Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὁ στοχασμὸς τοίνυν διαιρεῖται, ὅτε καὶ πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα, παραγραφικῷ ἔστιν ὅτε, ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει, τοῖς ἀπʼ ἀρχῆς [*](18) ἄχρι τέλους, ἀντιλήψει, μεταλήψει, μεταθέσει αἰτίας, πιθανῇ ἀπολογίᾳ, ποιότητι κοινῇ.

[*](1 cf. 45, 22. 47, 10. Π. εὑρ. p. 212, 19. 28 Sp. |τόπον ἢ χρόνον etiam post τρόπον add. P, m. 2Vc | ἢ ὅταν Py 3 λαμβάνοντες Pa |cf. Senec. controv. l 4 lX 1. Quint. VII 1, 7 | ἀποκτεῖναι Py | καὶ om. Py 4 μεμοιχευμένην Pc, cf. Syr. 2 p. 154,8 6. 7 φεύγει φόνου Vc Ba Phy 7 χρόνον. τόπον Pa 10 περὶ δὲ ἑκάστης διαιρέσεως Ac, v. l. P | ἕκαστον Ph 13 τὰ om. Pcy 15 sic Vg; περὶ τῆς διαιρέσεως τῶν στάσεων P: om. V Phy; exsp. διαίρεσις τῶν κεφαλαίων, cf. 36, 3 16 περὶ διαιρέσεως στοχασμοῦ Ba; περὶ στοχασμοῦ διαίρεσις στοχασμοῦ Ph; περὶ στοχασμοῦ καὶ τῶν κεφαλαίων αὐτοῦ Wc 17 καὶ om Py 18 ἔχει Py 20 τῆς αἰτίας Py)
44

Τὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρας· ἤτοι ἀπὸ τοῦ λείποντος, οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ φόνου φεύγει· ἀξιώσει γὰρ δεικνύναι πρῶτον, εἰ ἀνῄρηται. ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, οἷον δέκα νέοι συνώμοσαν μὴ γῆμαι καὶ φεύγουσι κακοῦ βίου· ἕκαστος γὰρ αὐτῶν ἀξιώσει κρίνεσθαι ἰδίᾳ. ἢ ὅτι, ἀφʼ ὧν ἕτεροι πεποιήκασιν, οὐ δεῖ κρίνεσθαι, ὡς ὁ τρισαριστεύς, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, προδοσίας φεύγων. ἢ κατὰ χρόνον, οἷον δειλοῦ παῖς ἠρίστευσε, καὶ μοιχείας κρίνει τὴν γυναῖκα· τοσούτοις γάρ φησιν ὕστερον χρόνοις μὴ δεῖν κρίνεσθαι. — Τοῦτο δὲ ἀπὸ μὲν ῥητοῦ τινος εἰ γίγνοιτο, ἰσχυρόν ἐστι καὶ τελεία γίνεται παραγραφή· ἄλλως δὲ ἀσθενὲς μέν ἐστι, συλλαμβάνει δʼ οὖν τι σμικρὸν τῷ χρωμένῳ. τοῦ δὲ ἀπὸ ῥητοῦ παράδειγμα, ὃ δή φαμεν τελείαν εἶναι μετάληψιν καὶ παραγραφήν· κριθείς τις φόνου ἀπέφυγεν, ὕστερον χρωμένῳ αὐτῷ ὁ θεὸς ἀνεῖλεν ῾ ἀνδροφόνοις οὐ χρῶʼ, καὶ πάλιν φεύγει· ῾ δὶς γὰρ περὶ τῶν αὐτῶν, κωλύουσιν οἱ νόμοι κρίνεσθαιʼ, παραγράφεται οὖν καὶ γίνεται τὸ πρῶτον ζήτημα νομικὸν ἐκ παραγραφῆς.

[*](2 p. 31, 7 cf. Aps, l 2 p 223, 25. 276, 15 Sp. -H. |post ὑπερβάλλοντος add. Ph : ὅτ᾿ ἂν πλέον τι συνάπτηται τῆι τοῦ κρι- νομένου ὑπερθέσει ἐκ τῆς τοῦ πράγματος περιστάσεως, schol. P (W VII 261,11) 6 ἀυτῶν ἁυτὸν Ph |ὅτι om. Ac 7 πεποιή- κεισαν Py | cf. 30, 23. 50, 5 7. 8 ἀριστεὺς Pc 8 καὶ ante προδοσίας add. PAc 10 ὕστερον post 11 χρόνοις Ac; om. Py φήσει Spengel (at 63, 21 cet.) 12 ἰσχυρότερόν Py 13 τὸ παρα- γραφικὸν post δὲ add Ba Ph, (er.) Vc 13.14 συμβάλλεται δʼ οὖν τι καὶ σμικρὸν Vy 14 τι τῶι χρωμένωι καὶ σμικρόν Ph, (om καὶ) Vδ |χρωμένωι· |cr. IV] τοῦ |δὲ m. po. supr.] ἀπὸ Vc τοῦ ante ῥητοῦ add Pc h Ac, (er.) Vc 16 οἷον κριθείς Py | ὕστε- ρον om Ph 16. 17 ὕστερον δὲ αὐτῶι χρωμένωι Py 17 ἀνεῖ- λεν ὁ θεὸς Ac Py 18 cf. 42, 15 18. 19 οἱ νόμοι κωλύουσι Py 19 νομοθέται Vc | παραγράφεται οὖν ante 18 δὶς transq. ? | τὸ om. Py)
45

Ἡ τῶν ἐλέγχων ἀπαίτησις διπλῆ ἐστιν· ἢ γὰρ εἰσὶν οἱ μάρτυρες ἢ οὔ· οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ [*](19) ἔφη τῆς κόρης θᾶττον τεθνήξεσθαι αὐτὴν ἢ ἐκείνῳ δοθήσεσθαι, ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων ἡ παῖς, εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαινίδας περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδέν, μοιχείαν δὲ τῆς [*](144) γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ φαρμακείας κρίνει τὴν γυναῖκα. ἐνταῦθα γὰρ εἰσὶν οἱ μάρτυρες, αἱ θεραπαινίδες δηλονότι· οὔκουν ἀπαιτήσει τούς μάρτυρας, ἀλλὰ διαβαλεῖ, ὅτι μὴ δεῖ πιστεύειν ῾ φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταιςʼ, καὶ ὅτι ῾ οὐδὲ τοὺς ἐλευθέρους πάντας ἀξιοπίστους ὑπολαμβάνοντες σχολῇ γʼ ἂν τοῖς δούλοις πιστεύσαιμενʼ, καὶ πλείονα δʼ ἂν εὕροις. δεῖ δὲ καὶ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρας, πότεροι μᾶλλον ἀξιοπιστότεροι, καὶ ἀντεξετάζειν, ὡς ἐν τῷ Κατὰ Κόνωνος ὁ Δημοσθένης. τουτὶ γάρ σοι καθόλου περὶ μαρτύρων ἔστω τεχνικὸν θεώρημα, ἢ διαβάλλειν αὐτούς, ὅτι πρὸς χάριν ἢ διʼ ἔχθραν ἢ διά τινα οἰκειότητα αὐτοῦ μαρτυροῦσιν ἢ διὰ κέρδος τι οἰκεῖον, ἢ διὰ τὸ μὴ εἶναι διʼ ἡλικίαν ἀξιοπίστους. — Εἰ δὲ μὴ εἶεν μάρτυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖσδε· προσώπῳ οἷον ῾τίς ὁ δούςʼ, πράγματι οἷον ῾ τί δούςʹ, [*](20) [*](1 ἡ τῶν om. Pγ |διττή Ac Py Sr, Sοp.; διττή τίς Pγ 2 οἱ om. Sop. W IV 329, 27: cf. l. 8 | cf Senec controv VI 6 3 αὐ- τὴν om. Pγ 5 ὁ πατὴρ om Pa 6 τῆς om. Pγ | πλέον om. Pγ; εἰδέναι πλέον Ph 8 οἱ om. Py 9. 10 ἀπαιτήσεις . . δια- βαλεῖς Pc 10 ὅτι μὴ δεῖν Ac | cf. Senec. controv. VI 6 p.262, 15 M 12 σχολὴ γὰρ m.1Vc 13 πιστεύσαοιιμεν Pa 14 καὶ om. Py, Sop. 15 μᾶλλον om Vc Ba Py, Sop. 16 ὁ om Ac Dem. 54, 31 sq 17 τεχνικόν τι Phy | θεώρημα· τουτέστιν ἢ Vc Ba Ph 17—19 ῾ aut ἢ ante διαβάλλειν del., aut διὰ τὸ ante μὴ εἶναιʼ Spengel 18. 19 αὐτοῖς Pc; αὐτῶ Vγ 21 αὐ- τοὺς om. Ac 22 cf. 43, 1 | πράγματι οἶον τί δούς post 46, 1 πῶς Ph: om. Py)

46
τόπῳ οἷον ῾ ποῦʼ, τρόπῳ οἷον ῾ πῶςʼ, χρόνῳ οἷον ῾ πότε᾿ . αἰτίᾳ οἷον ῾ διὰ τί ᾿ , καὶ τούτοις χρήσεται πᾶσιν ἢ τοῖς ἐμπίπτουσιν· ὁ δὲ κατηγορῶν ἀποφανεῖ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀξιοπιστότερον τοῦ διὰ τῶν μαρτύρων ῾οὔτε γὰρ πεπεισμένα τὰ πράγματα οὔτε χαριζόμενά τῳ λέξει, ὥσπερ οἱ μάρτυρες πολλάκις, ἀλλʼ οἷα ἔστι φύσει, τοιαῦτα καὶ ἐξεταζόμενα φαίνεταιʼ.

Ἡ βούλησις καὶ ἡ δύναμις ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ γίνεται, δηλονότι τῶν ἐγκωμιαστικῶν· καὶ ὅτε μὲν εἴη τὸ πρόσωπον ὡρισμένον, πάντα σχεδὸν ἐμπεσεῖται, εἰ δέ τι τῶν ἄλλων, κατὰ τὰ εὑρισκόμενα χρησόμεθα, οἷον νέος πλούσιος· ἔχεις γὰρ ἐνταῦθα ἡλικίαν καὶ τύχην ἐξετάσαι καὶ τὰ παρακολουθοῦντα τούτοις. τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἐστὶ τάδε· γένος, ἀγωγή, παίδευσις, ἡλικία, φύσις ψυχῆς καὶ σώματος, ἐπιτηδεύματα, πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον, τύχη οἷον πλούσιος ἢ πένης καὶ τὰ τοιαῦτα. [*](145) ταῦτα δὲ ἐπʼ ἀμφοῖν μὲν ἰσχύει ἀφʼ ἑκατέρου μέρους ἐξεταζόμενα, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως, μιᾶλλον δὲ τινὰ ἐν τῷ ἑτέρῳ· ὥσπερ γὰρ τὰ τῆς τύχης οἰκειότερά ἐστι τῆς δυνάμεως, οὕτω [*](21) καὶ τὰ τῆς ἡλικίας τῆς βουλήσεως. ὁρῶντα οὖν ταῦτα δεῖ πλεονάζειν, ἔνθα ἂν μᾶλλον οἰκειούμενόν τι αὐτῶν φαίνηται. — Βούλησιν δὲ καὶ δύναμιν ἐξετάζειν οὐχὶ [*](2 ἢ τοῖς πᾶσιν ἢ Vc Ba Phy; ἤτοι πᾶσιν ἢ Vb 3 ἀποφαίνει Ph 4 τῶν om. Ac 5 πεπλασμένα Ph |cf Arist Rhet. A 15 p. 1376 a 19 5 6 χωριζόμενα τῆι λέξει Ph 7 ταῦτα Py; τὰ τοιαῦτα Ph 10 τὸ om V Phy, Marc. IV 347, 22 W 11 ἄλλων εἴη Vc Ba Phy, Marc IV 348, 24 W 12 ἔχεις Ph, Marc. IV 348, 27 W., (σ m 1 supr.) Ba: ἔχει P Vc Ac Py 15 cf. 15, 18 sq 16 τε καὶ Ac | cf. 16, 10 16. 17 πρᾶξις Vc Ba 17 πένης ἢ πλούσιος Py | καὶ τὰ ὅμοια Ph 18 ἀφʼ P Pγ: ἐφʼ V Ph 21 γὰρ om. Phy οὕτω om. Phyρ 22. 24 (ἂν om.) φαίνεται Pc 28 αὐτῶ Py)

47
τῶν κρινομένων μόνον προσώπων δεῖ, ἀλλʼ ὅσαπερ ἂν ἔχῃ τὸ πρόβλημα· αὐτίκα τὸν τοὺς ἀποκηρύκτους τρέφοντα νέον πλούσιον καὶ φεύγοντα τυραννίδος ἐπιθέσεως ὁ κρίνων μάλιστα ἰσχύει τῆς ποιότητος τῶν ἀποκηρύκτων ἐξεταζομένης. διὸ δεῖ σκοπεῖν ἐν ἅπασι τοῖς στοχασμοῖς περὶ πάντων τῶν προσώπων, ἃ ἐπιδέχεται κρίσιν.

Τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρου, γίνεται δὲ καὶ αὔξεται, ἀφʼ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε· τίς, τί, ποῦ, πῶς, πότε, διὰ τί. — Κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνου ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρῆσθαι. — Ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους — εὑρίσκεται γάρ ποτε καὶ οὕτως ἔχων στοχασμός —, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια κοινὰ ἀμφοῖν. παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς καὶ ἔλαβεν, ἐτυράννησεν ἐκεῖνος, καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται, [*](22) τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων, καὶ [*](1 μόνων Ba, (ο supr.) Pa Vc | ὅσωνπερ Pγ 1. 2 ἂν ⌊I-II⌉ ⌊έ⌉χηι Pc 2 cf. 48, 7 4 τῶν προσώπων ante τῶν add. Pγ 4. 5 τῶν ἀποκηρύκτων post 4 τῆς Pc 5 ἐταζομένης Py 6 τοῖς — 7 κρίσιν om. Py 9 αὐξάνεται P | alt. καὶ om. Pc 10 cf. 42, 22 11 κατηγορουμένου Ph, m.1VcPγ | μόνου om. Phy γ, m.1 Vc 12 τὰ om. Ph 13 χρῆσθαι PV Sr; χρήσασθαι Phy γ 15 ὁ στοχασμός Py 16 κοινὰ om. Ac 18 μετεώρου τῆς δίκης οὔσης ante ὁ add. Ac Ba, m.2 Vc, cf. Syr. 2 p. 77, 14 19 τὴν post γέρας add. Pc; αὐτοῦ add. Ph 20 καὶ om. Vy | ἐτυράννησεν, mg. νευ m.1, Ph 21 οὗτος om. VcBaPhy γ 22 αὐτὰ Ph, m.2 Vc 23 ταῦτα Py, v.l. Vk)

48
δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων. — Μόνου δὲ τοῦ φεύγοντος γενέσθαι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀδύνατον.

Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει, ἀλλʼ ἐὰν μὲν ἀφʼ ὧν [*](146) αὐτὸς πεποίηκε κρίνηταί τις, πάντως ἐμπεσεῖται καὶ ἡ ἀντίληψις, ἐὰν δὲ ἀφʼ ὧν ἄλλοι, οὐκέτι. ἔστι δὲ τοιοῦτον, οἷον ὅτι ῾ ἔξεστι καὶ οὐ κεκώλυταιʼ. παράδειγμα αὐτοῦ· νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους τρέφει καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ῾ἔξεστι τρέφειν, οὓς βούλεταί τιςʼ.

Ἡ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ στοχασμῷ μόνον, ἀλλʼ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτερῳοῦν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται. — Γίγνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι — φήσει γὰρ μηδὲ ἐξεῖναι —· ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι, εἰ καὶ ἔξεστιν, ἀλλʼ οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· βιάσεται ὁ διώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν, εἶτα ὅτι, εἰ [*](23) καὶ ἔξεστιν, οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις. ποτέρῳ δὲ [*](1 δήπου ante λῦσαι add. Vc Ba 7 τούτου Ph | πάντας post ἀποκηρύκτους Vc Ba; om. Ac 7. 8 τρέφει τις τοὺς ἀποκηρύ- κτους νέος πλούσιος καὶ Ph, (om. τις) Ac 8 φεύγει ante τυ- ραννίδος 10 de Minuciano cf. Georg. p. 753 Schilling 11 τῶι στοχασμῶι Pc 12 cf. 60, 13 | ὁποτέρωι Sop. 12. 13 τούτω Ac; om. Pγ, Sop. 13 λέγω ἢ τῇ μεταλήψει om. Ph 15 τε om. Ac Py 16 φησὶ Vc Ph 18 οὐκ, om. οὕτως οὐδὲ, V Phy | τ⌊οι m. 2supr.⌉ούτοις Vc | cf. 30, 1. 51, 13 20 ὡς μὴ Vc Ba Phy 21 ἀλλʼ ante οὐχ add. Py, supr. Vc | τοιούτοις Ac Phy, m. 2Vc. (m.1 ex τούτοις) Pa | ποτέρωι δὲ π⌊ρ postea add. m. 1 ⌉ότερον Pa; ποτέρωι δὲ προτέρωι( ποτέρωι Ph) Vc BaPh; π⌊ρ m. po. add.⌉ότερον δὲ ποτέρω Pγ; πότερον δὲ προτέρωι Ac, Marc. IV 380,28 W.)

49
πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε γὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν. δεῖ δὲ ὁρᾶν, μὴ σφόδρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖναι, δεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται, καὶ ὡς ἂν ἡ χρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν.

Ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους γίγνεται· ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστὶν ἢ ἐν ἔργοις ἢ ἐν πάθεσι. κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας εἰσάγεται, οἷον νέος πλούσιος νύκτωρ κωμάσας ἐπὶ τὸ δεσμωτήριον ἐβόησε ῾ θαρρεῖτε, ὦ δεσμῶται· οὐκ εἰς μακρὰν λυθήσεσθεʼ καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γάρ, ὁμολογῶν εἰρηκέναι, τίνι διανοίᾳ εἶπε, σκοπεῖν ἀξιοῖ. [*](147) ─ Ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώραταί τις ἐπʼ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν γὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι ῾ καλὸν τὸ τοὺς ἀτάφους θάπτεινʼ. ─ Ἐὰν δὲ ἐν πάθεσι, συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται, οἷον συνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δακρύει καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ῾ ἐλεήσαςʼ γάρ φησι ῾ τούς τυραννουμένους οὕτω διετέθην᾿ . Εἰδέναι [*](24) [*](4 de Minuciano cf. P (W VII 315, 10) 5 δύναηται P 6 ἀπαι- τῆι μᾶλλον Vc; μᾶλλον om. Py | ἀπαιτεῖ Ph | μεθοδεύοιμεν Ac Py 11 νύκτωρ post δεσμωτήριον Ac Ph | ἐπὶ Pc Vc Ba, (εἰς supr; m.1 ?) Pa; εἰς Ac Phy 12 ὦ δεσμῶται PAc, cf. Syr.2 p.83, 29; om. Vc Ba Phy | εἰσἀῦθις γὰρ καὶ ante οὐκ add. Ac 16 ἐξετασθήσε- ται Ph, Sop. | cf. 36, 12 18 φόνου φεύγει Pc | ἐρεῖ γὰρ om. V Phy | cf. Aps. l 2 p. 235, 10 Sp. -H. 20 τῆς αἰτίας om. Vc Ba Phy | γίνεται P, εἰσάγεται V Phy | cf Aps. l 2 p. 243, 13. 273,12 Sp. -H. 22 mg. φήσει Ba)

50
δὲ δεῖ, ὅτι ταῦτα μὲν πάντα ἐν πᾶσι στοχασμοῖς εὑρίσκεται, πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ. ─ Ἔτι ἡ μετάθεσις τῆς αἰτίας, ἂν μὲν ἀφʼ ὧν ἕτεροι πεποιήκασιν ἡ κρίσις γίνηται, ἔσται καὶ πεπλανημένη καὶ ἐναντία πως ἑαυτῇ, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ φεύγει προδοσίας· ἐρεῖ γὰρ θαυμάζοντας αὐτὸν ἐκείνους στῆσαι ἢ προτρέποντας τοὺς παρʼ αὐτοῖς ἢ ἐξιλεουμένους αὐτὸν ἢ ἄλλως φθόνον κινῆσαι βουλομένους· ταῦτα γὰρ πάντα εἶναι ἀληθῆ οὐ δύναται· διό φαμεν καὶ πεπλανημένα δεῖν χρώματα ἐν τῷ τοιούτῳ στοχασμῷ εὑρίσκεσθαι. ἐὰν δὲ ἀφʼ ὧν αὐτὸς πεποίηκε κρίνηται τις, ἢ ἕν τι ἐρεῖ ἢ καὶ πλείονα, ἀλλʼ ἀκόλουθά γε ἀλλήλοις, οἷον νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει· ἐρεῖ γὰρ διὰ τοῦτο νύκτωρ, ὅτι αἰσχύνεται, καὶ ὅτι οὐ βούλεται δυσοιώνιστος εἶναι μεθʼ ἡμέραν προσαιτῶν τοῖς ἐντυγχάνουσι, καὶ ὅτι μᾶλλον τηνικαῦτα διδόασιν οἱ ἄνθρωποι ἀνειμένοι ἤδη τῇ γνώμῃ, καὶ εἴ τι τοιοῦτον· ταῦτα γὰρ πολλὰ ὄντα οὐκ ἐναντιοῦνται ἀλλήλοις.