Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος, εἰ συνεστήκοι, ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανερόν. κἂν μὲν ἀφανὲς ᾖ, στοχασμὸς ἔσται· ἔστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανεροῦ σημείου ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας, οἷον πεφώραται τις θάπτων νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας καὶ φόνου φεύγει· ἀπὸ γὰρ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα ζητοῦμεν οὐσιωδῶς τὸ τίς ὁ φονεύσας.

[*](1 καὶ ante ὅπως add. Ba Ph, (supr.; m. 2?) Vc | τοῦτο P Ph, m.2 Vc (p 43, 9: τὰς στάσεις; W VII 174, 10: τὴν μέθοδον . . . διʼ ἧς ἑκάστην τῶν στάσεων ἐπιγνωσόμεθα); τούτων Vc Ba Py; τοῦτοων Ac 2 μέθοδος: l. 6 — p. 43, 8 (cf. Sop. V 78, 28 W.): διαίρεσις; p. 43, 15 sq. 3 τοῦ στοχασμοῦ Phy Sr, Syr. 4 αὐτὸ Vc Pγ; τὸ πρᾶγμα αὐτὸ Syr. (cf. Herm. p. 425, 14 Sp); αὐτὸς P Ac Ba Ph. m. 2 Vc | πάντων τῶν ἄλλων Ph: τῶν ἄλλων ἀπάντων Py 5 λέ- ξεται Pc | δʼ om Ph 6 sic mg. Ba Pg Wc, (ἡ μέθοδος) Vδ; δι- αίρεσις τῆς μεθόδου τῶν στάσεων P Ρπ διαίρεσις τῶν στάσεων Py ; περὶ στάσεων (ante 5 ἡ) Ph; μέθοδος διαγνώσεως τῶν στά- σεων DLz; om. Vc Ac ; Syr. 2 p. 53, 24: ἡ δὲ μέθοδος τῆς διαι- ρέσεως τῶν στάσεων; cf. Glöckner l. l (p. 28, 9 ann.) l 28 7 προ- τιθέντος Pc | συνέστη ιει Pa | mg. Vc: ῾ εἰ συνεστήκοιʼ . . πρὸς . . Μινουκιανόν 8 ἠ pro εἰ m. 1 Vc 10 οὐσιωδῶς Ba Sr, m.1 Ac, W VΙΙ]) 179, 24, Sop. 11 ἢ — 12 ὑποψίας om. Ph; deleverat Glöckner, Quaest. rhet, dissertationis thes 2 (collatis Syr. 2 p. 61, 21. Marc. IV 214, 18 W. Sοp. V 85, 8 86, 28 W. adde Sr) | καὶ m. po. supr ante ἢ Ac 12 cf 30, 19. 49, 16. 54, 5. Auct. ad Her. I 11, 18. Quin IV 2, 13 Cic. de inv I 8. 11 14 ζητοῦμεν om m. 1 Vc)
37

Ἂν δὲ φανερὸν τὸ κρινόμενον, πάλιν ἐπισκεπτέον, εἰ τέλειόν ἔστιν ἢ ἀτελές· λέγω δὲ ἀτελές, ᾧ προστεθέντος τινὸς ὡς λείποντος ὄνομά τε εὐθύς γίνεται καὶ οὐκέτι ἔχει ζήτησιν οὐδεμίαν τὸ πρᾶγμα· ἂν γὰρ ᾖ τοιοῦτον, ὁρικὴν ποιήσει τὴν στάσιν· ἔστι γὰρ στάσις ὁρικὴ ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον ἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα, νόμου κελεύοντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην διπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι λέγει· ἐὰν γὰρ προστεθῇ τὸ καὶ ἱερὰ εἶναι τὰ χρήματα, σαφής γε οὗτος ἱερόσυλος καὶ οὐκέτι ἔχει τὸ πρᾶγμα ζήτησιν.

[*](139)

Ἂν μέντοι φανερὸν καὶ τέλειον τὸ κρινόμενον, ἡ ζήτησις περὶ τὴν ποιότητα τοῦ πράγματος ἵσταται, οἷον εἰ δίκαιον, εἰ νόμιμον, εἰ συμφέρον ἤ τι τῶν τούτοις ἐναντίων. καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότης, ἤτοι δὲ περί τι πρᾶγμα ἔχει τὴν ζήτησιν ἢ περὶ ῥητόν· κἂν μὲν περὶ ῥητόν, νομικὴν ποιεῖ τὴν στάσιν, περὶ ὧν [*](12) ὕστερον ἐροῦμεν, ἂν δὲ περὶ πρᾶγμα, λογικήν. — [*](2 ἢ (pro εἰ), om. πάλιν ἐπισκεπτέον, Sr | μὲν ante ὧι add. Pc 3 τι γίγνεται Vc, (γίν.) Ba | μετὰ ταῦτα post καὶ add. Phy 4 τὸ πρᾶγμια om Ph (signum ascriptum est) 5 ὁριστικὴν Ph |ποι- εῖται Vc; ποιεῖ Sr 6 ὁριστικὴ Ph | περὶ πρᾶγμα Marc IV 220, 13 W 7 τοῦ ζητουμένου ὀνόματος Syr. 2 p. 97, 25 8 cf 62, 3: Arist. Rhet A 13 p. 1374 a 4. Cic. de inv l 8, 11 Quint III 6, 41. V 10, 39 10 11 εἶναι κλέπτης V Phy 11 προστεθῆ P Ph: προσθῆις V Py, v. l. Pc 12 γε P Phy ; τε V 13 ζήτησιν οὐδεμίαν Py (cf. l. 4) 16 εἰ συμφέρον εἰ νόμιμον (mg εἰ ἔν- νομον) Ph: εἰ (ἢ Vc) συμφέρον εἰ (ἢ Vc, Sοp.) ἔννομον V Py, Sop., cf Marc. IV 224, 8 17 W 17 ὡς γενικὸν Sop. V 90,18. 20. 97, 6. 9 W., Nilus | τούτων Nilus | κοινὸν Sr | W IV 223, 4: τοὺς περὶ Ἑρμαγόραν ἐλέγχει κτλ. 18 περί τι ῥητόν Ph 19 ῥη- τὸν ᾖ Of, Marc. IV 224, 30 W. | ποιήσει Ph: ποιεῖται Py)

38
Διαιρήσεις δὲ καὶ τοῦτο δίχα· ἢ γὰρ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν ἢ περί τινος ἤδη γεγονότος· κἂν μὲν περὶ μέλλοντος, ἔσται πραγματική· πραγματικὴ γάρ ἐστιν ἀμφισβήτησις περὶ πράγματος μέλλοντος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι, δοῦναι ἢ μὴ δοῦναι, οἷον βουλεύονται Ἀθηναῖοι, εἰ χρὴ θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβάρων. — Ἂν μέντοι πεπραγμένον ᾖ περὶ οὗ ἡ κρίσις ἤδη, κοινὸν μὲν ὄνομα τούτῳ δικαιολογία, ὥσπερ ἐκείνῳ ποιότης. πάλιν δʼ αὖ καὶ τοῦτο διαιρήσεις δίχα· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα ὁ φεύγων καὶ κατά τι κεκωλυμένον ἢ οὔ· κἂν μὲν μηδαμῶς φάσκῃ κεκωλῦσθαι τὸ πεπραγμένον, ἀντίληψιν ποιεῖ· ἔστι γὰρ ἀντίλχψις ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία, οἷον γεωργὸς φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύσσει. — Ἐὰν δὲ ὁμολογῇ τι πεποιηκέναι ὡς ἀδίκημα, ὄνομα μὲν πάλιν γενικὸν τούτῳ ἀντίθε σις, διαιρήσομεν δὲ οὕτω καὶ τοῦτο· ἤτοι γὰρ εἰς ἑαυτὸν ἀναδέχεται πᾶν ὁ φεύγων τὸ γεγονὸς ἢ εἴς τι τῶν ἔξωθεν αὐτὸ μεθίστησι· κἂν μὲν εἰς ἑαυτὸν ἀναδέχηται, ποιεῖ ἀντίστασιν· γίνεται γὰρ ἀντίστασις, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα [*](13) ἀνθιστᾷ ἕτερόν τι εὐεργέτημα διʼ αὐτοῦ τοῦ ἀδικήματος [*](1—9 cf. Arist Rhet. A 3 p.1358 b 3 sq. 2 πράγματος ante μέλλοντος Pf: om. Vδ Pq, Marc. IV 225, 28. 226, 3 W. 4. 5 μέλ- λοντος πράγματος Ac Py 6 δοῦναι ἢ P: ἢ δοῦναι τόδε τι ἢ V Ph, Nilus, (om. τόδε) Py, (om. τι) Pf, (om. τόδε τι) schol. P W VII 192, 18—26 | ἀθηναῖοι post 7 θάπτειν Ph 1 δεῖ Pγ |[III] τῶν Vc 9 cf. p. 37, 17 11 γὰρ om. Ac 12 οὐχί Vc Phy 14 γὰρ PV Py ; δὲ Ph 18 οὕτω sc δίχα, p. 37, 18. 38, 1; 10 | καὶ τοῦτο ante οὕτως Ba; om. Pf |ἢ γὰρ Ac 21 ἀντίστασιν ποιεῖ Pf, Marc. IV 240, 2 W. | γὰρ PV Py ; δὲ Ph 28 ἀνθιστῆ Ac Ba ; ἀνθί- στησιν Vc Ph y, Nilus ; ἀντεισάγῃ Pf Syr. 2 p 139, 3: ἀντιτιθῇ εὐεργέτημα PPh, cf Syr.; εὐεργέτημα μεῖζον V Pγ, v. l. P; μεῖζον εὐεργέτημα Nilus, Syr. l l 12; p. 73, 14. 83, 15)
39
πεπραγμένον. ἂν δὲ εἴς τι τῶν ἔξωθεν, ἤτοι εἰς αὐτὸν τὸν παθόντα ἢ εἰς ἄλλο τι· κἂν μὲν εἰς τὸν παθόντα, ποιεῖ ἀντέγκλημα· γίνεται γὰρ ἀντέγκλημα, [*](140) ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀντεγκαλῇ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθεν. ἂν δὲ εἰς ἕτερόν τι μεθιστᾷ, πάλιν διαιρετέον· ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησι τὸ ἔγκλημα ὁμολογῶν τι πεποιηκέναι ὡς ἀδίκημα καὶ ποιεῖ μετάστασιν, ἢ εἰς οὐ δυνάμενον ὑπεύθυνον γενέσθαι, ἀνεύθυνον δὲ πάντῃ, καὶ πεποίηκε συγγνώμη ν. μεταστάσεως μὲν παράδειγμα ὁ πρεσβευτής, ὃν εἴσω τριάκοντα ἡμερῶν δέον ἐξιέναι λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον, μὴ λαβὼν καὶ διὰ τοῦτο μὴ ἐξελθών, εἶτα κρινόμενος· συγγνώμης δὲ παράδειγμα οἱ δέκα στρατηγοὶ οἱ διὰ τὸν χειμῶνα μὴ ἀνελόμενοι τὰ σώματα καὶ κρινόμενοι. εἰ δέ τις ἡμῖν τι περὶ τούτων ἀμφισβητεῖ, συγγνώμης λέγω καί μεταστάσεως, ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεως λελέξεται.

Τὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τούτων ἐπιγνωσόμεθα· τὰς δʼ αὖ νομικὰς οὕτω. πρῶτον μὲν περὶ ῥητὰ ἀνάγκη τὴν ζήτησιν ἐνταῦθα γίνεσθαι· ῥητὰ δὲ λέγω οἷον νόμους, διαθήκας, ψηφίσματα, ἐπιστολάς, [*](14) [*](2 ἢ — 3 παθόντα om. Pc |ἕτερον γίγνεται post τι add. Ph ἂν μὲν γὰρ εἰς Ph |αὐτὸν τὸν Ac 6 τι om. Sop |μεθιστῆι Vc, Sop., Nilus; μεθίστησι Ac Phy 7 τι om Nilus; τι καὶ Pc 8 τὸ (pro τι) Pc | πεποιηκέναι τι Ba 11 μὲν P Ba Py; δὲ Vc Ph ; om. Ac | cf. Cic. de inv lI 29, 87. 42, 124 12 ὃ|ν er.] Pa; ὁ Pf Vk 14 δὲ καὶ Py 15 δὲ om. Ac | παράδειγμα om. Pf | alt οἱ om. Py 17 schol. P (W VII 206, 15): πρὸς Μινουκιανὸν κτλ τι Pa h Ac Ba; om Pc γ Vc ; ἡμῖν τι om Vγ, schol. P 18 μετα- στάσεως ἕνεκα Vc Ph | p. 75, 11 20 οὕτως (pro ἐκ τούτων) Ba 21 μὲν οὖν Ph 22 ῥητὸν Pγ, Marc. IV 254, 20 W. al. | ἐν- ταυθοῖ Py)

40
κηρύγματα ὡρισμένα, πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς. ταύτην δὲ τὴν ζήτησιν ἤτοι περὶ ἓν ἢ καὶ πλείονα γίγνεσθαι συμβαίνει ῥητά· λέγω δὲ πλείονα, κἂν ἕν τι ῥητὸν εἰς δύο μέρη διαιρῆται καὶ μέρει μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος τῶν δικαζομένων χρώμενοι φαίνωνται. ἂν μὲν οὖν ᾖ περὶ ἓν ῥητὸν ἡ ζήτησις, ἤτοι περὶ τὰς τούτου διανοίας καὶ μόνας ἢ καθʼ αὑτὸ θάτερον τῶν μερῶν, ῥητὸν καὶ διάνοια γίνεται· γίγνεται γὰρ ῥητὸν καὶ διάνοια, ὅταν, τοῦ ἑτέρου τὸ ῥητὸν προβαλλομένου καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος, θάτερον μέρος χρῆται ταῖς διανοίαις· οἷον ξένος ἐπὶ τὸ τεῖχος εἰ ἀνέλθοι, τεθνάτω, πολιορκίας οὔσης ἀνελθών τις ἡρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ. ἢ τοῦτο μὲν οὐχί, τῷ ῥητῷ δὲ παρατίθησί τι πρᾶγμα εἰς ταὐτὸν [*](141) ἄγων τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ ποιεῖ συλλογισμόν· ἔστι γὰρ συλλογισμὸς ἀγράφου πράγματος πρὸς ἔγγραφον παράθεσις εἰς ταὐτὸν συνάγοντός τινος τὸ ἄγραφον τῷ ἐγγράφῳ· οἷον τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἐκ [*](15) πόρνου τινὰ γεγονότα λέγειν κωλύει τις.

Εἰ μέντοι περὶ δύο ῥητὰ ἢ καὶ πλείονα ἢ καὶ ἓν εἰς [*](1 κηρύγματα, ὡρισμένα πάντα Nilus, schol. P W VII 213, 6 (cf. Sοp. V 103, 4 W.) 2 [ἢ] καὶ P W IV 255, 16, ἢ περὶ 256. 1: ἢ καὶ περὶ Ah Oh Vg 2. 3 συμβαίνει γίνεσθαι Py 4 διήιρηται Ba Ph, m.1 Vc ὁ om. Ac 5 φαίνωνται χρώμενοι Py 7 τὰς ante 6 περὶ Ph 7 διανοίας τούτου Ac | καὶ post ἢ Pf: om. V Phy 8 ῥητὸν καὶ διάνοια γίνεται PV γίγνεται καὶ ποιεῖ ῥητὸν καὶ διάνοιαν Ph, (om. pr. καὶ) Sοp., (om. γίγνεται καὶ) Pf 10 τὸ P Vc Ba Py, schol. Ph f. 142r; om. Ac Ph | schol. P (W VII 212, 15): ἵνα μὴ δόξῃ πάντα ἐναντιοῦσθαι Μινουκιανῶ, διὰ τοῦτο προσέθηκε τὸ ῾ ὡς ἐπὶ τὸ πλεῖστονʼ 12 εἰ ante 11 ξένος Ph: ante ἐπὶ Vc, cf. 82, 11 cf. Cic. de or. II 24, 100 Quint. VII 6, 6. Aps. 2 p. 273, 2 Sp. -H. πολιορκίας — 13 νόμῳ om. m. 1 Py 14 τι om. Sr, Nilus | τἀυτὸ| συν m. 1, ex ν] Pa; cf. l.17 15 ἄγον Vc, (ω, supr ο) P: συνάγον Py τὸ ἔγγραφον τῶι ἀγράφωι Vc, Sοp. 17 συνάγοντος εἰς τἀυτόν Ac Ba Ph | τινος om. Py 18 cf Quint VII 6, 3. Aps. l 2 p. 275, 5)

41
δύο διαιρούμενον ἡ ζήτησις εἴη, ἀντινομία γίνεται· ἔστι γὰρ ἀντινομία δύο ἢ καὶ πλειόνων ῥητῶν ἢ καὶ ἑνὸς διαιρουμένου μὴ φύσει ἐναντίων κατὰ περίστασιν δὲ μάχη· καὶ ὅλως διπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ διανοίας· οἶον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηὶ δεσπότης ἔστω τῆς νεώς, ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηὶ καὶ εἴργεται αὐτῆς ὡς πατρῴας. τοῦ δὲ κατὰ διαίρεσιν ῥητοῦ ποιοῦντος ἀντινομίαν παράδειγμα τόδε· ἡ βιασθεῖσα ἢ γάμον ἢ θάνατον αἱρείσθω τοῦ βιασαμένου, δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον αὐτοῦ, ἣ δὲ θάνατον αἱρεῖται.

Ἡ μέντοι ἀμιφιβολία καὶ ἀπʼ αὐτοῦ τοῦ ὀνόματός ἐστι φανερά· ἔστι γὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γινομένη· ἐκ μὲν προσῳδίας, οἷον ἑταίρα χρυσία εἰ φοροίη, δημοσια ἔστω, πεφώραταί τις φοροῦσα, καὶ ἣ μὲν τὰ χρυσία φησὶν εἶναι δημόσια, προπαροξυτόνως ἀναγινώσκουσα τὸν νόμον, οἳ δὲ οὐ τὰ χρυσία ἀλλʼ αὐτὴν δημοσίαν εἶναι, παροξυτόνως ἀναγινώσκοντες περὶ δὲ διάστασιν συλλαβῶν, οἷον δύο ἦσάν τῳ παῖδες, Λέων [*](Sp. -Η. 19 λέγειν post τις Ac 20 ἂν Py, ἐὰν Sop. l ῥητὰ ἦ ἢ Nilus | ἢ καὶ πλείονα om. m. 1Py |pr καὶ om. Ph) [*](1 εἴη post 40, 20 ἓν (om. εἰς δύο) Ac 3 ἐναντίου Ph, m. 1Vc 4 δὲ om Ph 5 ὁ supr Ph: om Pcy ; cf 85, 1 6 cf. Auct ad Her. I 11, 19. Cic. de inv. II 51, 153 7 τῆς νεώς Pc V Phy, mg. Pa; αὐτῆς Pa | ἔμεινε Pc | πατρώαι ante νηὶ add. Vc Ph, cf. 85, 3. Syr. 2 p 196, 8 8 ἀπείργεται Ph 9 cf. 87, 14. Senec. controv. l 5 cet 10 ἢ θάνατον ἢ γάμον Ac 11 κόρας post τις Syr 2 p. 196, 11 ; om. Vc Ba Phy 13 ἀπὸ τοῦ (om αὐτοῦ) Vc Ba Ph Sr 15 διαστάσεων Ac | γενομένη Py 10 cf. Theon II 129, 19 Sp. Cic. de inv. II 40, 118 | εἰ χρυσία Vc Pγ 10 18. 19 χρύσεια Ph: cf. 91, 2 17 τις om. V Ph 18 εἶναι Pcy; δεῖν εἶναι Pah V, Syr.; cf. 91, 4 19 νόμον m. 1, τόνον m. 2, Vc 20 ἀνταναγινώσκοντες Phy, v. l. P 20. 21 περὶ δὲ διαστάσεως Md Οh, (ἐκ pro περὶ) DLz 21 cf. Quint VII 9, 6)

42
καὶ Πανταλέων· διέθετο οὕτως ῾ ἐχέτω τὰ ἐμὰ πανταλεων’, [*](16) καὶ ἑκάτερος ἀντιποιεῖται πάντων, ὃ μὲν ὑφʼ ἓν ἀναγινώσκων Πανταλέων, ὃ δὲ διιστὰς πάντα, εἶτα Λέων.

Ταύτας μὲν οὖν οὕτως ἐπιγνωσόμεθα, τὴν δὲ μετάληψιν οὐκέθʼ ὁμοίως, ἀλλʼ ὅταν ἡ ζήτησις ᾖ περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν· ἐν γὰρ μεταλήψει οὔτε εἰ [*](142) ἔστι τι προηγουμένως ζητήσεις, καθάπερ ἐν στοχασμῷ, οὔτε τί ἐστι, καθάπερ ἐν ὅρῳ, οὔτε ὁποῖόν τί ἐστιν, ὡς ἐν τοῖς λοιποῖς, ἀλλʼ αὐτὸ τοῦτο, εἰ δεῖ ζητῆσαί τι τούτων· παραγραφὴ γάρ ἐστι. δύο δὲ αὐτῆς εἴδη· ἣ μὲν γάρ ἐστιν ἔγγραφος. ἀπὸ ῥητοῦ τινος λαμβάνουσα τὴν ζήτησιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφός ἔστιν ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις· οἷον δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι, φόνου κρινόμενός τις ἀπέφυγεν, ὕστερον αὐτῷ χρωμένῳ ἀνεῖλεν ὁ θεὸς ῾ ἀνδροφόνοις οὐ χρῶʼ καὶ πάλιν φεύγει· κατὰ ῥητὸν καὶ διάνοιαν ἡ πρώτη ἐξέτασις, εἶθʼ ἕπεται τὸ στοχαστικόν, εἰ ἐφόνευσέ πουἡ δὲ ἄγραφος ἔστι μὲν ἀπαγωγὴ τῆς εὐθυδικίας καὶ [*](17) αὐτὴ κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ, τὴν ζήτησιν δὲ οὐ περὶ τὸ ῥητὸν ἔχει, ἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα, [*](1 ante διέθετο: add καὶ La R Vu: add. τελευτῶν Px VIW Wa; add καὶ τελευτῶν Ba, m. 2Vc; add καὶ τελευτῶν ὁ πατὴρ Pγ 2 καὶ om. V Phy γρ΄ ταύτην Pa | οὖν om. Py, Nilus | δέ γε Ba 7 τῆι post γὰρ add. Phy, (er.) Vc 8 ἔσται Pc | τι om. Ac, Nilus | ζήτησις Ph: ἡ ζήτησις Py; ζητοῦμεν Nilus 9 ποῖον Ph, Nilus 10 ταῖς λοιπαῖς Py; ἐν λοιπαῖς Nilus (at 75, 1 cet.) ζητῆσαί τι τούτων P Ba Ph, m. 2Vc: τὸν ἀγῶνα εἰσελθεῖν Vc Ac Py 14 τῆς εὐθείας Ph, v.l.Pa 15 περὶ ὃ Ac |cf. Demosth. 20, 147. 38, 16 Quint VII 6, 4 16 δὲ post ὕστερον add. Vc Phy: cf. Syr. 2 p. 159, 7 19 mg. ἐν ἄλλοις τὸ εἰ ἐφόνευσέ πουʼ οὐκ ἔστιν Pa; verba desunt Py 20 ἐστὶν ἀπαγωγὴ μὲν Vc | Phy εὐθείας Ph 21 δὲ ζήτησιν Pγ)

43
τόπον ἢ χρόνον ἢ πρόσωπον ἢ αἰτίαν ἢ τρόπον, ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶμεν, ἓν δέ τι τούτων αἰτιώμεθα μεταλαμβάνοντες· οἷον ἐξῆν ἀποκτιννύναι καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην, τὸν μοιχὸν ἀποκτείνας τις μόνον χρόνῳ ὕστερον ἐπὶ τῷ τάφῳ τοῦ μοιχοῦ δακρύουσαν εὑρὼν ἀπέκτεινε τὴν γυναῖκα καὶ φόνου φεύγει· τὸν γὰρ τόπον ἐνταῦθα καὶ τὸν χρόνον αἰτιώμεθα δήπουθεν.

Τὰς μὲν οὖν λεγομένας στάσεις οὕτως ἐπιγνωσόμεθα· περὶ δὲ τῆς καθʼ ἑκάστην διαιρέσεως ἤδη λεκτέον. εἰδέναι μέντοι χρή, ὡς τὰ περὶ στοχασμοῦ λεχθησόμενα, περὶ οὗ δὴ πρῶτον ἀναγκαίως λελέξεται, σχεδὸν εἰς ἅπόντα συντελεῖ τὰ μετὰ ταῦτα· διὸ καὶ εἰκότως μακρότερα ἔσται.