Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τῶν οὖν ἁπλῶν ἣ μὲν ἀπ᾿ αὐτοῦ τοῦ πεπραγμένου τὴν κρίσιν ἔχει, οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον [*](159) κατελθών, εἶτα ἔχων ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν φεύγει δημοσίων ἀδικημάτων· αὕτη τοῖς προειρημένοις μόνοις κεφαλαίοις τέμνεται κατὰ τὰ ἐμπίπτοντα. — Ἣ δὲ ἀπʼ αὐτοῦ τε τοῦ πεπραγμένου καί τινος ἐπισυμβεβηκότος ἑτέρου τὴν κρίσιν ἔχει, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια γράψαντος καί, ἐπεὶ μὴ καταίρουσί τινες, κρινομένου· καὶ αὖ ἐπὶ τοῦδε· μετὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν ἢ τοὺς δισχιλίους αἰχμαλώτους λαμβάνειν ἢ τοὺς χιλίους νεκρούς, ἔπεισε Δημοσθένης τοὺς χιλίους ἑλέσθαι νεκροὺς καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώτους δημοσίων ἀδικημάτων φεύγει. — Ἐν τοίνυν ταῖς τοιαύταις ἀντιλήψεσιν ἴδιον κεφάλαιον παρὰ τὰ προειρημένα ἐστὶ τὸ παραγραφικόν, δυνάμενον καὶ πρὸ τῶν ἄλλων κεφαλαίων τίθεσθαι καὶ μεταξὺ δὲ αὐτῶν καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· ἔστι δὲ τόδε ῾ ἐπὶ τίσι με κρίνεις; εἰ μὲν ἐπὶ τοῖς ὕστερον πραχθεῖσιν, οὐ [*](2 τοῖς τὰ Vk: τοῖς m. po.suppl. Pa | ⌊γ m. po.⌉ ε Pc | μόνα om. AcPy 3 ⌊ὀρθ⌉ ῆς Pa 5 ⌊ἀπ supr.⌉ αὐτῶν τῶν πεπραγμένων Ph 6 τὰ κατὰ om. Ac Phy, cf. 1 13 9 μόνοις V Phy, v.I.P. (post κεφαλαίοις) Vγ, cf. l. 10 19; om. P 10 τε om. Vc Py | καί om. Ph 12 ἐπεὶ P Ph; ἐπειδὴ V Py 13 τὰ κατὰ post μετὰ add. Vy k Wc, m. 2.Vc (Syr 2 p. 159, 22) 14 ἔπεμψεν ὁ Ac Ph | διδοὺς om. Ac 16.17 νεκροὺς om. Ac; del. Vc 18 ἀδικημάτων PV, Syr. 2 p. 130, 1; om. Ph 19 ἀντιλήψεσιν om. Ph 20 ἐστι ante 19 παρὰ Py | τὸ om. Vc Ba Phγ γ; ὡς Vγ | cf. Π εὑρ 251, 6 Sp. 23 κρίνεις με Ph)

69
δεῖ, ἐφʼ οἷς ἄλλοι ποιοῦσιν, ἕτερον εὐθύνεσθαι, οὐδ᾿ εἰ προσήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσήκοντες· εἰ δέ, ἐφʼ οἷς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν ἢ εἴργειν. καὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, βιάζῃ νῦν καὶ οὐκ ἐμοῦ μόνον [*](42) ἀλλὰ καὶ τῶν ψηφισαμένων ἢ καὶ μὴ κωλυσάντων κατηγορεῖς· εἰ δὲ οὐκ ἀντεῖπες ἢ οὐκ ἐκώλυσας, ἤτοι ἔχων τι βέλτιον εἰπεῖν ἢ πρᾶξαι παρῆκας τοῦτο τότε καὶ δύσνους ὢν ἐξελέγχῃ τοῖς κοινοῖς, ἢ οὐδὲν εἶχες ἀντιλέγειν καὶ τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ ὁμοίως ἐμοὶ τῶν ὕστερον ἀποβεβηκότων καὶ ἃ μηδενὸς προσδοκήσαντος γέγονε, καὶ ἄξιος εἶ δίκην ὑπέχειν, εἰ δὴ κἀμὲ ἀξιοῖς᾿ . — Ἔτι ἐν ταῖς τοιαύταις ἀντιλήψεσι πρὸ τοῦ ἀντιθετικοῦ τοῦ ἐμπίπτοντος συγγνωμονικῷ πάντως χρηστέον κεφαλαίῳ, οἷον ‘οὐδεὶς οἶδε τὸ μέλλον· [*](160) οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι’ . μεταχειριεῖται δὲ αὐτό, ὡς προσήκει, ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται, ἀλλὰ καὶ τὸ εἰδέναι μεταχειρίζεσθαι. Καὶ περὶ μὲν ἁπλῶν ἀντιλήψεων ταῦτα.

[*](1.2 Marc. IV 636, 5 W. refert οὐδεὶς ἐφʼ οἷς ἕτερος πεποίηκε κρίνεται 2. 3 ⌊καὶ⌉ μη⌊δὲν supr.⌉, cr. m. 2, Vc: ἢ μηδὲν Ph: ἢ μὴ Ba ἔδει σε Phy | ἢ εἴργειν om. Pb Va; Marc. IV 636, 13 W. 5 τί ante βιάζῃ add. m. po Va 6 alt. καὶ om. Phy 7 ἀντεῖπες οὐδὲ ⌊I—II⌉ ἐκώλυσας Ba; ἀντεῖπ⌊ας ἢ m. po.⌉ οὐκ ἐκώλυσας Vc | οὐδὲ (pro ἢ οὐκ) Py 7. 8 ἤτοι μὴ ἔχων Dox. (in Π. εὑρ p. 251, 6 Sp.) 8 τι om. Pa |τοῦτότε Ph 11 ἀπο- βεβιωκότων Dox. 1. 1.; at rhetor sequitur Demosthenem, De cor. 18, 197. 199 cet. 12 καὶ om Ac Phy | δ⌊η?⌉ Pc: δέ γε Ph 15 cf. Π. εὑρ p. 250, 29 Sp. 17 αὐτὸ om. Vc Ba |καὶ ὁ Pc 20 ἀλλὰ καὶ τὸ εἰδέναι μεταχειρίζεσθαι P; om. Py; τὸ om. Ac; τὸ et μεταχειρίζεσθαι om. Ph; τὸ εἰδέναι om. Ba, (ἀλλὰ καὶ με- ταχ. punctis del., m. 2?) Vc 21 τοσαῦτα Vy Wc)
70

Τῶν δʼ αὖ διπλῶν ἣ μέν ἐστι κατὰ συμπλοκήν, ἣ δὲ κατὰ διαίρεσιν. καὶ κατὰ συμπλοκὴν μέν, ὅταν δυοῖν ὄντοιν τοῖν ἐγκλημάτοιν μὴ δύνηται χωρὶς ἑκάτερον αὐτῶν εἶναι ἔγκλημα, μετὰ δὲ τῆς τοῦ ἑτέρου συμπλοκῆς, οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει ἐνταῦθα ὅτι μὲν δύο ἀντιλήψεις, δῆλον — καὶ γὰρ λέγειν καὶ μὴ λέγειν [*](43) ἔξεστι —, καὶ αὖ ὅτι δύο ἀντιθέσεις ὁμοίως, οἷον ‘ἀντιλέγω· δεῖ γάρ, ἐφʼ οἷς ἁμαρτάνουσιν οἱ λέγοντες, ἀντιλέγειν’ , πάλιν ‘οὐ λέγω· οὐδὲν γὰρ δεῖ περὶ τῶν μὴ κατεπειγόντων λέγειν’ . ἀλλʼ ἴδιον τοῦ εἴδους τούτου τὸ δεῖν ἀπολογουμένους μὲν διαιρεῖν καὶ χωρὶς περὶ ἑκατέρου ποιεῖσθαι τὸν λόγον, κατηγοροῦντας δὲ συμπλέκειν. — Κατὰ διαίρεσιν δὲ διπλῆ ἀντίληψις γίνεται, ὅταν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέχεσθαι, οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλούς τιθέμενος παῖδας κακοῦ βίου φεύγει. ἐνταῦθα ὁμοίως μὲν ὁ κατήγορος συμπλέξει, ὁ δὲ φεύγων διαιρήσει, δῆλον μέντοι, ὡς καὶ καθʼ ἑαυτὸ ἑκάτερον ἐπιδεχόμενον κρίσιν αὐξήσεως μὲν ἕνεκα συμπλέκεται ὑπὸ τοῦ κατηγόρου, μειώσεως δʼ αὖ χάριν διαιρεῖται ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῷ προτέρῳ οὐκ αὐτὸ τοῦτο τῆς αὐξήσεως ἢ τῆς μειώσεως ἕνεκα οὕτω γίνεται, ἀλλʼ ὅτι μηδὲ ἄλλως κρίσιν δύναται [*](2 καὶ om. Py γ 2. 3 δύο ὄντων ἐγκλημάτων 3 ὄντοιν om. Ph |τοῖν om. Pγ τις ἀντιλέγων V Ph γ Vγ Syr. 2 αὖ ὅτι καὶ Py \9 ⌊καὶ⌉ del. ἐφʼ Ph 10 καὶ πάλιν Vγ |ὀῦν (pro οὐ) Ph |οὐδὲ Vc Ba Py | οὐ δεῖ γὰρ Vγ 11 οὐ (pro μὴ) Vc Ba 12 διελεῖν P 13 τὸν om. Vc Ba; del. Ph 10 δὲ διαί- ρεσιν Ac Ph y, Nilus 17 τιθέμενος PVPy, Sop. V 171, 25 W. θετοὺς ποιούμενος Ph, m.2Ac, cf. Syr. 2 p. 136, 23 21 δὲ (om. αὖ) Ac)

71
ἐπιδέξασθαι τὸ πρᾶγμα ἢ τοῦτον εἰσαγόμενον τὸν τρόπον.

Ἔφην δύνασθαι εἶναι καὶ πλείονα εἴδη ἀντιλήψεων. αὐτίκα τόδε τῶν προειρημένων διαφέρει, οἷον γραψάμενοί [*](161) τινες μοιχείας ἀλλήλους, καθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας καὶ φεύγουσι κακοῦ βίου. πρῶτον μὲν γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα, ἔπειτα τέσσαρες ἀντιλήψεις καὶ αὗται παῤ ἀμφοῖν, οἷον γράφεσθαί τινα ἔξεστι καὶ πάλιν ἀναιρεῖσθαι τὰς γραφάς, ἔξεστι γαμεῖν, ὅθεν βούλεταί τις, καὶ ἀποβάλλεσθαι τὴν οὖσαν γυναῖκα· ταῦτα πάντα οὐ κεκώλυται, καὶ [*](44) τούτων γε ἑκάστην ἀνάγκη λύειν τῷ κατηγόρῳ. φανερὰ δὲ ἡ μέθοδος ἐπ᾿ ἀμφοῖν, ἐπί τε τοῦ κατηγόρου καὶ ἐπὶ τοῦ φεύγοντος, ἀπὸ τῶν προειρημένων.

Ἔστι δὲ καὶ ἄλλα εἴδη ἀντιλήψεων, ἃ περιττὸν ἂν εἴη λέγειν νῦν· πᾶσαν γὰρ ἀντίληψιν τοῖς προειρημένοις ἄν τις ὀρθῶς ἑπόμενος διαιροίη.

[*](3 p. 67, 22 | καὶ om. Py 5 μοιχείας τινὲς Ac Ba Ph, m.1Vc καὶ καθυφέντες Pγ Vγ 7 τὰ om. Vγ 8 τέσσαρες Ba; τρεῖς P Vc AcPy; γρ΄ καὶ τέσσαρας ὃ καὶ κρεῖττον m. 2Vc; σκόπει ⌊π er.⌉ ὅσαι (sic) Ph | καὶ αὗται παῤ ἀμφοῖν P Ac Ph; γρ καὶ ταῦτα παρʼ ἀμιφοῖν m. 1P; δύο τοσαῦτα (-ται ?) παραγραφαὶ m. po. Pa; καὶ τοσαῦται παραγραφαί Vc; γρ΄ καὶ αὗται παῤ ἀμφοῖν καὶ m.2Vc; καὶ αὗται παρ᾿ ἀμφοῖν καὶ τοσαῦται παραγραφαί Ba; καὶ αὖ τοσαῦται παραγραφαὶ παῤ ἀμφοῖν Py 9 καὶ om. V Py;? Ph 10 γῆμαι Vc Ba | καὶ om. V Phγ | ἀποβαλέσθαι V Py 11 κωλύεται Ph 12 ἑκάστην γε V Phy 15 ἀντιλήψεων om. Ac Py; ?Ph 10 νυνί V Ph 17 sic P Py; ἑπόμενος ὀρθῶς ἄν τις VPh, v.l.P)