Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Μήποτε οὖν αἴσθησις μὲν καὶ πεῖρα οὐκ ἀνθρώπινον, λόγος δὲ ἀνθρώπου ἴδιον· καὶ οὐδὲν ἂν εἴη ἄλλο ἐπιστήμη πλὴν βεβαιότης λόγου, ὁδεύοντος κατὰ τὰ αὐτά, ἐκθηρωμένου τὰ συγγενῆ τῶν πραγμάτων, καὶ διακρίνοντος τὰ ἀνόμοια, καὶ τὰ ὅμοια συγκρίνοντος, καὶ τὰ οἰκεῖα συντιθέντος, καὶ τὰ συγκεχυμένα διαιροῦντος, καὶ τὰ ἀλλότρια χωρίζοντος. καὶ τὰ ἄτακτα συντάττοντος, καὶ τὰ ἀνάρμοστα ἁρμοζομένου.

Τοι. οῦτον γὰρ ἀμέλει καὶ ἀριθμητική, καὶ γεωμετρία, καὶ μουσική, καὶ ὅσαι ἄλλαι χειρουργίας ἀδεεῖς τῇ τοῦ λόγου ῥώμῃ ἐπεξῆλθον τοῖς αὐτῶν νοήμασιν καὶ ἐξειργάσαντο.

[*](8 Ξενοφῶν sq. cf. Xen. anab. III 2. 25 || 9 στρατηγίας sq. nam artium virtutumque participes esse feras Stoici docebant cf. dissert meae p. 72 sq.)[*](1 πλῷ περαιουμένη ἐξασθενεῖ B Apost. || 2 κάματον (ον in ras. ex ω) R! || 4 ἐπικέρως Hob. ἐπικαίρως codd. cf. Suid s. v. ἐπικαίρως et nostro serm. „rechtsum“ ἐπὶ κέρως Portus Kusterus (Δ) || 7 τὸ οὐ- ραῖον Apost. οὐραγίαν Schenkl || 8 in mge CH(MEIVCAI) (vet. schol. u) R! || 11 μήποτε] μήτε MNα(δ) corr. Markl. | ἀνθρώπινον] ἀνθρώ- που ἴδιον Markl. || 12 ἂν om. MNα(θ) corr. Markl. || 16 καὶ τὰ ἀλλότρια χωρίζοντος καὶ τὰ συγκεχυμένα διαιροῦντος Rohdich || 17 διαιροῦντος] βεβαιοῦντος B || 18 ἁρμοττομένου MNα(δ) | τοι- αῦτα MNφ τοιαῦται α(δ) || 20 ὅσας ἄλλας Reiske | ἀνενδεεῖς α(δ) || 21 ῥύμῃ MNφα(θ) | ἐπεξῆλθε καὶ MNα(δ) | αὑτῶν Reiske ἀν- θρώπων α(θ) | κατεξειργάσαντο Heins. καὶ ἐξειργάζοντο Dav.)
70

Καὶ μὴν Ὅμηρὸς οὐ ταύτας πρεσβυτάτας ἐπιστημῶν λέγει, παλαιὸς ἀνήρ, καὶ ἀξιόχρεως δήπου πιστεύεσθαι, ἀλλὰ θαυμάζει τούτους μόνους, ὡς σοφούς, [*]((ρ 384))

  • μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων,
  • καὶ ‘θέσπιν ἀοιδόν’.

    Ὤ τῆς ἰσοτιμίας. Ὁ μάντις σοφός, καὶ ὁ τέκτων σοφός, καὶ ὁ Ἀπόλλων δήπου, καὶ ὁ ἰατρός, καὶ ὁ Ἀσκληπιὸς δήπου ὁμοίως τίμιος, καὶ ὁ Φήμιος.

    Μήποτʼ οὖν Ὅμηρος μὲν ταῖς ἐπιστήμαις τὰς τιμὰς νέμει κατὰ τὴν εὕρεσιν μᾶλλον ἢ κατὰ τὴν χρείαν αὐτῶν, ἡμῖν δὲ οὐ ταύτῃ θηρατέον, ἀλλὰ ὡδὶ λέγωμεν·

    ὅτι ἡ τοῦ ἀνθρώπου ψυχὴ τὸ εὐκινητότατον οὖσα τῶν ὄντων καὶ ὀξύτατον, κεκραμένη ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, κατὰ μὲν | τὸ θνητὸν αὐτῆς [*](40b) ξυντάττεται τῇ θηριώδει φύσει, καὶ γὰρ τρέφει, καὶ αὔξει, καὶ κινεῖ, καὶ αἰσθάνεται·

    κατὰ δὲ τὸ ἀθάνατον τῷ θείῳ καὶ ξυνάπτει, καὶ γὰρ νοεῖ, καὶ λογίζεται, καὶ μανθάνει, καὶ ἐπίσταται·