Mirabilia de aquis
Paradoxographus Florentinus
Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.
[Ἀριστοτέλης] ἱστορεῖ κατὰ Καρχηδόνα κρήνην εἶναι ἐλαίου V προσηνεστέραν· ἄν δὲ μή τις ἁγνὸς προσίηι, ἐκλείπειν αὐτήν:
περὶ Γέλαν τῆς Σικελίας ἔστι λίμνη Σίλλα καλουμένη ἐλαχίστη τὸ μέγεθος· ἥτις τοὺς ἐν αὐτῆι λουομένους, εἰς τὸ ξηρὸν ἐκρίπτει ὡς ἀπʼ ὀργάνου τινός· ὥς φησιν Ἀριστοτέλης:
παρὰ τὸν Ἠριδανὸν ποταμόν, ἔστι λίμνη κατὰ τὰς Ἠλεκτρίδας νήσους· ὕδωρ ἔχουσα θερμόν· ὀσμὴν δὲ βαρεῖαν· ἀφʼ ἧς οὐδὲν ζῷον γεύεται: