Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

464

Καὶ ἵνα ποτὲ ἀπαλλαγῶμεν τῶν σωμάτων, οἷς ἀναμέμικται ἡ ῥώμη καὶ τὸ κάλλος, εἰ τὴν Ἀνδρομάχην τῇ Πηνελόπῃ ἀντεξετάζοις, οὐχὶ σώφρων μὲν ἑκατέρα καὶ φίλανδρος; προτιμήσεις δὲ τὴν Πηνελόπην, οὐχ ὅσα γυναικὸς βαρβαρικῆς Ἑλληνίδα, ἀλλὰ τῷ περιόντι κατὰ τὴν ἀρετὴν τὸ πλεῖον νέμων.

Συμβουλεύει δὲ καὶ ὁ Νέστωρ τῷ Ἀγαμέμνονι· ἆῤ ἀνοήτῳ φρόνιμος; [*](Ed. Duebn. p.158)ἢ οὐκ ἂν ἐθελήσαις τὸν τῶν Πανελλήνων || βασιλέα, τὸν διογενῆ | καὶ λαῶν ποιμένα, καθυβρίσαι δυσφήμῳ [*](140a) αἰτίᾳ; ἀλλὰ καὶ ὣς ἐδέησεν αὐτῷ φρονίμῳ ὄντι φρονιμωτέρων συμβούλων, τοῦ Νέστορος.

Πείθω δέ γε οὐδέν τι μᾶλλον περὶ τῶν ἀρετῶν διαλεγόμενος, τὰ ὅμοια τοῖς ὁμοίοις, τῷ ἀνίσῳ κατὰ τὴν μετουσίαν, εἰς ὑπεροχῆς καὶ ἐλαττώσεως μοῖραν παραβαλεῖν ἐθέλων· ὅς γε καὶ τὴν ὑγίειαν ἡγεῖ ἁπλοῦν τι εἶναι. Τί δέ ἐστιν ἁπλοῦν παντὸς ἧττον; αἱ γὰρ τῶν σωμάτων φύσεις πολὺ τῶν τῆς ψυχῆς ἀμφιλαφέστεραι εἰς ὑγείας μέτρον

καὶ αὐτὸ τοὐναντίον, ὁ μὲν διώκων ἀκρότητα ἐν ὑγιεινῷ διώκει πρᾶγμα φεῦγον, καὶ οὔτε Ἀσκληπιῷ οὔτε Χείρωνι ἐξ ἐπιδρομῆς ἁλώσιμον·

ὁ δὲ ἐν τῷ ἀνίσῳ τοῦ ἐφικτοῦ τὸ ληφθὲν ἀγαπῶν, εὐγνωμονέστερος μὲν πρὸς τὴν τέχνην, οὐκ ἀνέλπιστος δὲ πρὸς τὴν ἀκρότητα. [*](8. 9 βασιλέα τὸν διογενῆ vi. or. 23 1a; 35. 1a; λαῶν ποιμένα vi. 23 1a vi. etiam or. 20. 6b || 12. 13 τὰ ὅμοια τοῖς ὁμοίοις sq. vi. or. 39. h sq. || 16 αἱ . . σωμάτων φύσεις sq. sed vi. or. 7. 3b || 19. 20 οὔτε Ἀσκληπιῷ οὔτε Χείρωνι ut or. 36. 5f) [*](3 ἀντεξετάζεις MNα(δΔ)⁰ || 8 ἦ nescio unde Δ⁰ || 10 ὡς RM || 10. 11 φρονιμωτέρων συμβούλων Hob. φρονιμωτέρῳ συμ- βούλῳ R! φρονιμωτέρου συμβούλου cett. (δΔ) || 11 πείθεις Markl. | δέ γε codd. δέ σε φα(Δ) δέ με Markl. || 12 ἀρετῶν] αἱρετῶν (vel ἀγαθῶν) Markl. || 13 ἀνίσω] νεανίσκῳ MN || 14 〈οὐκ〉 ἐθέλων Markl. κελεύων Reiske || 15 τί δέ] τὸ δέ Dav. || 19 πρᾶγμα om. MNα(δ))

465
Οὕτω τοι καὶ τοῖς ἀγαθοῖς ἔχει.

Τριῶν γὰρ ὄντων οἷς ἄν τις διαιτήσαι τὸ παρὸν τουτὶ τὸ σκέμμα, ἑνὸς μὲν τείνοντος ἐπὶ τὸ ἀληθὲς αὐτό, δευτέρου δὲ ἐπὶ τὸ δυνατόν, τρίτου δὲ ἐπὶ τὸ ὠφέλιμον, καθʼ ἕκαστον τούτων σκεψώμεθα, ἀνατρέψαντες αὐτῶν τὴν ἀκολουθίαν, ἀπὸ τοῦ ὠφελίμου ἀρξάμενοι·

μήπω γὰρ δυνατὸν ἔσται μηδὲ ἀληθὲς τὸ λεγόμενον, ὡς ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον, ἀλλὰ ἴδωμεν αὐτοῦ τὸ ὠφέλιμον· πολλὰ γάρ που καὶ τῶν οὔτε ἀληθῶν οὔτε δυνατῶν ὠφέλησεν πιστευθέντα.

Οὐχ ὁ μὲν ἰσοκρατὲς τὰ πρῶτα ἄγων τὸ ἀγαθὸν καὶ περιγράφων αὐτοῦ τὴν οὐσίαν ἐν τῷ ἀρίστῳ μόνῳ, διέσκαψεν καὶ διετείχισεν τὴν ἐλπίδα τῶν πολλῶν τῆς ἐπʼ αὐτὸ ὁδοῦ; ὁ δὲ ὑποβάθρας διδούς, καὶ ἀναπαύλας διὰ μέσου καὶ ἀναγωγὰς πολλάς, προὔπεμψεν πόρρω [*](140b)πάνυ ὡς τευξόμενον τοῦ | μετρίου, παρεμυθήσατο δὲ τῇ ἐπιτυχίᾳ τὸν προσελθόντα ἤδη, ὡς προεληλυθότα [*](6 μήπω sq. ut or. 25. 4a; 28. 1e; 30. 4b al.) [*](9 πολλὰ — 10 πιστευθέντα n) [*](11 in mge ἰσοκράτης (schol recent.) R!) [*](1 καὶ τοῖς] κᾀπὶ τοῖς Dav.2 κἂν τοῖς Steph. (Duebn.) || 2 τὸ (ante) σκέμμα om. MNα(δ) || 4. 5 καθέκαστον R! || 7 ἔστω Markl. (Duk.) || 10 πιστευθέντα (τα in ras.) R! || 11 ὁ μὲν (cui opponitur ὁ δὲ 14) ἰσοκρατὲς τὰ πρῶτα (vi. p. 46. 2/3) ἄγων (═ ‘censensʼ ut θεόν τινα ἄγειν al.) Hob. ὁ μὲν ἰσοκράτης τα ἄγων R ὁ μὲν Σωκράτης (ἰσοκράτης M) περιάγων cett. (θ) ὁ μὲν Σωκράτης (ἀπάγων) παράγων (Dav.2) Markl. (Duebn.) simili modo nomen proprium ex coniectura falso introfertur p. 440. 13 cuius rei exempla (Psell. op. 285 Walz in Hermog. progymon.) adfert etiam Unger l. l. 44 || 13 τῷ πολλῷ α(δ) || 14 καὶ (ante ἀνα- παύλας) om. MNα(δ) || 15 ἀναγωγὰς] ἀνακωχὰς Orelli || 17 τὸν (ante προσελθόντα) om. α(δ) | προελθόντα Markl. (Duebn.) | ἤδη, ὡς] ὡς ἤδη Markl. (Duebn.) | προεληλυθότα] προελθόντα MN προσελ- θόντα α(δ) προσεληλυθότα Markl. (Duebn.) προελευσόμενον Dav.2 )

466
τῷ ἀρίστῳ· ἀνεκήρυξεν δὲ τὸν ἀφικόμενον εἰς τὸ ἄκρον, ὡς ἐν ἀγαθοῖς ἄριστον·

ὁ δὲ ἕτερος τῶν λόγων οὐχὶ τὸν μὲν ἀριστέα ἐν δειλοῖς στεφανοῖ, τὸν δὲ ἰσχυρὸν ἐν ἀσθενεστάτοις; καὶ τὸ ὅλον ἀνταγωνιστὰς τοῖς ἀρίστοις οὐ δίδωσιν, οὐδὲ ἐλέγχει τὰς ἀρετὰς ἐν τοῖς ὁμοίοις.