Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

νόσος σώματος εὐαπάλλακτος τῇ τέχνῃ, νόσος ψυχῆς δυσμετάβλητος τῷ νόμῳ· ἡ μὲν τὸν ἔχοντα ἀνιῶσα ποιεῖ πρὸς τὴν ἴασιν εἰκτικώτερον, ἡ δὲ ἐξαναλοῦσα τὸν ἔχοντα, ὑπερορᾶν τῶν νόμων παρασκευάζει· τῇ μὲν βοηθοῦσιν θεοί, τὴν δὲ μισοῦσιν· πόλεμον οὐ κινεῖς ‖ διὰ νόσον[*](Ed. Duebn. p.49) σώματος, διὰ δὲ ψυχῆς νόσον οἱ πολλοὶ πόλεμοι·

οὐδεὶς νοσῶν τὸ σῶμα συκοφαντεῖ, ἢ τυμβωρυχεῖ, ἢ ληΐζεται, [*](43b)ἤ τι ἄλλο δρᾷ κακὸν μέγα· | νόσος σώματος ἀνιαρὸν τῷ ἔχοντι· νόσος ψυχῆς ἀνιαρὸν καὶ τῷ πλησίον.

Θέασαι τὸ λεγόμενον ὡδὶ σαφέστερον ἐπὶ πολιτικῆς εἰκόνος.

Ἀθήνησιν ἐν δημοκρατουμένῃ πόλει, καὶ ἀκμαζούσῃ πλήθει ἀνδρῶν καὶ μεγέθει ἀρχῆς καὶ δυνάμει [*](17 νόσος — πλησίον n) [*](4 ἀδεής] ἀνενδεής α(δ) | εὐδαιμονίᾳ α(δ) corr markl. ‖ 5 πο- θίζεται Hob. πορίζεται codd. unde 〈κακοδαιμονίᾳ (-ίαν)〉 πορ. αδ (φ Δ) ‖ 6 ἀένναος Ϛ (δ) ‖ 7 (et 8) τῇ δὲ bis (pro τῷ δὲ) α(δ) ‖ 8 σκόπει (ει in ras.) ‖ 11 ἴασιν (ιν in ras.) R! | εἰκτικώ- τερον] ἰασιμώτερον MN α(δ) unde στασιμώτερον Markl. ‖ 12 τὸν νόμον B ‖ 13 πόλεμον οὐ κινεῖς διὰ νόσον Hob. πόλ. οὐκ εἶναι νόσον RMN πόλ. οὐκ εἶναι διὰ νόσ. φα(θ) πόλ. οὐκ εἶδε (οἶδε) νόσος H(B) πόλ. οὐ κινεῖ νόσος Orelli (Duebn.) πόλ. οὐδεὶς κινεῖ διὰ νόσ. Reiske πόλεμος οὐκ ἔστι διὰ νόσ. Steph. πόλεμοι οὐκ εἰσὶ δ. ν. Markl. πόλεμον οὐκ ἐγείρει νόσος Dav. πολεμεῖν οὐκ ἔνι διὰ νόσ. Schenkl ‖ 15 τοιχωρυχεῖ Heins ‖ 16 μέγα 〈·ψυχῆς ταῦτα τὰ νοσήματα〉· νόσος Reiske lac. ind. Duebn. ‖ 18 ὧδε α(δ) )

80
χρημάτων καὶ εὐπορίᾳ στρατηγῶν, ὑπὸ Περικλεῖ δυναστεύοντι, λοιμὸς ἐμπεσών, ἐξ Αἰθιοπίας ἀρξάμενος, καὶ καταβὰς διὰ τῆς βασιλέως γῆς, καὶ τελευτήσας ἐκεῖ, καὶ ἱδρυθεὶς αὐτόθι, ἔφθειρε τὴν πόλιν.

συνεπελάμβανεν δὲ τῇ τοῦ κακοῦ ἐπιδημίᾳ καὶ ἐκ Πελοποννήσου πόλεμος.

Δῃουμένης δὲ τῆς γῆς, καὶ φθειρομένης τῆς πόλεως, καὶ ἀναλισκομένων τῶν σωμάτων, καὶ μαραινομένης τῆς δυνάμεως, καὶ ἀπαγορεύοντος τῇ πόλει τοῦ σώματος, εἷς ἀνήρ, οἷον ψυχὴ πόλεως, ὁ Περικλῆς ἐκεῖνος, ἄνοσος καὶ ὑγιὴς μένων, ἐξώρθου τὴν πόλιν καὶ ἀνίστη, καὶ ἀνεζωπύρει, καὶ ἀντετάττετο τῷ λοιμῷ καὶ τῷ πολέμῳ.