Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

68

Εἶεν· τοῦτο ἐπιστήμην φῶμεν, ἐθισμὸν ψυχῆς πρὸς ὁτιοῦν τῶν ἀνθρωπίνων ἔργων καὶ ἐπιτηδευμάτων· ἢ τοῦτο μὲν διατείνει καὶ ἐπὶ τὰ θηρία; καὶ αἴσθησις γὰρ καὶ πεῖρα οὐκ ἀνθρώπου ἴδιον· ἀλλὰ καὶ τὰ θηρία αἰσθάνεται, καὶ ἐκμανθάνει τὶ ὑπὸ τῆς πείρας, [*](περὶ γεράνως )ὥστε καὶ τούτοις ὥρα μεταποιεῖσθαι σοφίας.

Αἱ γέρανοι ἐξ Αἰγύπτου ὥρᾳ θέρους ἀνιστάμεναι, οὐκ ἀνεχόμεναι τὸ θάλπος, τείνασαι τὰς πτέρυγας ὥσπερ ἱστία, φέρονται διὰ τοῦ ἀέρος εὐθὺ τῆς Σκυθῶν γῆς·

ἅτε δὲ οὐκ ἐν ῥυθμῷ ὂν τὸ ζῷον, ἀλλὰ ἐμβριθὲς μὲν τὰ μέσα, μακρὸν δὲ κατὰ τὸν αὐχένα, κοῦφον δὲ κατὰ τὸ οὐραῖον, ἀραιὸν δὲ κατὰ τὰς πτέρυγας, ἐσχισμένον δὲ κατὰ τὰ κῶλα, κλυδάζεται τὴν πτῆσιν, ὥσπερ ναῦς χειμαζομένη.

Τοῦτο γνοῦσα ἡ γέρανος, ἢ αἰσθανομένη ἢ πειραθεῖσα, οὐ πρότερον ἀνίπταται, πρὶν ξυλλάβῃ λίθον τῷ στόματι ἕρμα εἶναι αὐτῇ πρὸς τὴν [*](περὶ ἐλὰφων)πτῆσιν.

Ἔλαφοι ἐκ Σικελίας ἐπὶ Ῥηγίου περαιοῦνται, νηχόμεναι ὥρα θέρους ἐπιθυμίᾳ καρπῶν· ἅτε δὲ ἐν [*](6 γέρανοι sq. cf. Plut. de soll. an. 10 et 28 Cicer. nat. deor. II 48. 125 Plin. n. hist. X 59 (═ Solin. 10. 12) || 9 Σκυθῶν γῆς sq. cf. Herod. II 22 || 17 ἔλαφοι sq. cf. Plin. n. hist. VIII 115 (═ So- lin. 19. 12) | ἐκ Σικελίας ἐπὶ Ῥηγίου vel e Cilicia in Cyprum cf Aelian. nat. an. 56 Oppian. cyn. ll 215) [*](6 αἱ γέρανοι — 16. 17 πρὸς τὴν πτῆσιν Apostol. V 35 (Arsen. XIV 72) || 17 ἔλαφοι — p. 69. 10 θηρία Apostol. X 4) [*](7 ἀφιστάμεναι α(δ) || 8 τὰς om. MNα(δ) || 9 τῶν Σκυθῶν MNα(θ) corr. Reiske || 10 ὂν om. MNα(δ) || 11 κατὰ τὸν — 12 ἀραιὸν δὲ om. M || 13 κλυδωνίζεται B Apost. || 14 τοῦτον MN | ἡ om. α(δ) | αἰσθανομένη (νο in ras.) R! αἰσθομένη Apost. (ut or. 21. 5a R) || 15 πρὶν — 16 πρὸς τὴν om. M | ξυλλαβεῖν Apost. || 16 ἕρμα μὲν εἶναι α(δ) | αὑτῇ α(δ) || 17 πτῆσιν, φυλακὴ δὲ πρὸς σωτηρίαν. ἔλαφοι MNφα(δ) || 18 καρπῶν] σκορπίων Markl.)

69
μακρῷ πλῷ, ἐξασθε||νεῖ ἡ ἔλαφος ἀνέχουσα τὴν κορυφὴν [*](Ed. Duebn. p.45) ὑπὲρ τοῦ ὕδατος· κουφίζονται δὴ τὸν κάματον ὧδέ πως·

νήχονται ἐπὶ μιᾶς τεταγμέναι, ἀλλήλαις ἐπόμεναι, ὥσπερ στρατόπεδον ἐπικέρως βαδίζον· νήχονται [*](40a)δὲ ἐπιθεῖ|σα ἑκάστη τὴν κορυφὴν τῇ τῆς ἡγουμένης ἰξύϊ·

ἡ δὲ στρατηγοῦσα τῆς τάξεως, ἐπειδὰν κάμῃ, ἐπὶ οὐραῖον μεθίσταται, καὶ ἡγεῖται ἄλλη, καὶ οὐραγεῖ ἄλλη· ὡς ἐν τοῖς στρατοπέδοις Ξενοφῶν μὲν οὐραγεῖ, [*](CH) ἡγεῖται δὲ Χειρίσοφος· ὥστε καὶ στρατηγίας τακτικῆς μεταποιεῖται ταυτὶ τὰ θηρία.