Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Θέασαι δὴ καὶ τὴν δευτέραν εἰκόνα. Ὅτε μὲν ὁ λοιμὸς ἐπέπαυτο, καὶ τὸ πλῆθος ἔρρωτο, καὶ ἡ δύναμις ἤκμαζεν· τότε δὴ τὸ ἀρχικὸν μέρος τῆς πόλεως ἐνόσει νόσον δεινὴν καὶ ἐγγύτατα μανίᾳ, καὶ κατελάμβανεν τὸ πλῆθος, καὶ τὸν δῆμον συννοσεῖν προσηνάγκαζεν.

Ἦ γὰρ οὐχ οὗτος ὁ δῆμος καὶ Κλέωνι συνεμαίνετο, καὶ Ὑπερβόλῳ συνενόσει, καὶ Ἀλκιβιάδῃ συνεφλέγετο, καὶ τελευτῶν τοῖς δημαγωγοῖς συνετήκετο, καὶ συνεσφάλλετο, καὶ συναπωλλύετο, ἄλλου ἄλλοσε τὴν δειλαίαν καλοῦντος, (Γ 130) δεῦῤ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι; [*](2 λοιμὸς . . . ἐξ Αἰθιοπίας ἀρξάμενος vi. or. 41. 3 a etiam or. 13. 9 c ‖ 6 δῃουμένης sq. cf. similiter Himer. 9. 3 ‖ 17 ἦ γὰρ sq. vi. or. 27. 6 d 21 τὴν δειλαίαν ═ or. 27. 6 d) [*](3 καταβὰς — 4 ἐκεῖ v (: τελευτήσας)) [*](11 ἀντετάτ ÷ τετο ‖ 12 τῷ πολέμῳ] τῇ πόλει B |δὴ] δὲ nescio unde Δ° ‖ 13 μὲν λοιμὸς (suprascr. ὁ) R! | ἐπέπαυστο α(θ) ἐπαύσατο B ‖ 14 τόδὴ (suprascr. τε) R! ‖ 16 μανίας N α(δ Δ) ‖ 17 προσηνάγκαζεν (cum R!) BM | ἢ MN α ‖ 20 συν- απωλλύετο HB(Δ°) συναπώλλετο R unde συναπώλλυτο Steph. (Duebn.) συναπώλετο M α (δ) | ἄλλον MN φα (δ) ‖ 21 ἄλλοτε nescio unde Δ καλοῦντος πόλιν Markl.)

81
Καὶ δείκνυσι μὲν Ἀλκιβιάδης Σκελίαν,

δείκνυσι δὲ Κλέων Σφακτηρίαν, καὶ ἄλλος ἄλλην γῆν ἢ θάλατταν, ὡς πυρετιῶντι πηγὰς καὶ φρέατα.

Ταῦτά ἐστιν ὑμῶν, ὦ [*](44a)πονηροί, τὰ θέσκελα | ἔργα; φθορὰ καὶ ἀνάστασις, καὶ κακῶν ἀκμή,

καὶ φλεγμονὴ νόσου; Τοῦτο δύναται καὶ ψυχῆς νόσος πρὸς σώματος νόσον παραβαλλομένη. Νοσεῖ σῶμα, καὶ ταράττεται, καὶ φθείρεται·

ἀλλʼ ἐὰν ἐπιστήσῃς αὐτῷ ψυχὴν ἐρρωμένην, ἀμελεῖ τῆς νόσου, καὶ ὑπερφρονεῖ τοῦ κακοῦ· ὡς Φερεκύδης ὑπερεφρόνει ἐν Σύρῳ κείμενος, τῶν μὲν σαρκῶν αὐτῷ φθειρομένων, τῆς δὲ ψυχῆς ἑστώσης ὀρθῆς, καὶ καραδοκούσης τὴν ἀπαλλαγὴν τοῦ δυσχρήστου τούτου περιβλήματος.