Mirabilia de aquis
Paradoxographus Florentinus
Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.
ἐν δὲ Σούσοις τῆς Περσίδος, ὕδωρ εἶναι λέγουσιν· ὅ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας· κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε. ὕδατα ταῦτα βλέπεις φοβερὰ ξένε· τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν· ἤν δὲ βάληις κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος,
αὐτῆμαρ πριστῆρες ἐπὶ χθόνι δαιτὸς ὀδόντες πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἔδη:ἐν δὲ Ἀλιφάνωι τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθύ· οὐ τὸ μὲν ὕδωρ βλέπεται· ἡλίκον δὲ ἄν τις χαλάσηι σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος· ἀλλ᾽ ὑπὸ τινος θείου κωλύεται ὥς φησιν Ἰσίγονος·
Ἄουερνός ἐστι λίμνη ἐν Ἰταλίαι περὶ Κούμας· εἰς ἥν τὰ ἐκ τῆς περικειμένης ὕλης ἐμπίπτοντα φύλλα ἢ κάρφη, ἀφανῇ γίνεται· βυθιζόμενα παραχρῆμα