Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἡ ἀντινομία ἔστι μὲν οἷον διπλοῦν τι ῥητὸν καὶ διάνοια. ὡς κἀν τῇ μεθόδῳ, καθʼ ἣν ἐπέγνωμεν τὰς [*](2 ἡ δευτέρα Py, Nilus | δὲ om. Ba 4 διωρίσασθαι v.lPa; διωρίσθαι Py; διορεῖσθαι, ι mg., Ph 6 κωλύεσθαι V Phy 7 ἐρεῖ om. VPhy, v.l.P ἐπιτρέπων Ph 8 τοῖς ξένοις AcPhy | οὐδὲν Ph, Nilus 9 ἢ Ac Ba Phy; εἰ P, (m. 2?)Vc, v .l.Py 11 καὶ om. Ph καὶ πάντῃ om Py 12 γε ante ἔξει Nilus; om Py γε ὁ φεύγων ἕξει Pc 13 ὅτι om. Py: οἷον ὅτι om. VPh, Nilus | ἔδει καὶ ὡς VcBaPhy, m. 2Pa, W IV 812, 27; καὶ δικαίως P, (om. καὶ) Ac; m. 2Vc: γρ ἑτέρως ἐξῆν σοι δικαίως εὗ ποιεῖν τὴν 14 τῆι πόλει Ph | καὶ om Ba 15 cf. 73,14 17 οὕτως om. VPh, Nilus ὡς om. Pc | cf 73, 16sq. 20 διπλοῦν τι PaBa, (τι supr.; m 1?) Vc: τι διπλοῦν PcAc; τι om Phy γ, Nilus 21 ἐπ[έ]γνωμεν Ba; ἐπιγνωσόμεθα Phγ)

84
στάσεις, ὡρισάμην· καὶ τοῖς γε πλείστοις κεφαλαίοις κοινωνεῖ τῇ στάσει ταύτῃ διπλοῖς δηλαδὴ γινομένοις, ἔχει δέ τι καὶ ἴδιον, ὡς φανεῖται.

Οὑτωσὶ δὲ διαιρήσεις· προβολῇ ῥητοῦ, διανοίᾳ, ἑτέρᾳ προβολῇ ῥητοῦ καὶ πάλιν ἑτέρᾳ διανοίᾳ. — Τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐκλείπει διὰ τὸ ἰσάζειν, οἷον ἕπεται μὲν τούτοις ὥσπερ ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τὸ μὴ προσδιωρίσθαι καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος· ἰσάζειν δέ πως δοκεῖ ταῦτα ἐπʼ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα, καὶ χαλεπὸν αὐτοῖς χρῆσθαι δυνηθῆναι. — Τὰ μέντοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστιν, οἷον ἀννίθεσις, μετάληψις, πρός τι, ὁ βίαιος ὅρος, ἡ θέσις, ἑτέρα μετάληψις, [*](57) ἀντίληψις, εἶτα ποιότης καὶ γνώμη. — Ἴδιον δὲ ἀντινομίας κεφάλαιον παρὰ τὴν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διαίρεσιν ἡ περὶ τοῦ πότερον περιέχει καὶ πότερον περιέχεται τῶν ῥητῶν ζήτησις, οἷον ποτέρου γενομένου μηδέτερον ἀναιρεθήσεται τῶν ῥητῶν· ὅπερ κεφάλαιον μετὰ τὸ πρός τι τεθήσεται.