόν add. Phy 15 ἀνταποδεικνύμενον Ph 17 τούτου τοῦ VcBa 19 τι P Ph y, cf. Syr. 2 p. 140, 21. Aps. I 2 p. 232,17 Sp -H.; om. V 20 μὲν om. Pc)
74
δὲ ὕστερον φεύγει. ὁ οὖν βίαιος ὅρος, εἰ μηδὲ νίκη τοῦτο, ἀλλʼ ἅλωσις πόλεως καὶ κατασκαφή· καὶ πάλιν ὑπὸ τοῦ φεύγοντος ὡς ἑτέρως, εἰ μηδὲ διακόψαι τεῖχος τοῦτό ἐστιν, ἀλλὰ στῆσαι πεπτωκός.— Ἡ θέσις οὖν ἕπεται ἀκολούθως ὅτι ‘δεῖ τὸν στρατηγόν, καθ’ ὃν ἂν ἐγχωρῇ τρόπον, εὖ ποιεῖν τὴν πόλιν καὶ ἀκόντων ἐνίοτε τῶν πολιτῶν διʼ ἄγνοιαν τοῦ βελτίστου καὶ βλάπτειν μικρὰ ἀντὶ μεγάλωνʼ· κοινὸν γὰρ τοῦτο ἐν πάσῃ ἀντιθέσει. — Ἡ ἑτέρα μετάληψις πάλιν τοῦ διώκοντός ἐστιν ‘ἐχρῆν αὐτὸ τοῦτο ἀνακοινοῦν τῷ δήμῳ, τοῖς ταξιάρχοις, τοῖς λοχαγοῖς’. ― Ἡ ἀντίληψις ‘στρατηγὸς ἦν, καὶ ἐξῆν δήπου’ ἢ ὅτι ‘πατρί γε ὄντι ἐξὸν ἦν μοι [*](163) βουλεύσασθαι περὶ τοῦ παιδός’. καὶ ὅλως τοῖς ἐμπίπτουσι χρησόμεθα, ὡς ἂν ὁ καιρὸς διδῷ. — Ἡ ποιότης καὶ ἡ γνώμη ὡς γίνεται, ἐν ὅρῳ μεμαθήκαμεν.

Ἐπειράθησαν δὲ τινὲς τῶν ἐπιγραψαμένων Τέχνην [*](47) ῥητορικὴν τὸ περὶ διαιρέσεως μέρος αὐτῆς εἴδη τινὰ εἰπεῖν ἀντιστάσεων καὶ νὴ Δία γε τῶν ἄλλων ἀντιθετικῶν στάσεων, οὐχ ἵνα διάφορόν τινα οὖσαν τὴν διαίρεσιν ἐν αὐταῖς διδάξωσιν ἡμᾶς, καθάπερ ἡμεῖς ἔν [*](3 ὑπὸ om. Py | τὸ τεῖχος Pγ 5—7 cf. Herod. 8, 80 de dolo Themistoclis 5 δεῖ [circ. IX⌉ τὸν Pc | καθʼ P; πάντα V Phy; πᾶνθʼ v.l.Pc 5.6 ἂν ἐγχωροίη Ba; ἐγχωρεῖ Py 8 εἶναι (pro ἐν) Ac, v.l.P | πάση⌊η m. po⌉ Pc 8. 9 πάσηι τῆι θέσει (ἀντϊ m. po supr.) Vc 10 αὐτὸν Ph 11 ταξιάρχαις Pcy V 12 ἐξὸν pro ἐξῆν Pγ | ἐξ⌊ὸ⌉ν ἦν Pa: ἐξῆν Vγ | μοι Vγ; μὴ PAc; om. BaPhy γ, (μοι μὴ supr.; m. po.?) Vc 12. 13 ὄντι καλον εἰ μη εξον ῆν βουλεύσασθαι Pγ, (κᾶλον, mg. μᾶλλον) Ph; W IV 683, 15 18 βουλεύσεασθαι, ε m. .1?, Vc | cf. Quint. V 10, 40 14 ἡ — 15 μεμαθήκαμεν m.po.suppl. Py 15 p. 61, 6. 15 16 τινὲς: Minu- cianus apud Georgium 756 Schilling cet. | (δὲ om.) τινὲς τῶν ἀντιγράφων Sr | ἐπιγραψάντων, μένων m.2 supr., Vc 17 καὶ εἴδη Sop. 18 καὶ post γε add. Ph γ 19 τὴν om. Phy, v.l.P 20 καθάπερ καὶ VcBa, Marc. IV 684, 22 W.)

75
τε ἀντιλήψει καὶ ἄλλοις πεποιήκαμεν — ἡ γὰρ ἂν ἴσως τινὸς ἦν ἄξιον —, ἀλλʼ ὅτι, φασίν, ἣ μὲν ἰδιωτική, ἣ δὲ δημοσία, ἣ δὲ μικτή ἐστι, καὶ τοιαῦτά τινα. τὸ δὲ αὐτὸ ἁμάρτημα κἀνταῦθα τῷ ἐν τοῖς περὶ ἰδεῶν καὶ τρόπων· τουτὶ γὰρ πάλιν τοῖς μὲν περὶ ἰδιωτικοῦ καὶ δημοσίου λόγου ἐπεσκεμμένοις χρήσιμον, θαυμάζω δέ, εἰ ἐγχωρεῖ τὸν περὶ διαιρέσεως ἔτι τοιαύτης ἀγνοοῦντα ἐκεῖνα εἰδέναι· μὴ γινώσκοντι δὲ τί ἂν ὄφελος γένοιτο τῆς διαφορᾶς τῶν ζητημάτων, ὅ τι ἰδιωτικὸν ἢ ὅ τι δημόσιόν ἐστιν;

Ἔτι τὴν συγγνώμην ἀπὸ τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ ἐχώρισαν τινές, ἀλλὰ ἀπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν μεθιστάντα τὸ ἀδίκημα πάντα μεταστατικὰ εἰρήκασιν εἶναι, ἐάν τε χειμὼν ἐάν τε βάσανοι ἐάν τε ἄλλο τι τοιουτότροπον ᾖ, τὰ δὲ εἰς ἴδιόν τι πάθος ψυχῆς μόνα συγγνώμης εἶναι ὡρίσαντο, οἷον ἔλεον ἢ ὕπνον ἢ εἴ τι τοιοῦτον. καὶ ἴσως ταῦτα οὐ κακῶς· διαφέρει δὲ οὐδὲν πλὴν τοῦ ὀνόματος τῆς συγγνώμης, ᾧ κἀν ταῖς μεταστάσεσι πολλάκις ἄν τις χρήσαιτο καλῶς, κἀν ταῖς ὁμολογουμέναις συγγνώμαις [*](48) πάλιν αὖ τῇ μεταστάσει τοὐναντίον χρήσεται. τουτὶ [*](1 τῆι (pro τε) Ph | p 67, 22. 61, 21. 53, 14 | ἄλλαις Py (at 42, 10 cet ; ἐν ἄλλοις Ph 4 τὸ Ph, m .1Vc | cf 34,19. 35,7 7 ἐγχωροίη Ac, mg. Py |[περὶ] Ph | post ἔτι add. mg. τρόπον Ph 9 alt. ὅτι om. Vγ 12 ἐχώρισάν, ἔγνώ m. 2 supr., Vc 13 ἔξω Minucianus apud Georgium 758 Scbilling Sop. V 101,14 W 15 βάσανος Pγ (ex Herm et Minuc.) 15 τι supr Ph; om Py γ 16 ψυ- χῆς πάθος Vc Ba | γρ πάθος μόνον P at Minuc. l.l | συγγνώ- μην VcBa; ? Ac; συγγνώμης Ph 17 οἷον om. Pγ | pr. ἢ om Phy | ὕπνον Pahy γ Ac; |ὕπ m 2] νον Vc; ὄκνον, γρ ὕπνον mo. 1, Ba; |οἶκτον m. po Pc | καὶ (pro alt. ἢ) Phy | εἴ om. Pγ 19 τις ἂν VcAc, m. 2Ph (ὧι — τίς ἂν — 20 συγγνώμαις suppl. m.2Ba) 20 〈ὡς〉 κἀν? 21 αὖ τῆι PV: αὐτῆι v.l.P; αὐτῆ τῆ Vγ | πάλιν αὖ τοὐναντίον μεταστάσει Py ; τῆι μεταστάσει πάλιν αὖ τοὐναν-)

76
δὲ οὐ τοῦ διαιρετικοῦ εἴδους οἶμαι, τοῦ δὲ τοῖς καιροῖς εἰδέναι χρῆσθαι καὶ μεθοδεύειν ὀρθῶς τὰ νοήματα.