Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἡ πραγματικὴ διαιρεῖται νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ, ἐνδόξῳ, τῷ ἐκβησομένῳ.

Ἔστι δὲ ἣ μὲν ἔγγραφος, ἣ δὲ ἄγραφος· ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα, οἷον ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι νόμος ἐκέλευεν, ·Ἐλάτειαν ἔχοντος Φιλίππου γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι· ἄγραφος δὲ ἡ μὴ ἀπὸ ῥητοῦ, οἷον ἀξιοῖ μετὰ τὰ κατὰ Πύλον Κλέων Πύθιος καλεῖσθαι.

Τὸ τοίνυν νόμιμον ἐν μὲν τῇ ἐγγράφῳ μιᾷ τῶν νομικῶν ὑποπίπτει στάσεων καὶ κατʼ αὐτήν γε διαιρεθήσεται· αὐτίκα δὲ περὶ τῶν νομικῶν στάσεων λέξομεν. — Ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξεταστέον, οἷον ὅτι ῾ καινὰ ἀξιοῖς καὶ οἷα καὶ ὅσα οὐδείς πω πρότερονʼ. ταῦτα δὲ πάλιν· ἐνστάσει καὶ ἀντιπαραστάσει μεθοδεύσομεν, ἀντιπαραστάσει μέν, οἷον Κλέων ἀξιοῖ μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθαι· καινὰ ἀξιοῖςʼ· [*](49) καινὰ ἀξιῶ· καινὰ γὰρ καὶ τὰ πεπραγμένα᾿ . ἐνστάσει δὲ εἶτα μέντοι οὐδὲ καινά· καὶ γὰρ καὶ Περικλῆς Ὀλύμπιος ἐκλήθη᾿ . ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ [*](τίον Ph γ | τοὐναντίον [Il], m. 2 γρ ἀνάπαλιν, Vc; vix san |οὐ ante χρήσεται add. AcBaPh, (er.) Vc |ταυτὶ V) [*](1 οὐ om. Ph |εἶναι, m.2 οἶμαι, Vc |τοῖσδε (pro τοῦ δὲ) Ph 5 τῷ om. Phy γ, Sop. 6 ἡ μὲν ἔγγραφος πραγματικὴ VPh y, v.l P 7. 8 οἷον νόμου κελεύοντος ἐν ἡμέραις τρισὶ περὶ πο- λέμου βουλεύεσθαι Py | cf Aps. l 2 p. 245, 4 Sp -H. 8 βουλεύ- σασθαι Ph ἐκέλευσεν Ph, m 2Vc 9 αὐθημερὸν ante γράφει VPh; Syr. 2 p. 164, 3 11 τὰ κατὰ P: om. VPhy 18 κατὰ ταύτην Ph γ 14 p. 82, 4 sq. 10 ὅτι om. Py 19 τὸ Ph 21 alt. καὶ om. 22 ποτέρω δὲ PPy; πότερον δὲ W Ph | πρότερον Pcy; πότερον Pa; προτέρωι VcBa; ποτέρωι AcPh)

77
ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οἱ καιροὶ διδάσκουσιν, ὡς καὶ ἐν στοχασμῷ διωρισάμεθα.

Τὸ δίκαιον μιᾷ τῶν δικαιολογικῶν ὑποπίπτει καὶ κατʼ ἐκείνην γε διαιρεθήσεται, ὡς ἂν ἐγχωρῇ, τοῖς κεφαλαίοις.