Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Μὴ σύ γε, ὦ δικαστῶν εὐδαιμονέστατε, ἀλλὰ [*](Ed. Duebn. p. 157) φειδὼ ἔχε ὀνομάτων αἰσχρῶν, καὶ ἡρέμα κάτιθι ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα·

ἵνα μὴ τὸν Ὅμηρον αὖθίς [*](1 ὁ Γλαῦκος. ἀπίτω sq. ut or. 15 2 f simil. etiam or. 38. 4 m || 4 ὁ μακαρίζων sq. vi. or. 22. 1 b || 6 ὁμόφρονα . . γάμον simil. vi. or. 25. 1 d γάμου σώφρονος || 19 εἰ γὰρ ἕν sq. sed vi infra § II f || 23. 24 ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα vi simil. or 27.7 l) [*](1 ἡκέτω (τω in ras .) R! || 2 ἀποδειξάμενος MN || 4 Ἀλκινόου ς(δ ∠°) || 6 Ναυσικᾷ R! Ναυσικακία M Ναυσικάᾳ cett. (δ ∠) 10 μείονα Markl. || 16 . 17 δικαστήν γε RM δικαστήν σε cett. (δ∠) 20 κρατεῖ ϛ(δ ∠) ἐν ἀγῶνι Hob. ἕνα τῶν R ἐκ τῶν cett. (δ ∠) || 23 αἰσχρῶν om. Duk. | ἡρέμαι R! || 24 ἐπὶ (ι in ras .) R! )

462
σοι προφέρω, λευκώλενον τὴν Ἥραν λέγοντα, καὶ ῥοδόπηχυν τὴν Ἠώ, καὶ τὴν Ἀθηνᾶν γλαυκῶπιν, καὶ ἀργυρόπεζαν τὴν Θέτιν, καὶ Ἥβην καλλίσφυρον· ὧν οὐδεμιᾶς ἀφαιρήσει τὸ κάλλος, κἂν ἐν μέρει ᾖ, εὔφημός γε ἐθέλων εἶναι τὰ θεῖα, καὶ ἥκιστα πλημμελής.

Ἀκούεις δʼ αὐτοῦ διηγουμένου χορὸν ἀγρευτικόν, παιζούσας ἐν ὄρει τὰς νύμφας, ἐξηγουμένης τῆς Ἀρτέμιδος; [*]((ζ 1Ο7))

  • Πασάων δʼ ὕπερ ἥδε κάρη ἔχει ἠδὲ μέτωπα,
  • φησίν· καὶ
  • [*]((ζ 108))
  • ῥεῖα δʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι.
  • που καταγελᾷς τοῦ Ὁμήρου, προτιμῶντος μὲν νυμφῶν

    κατὰ κάλλος Ἄρτεμιν; Ἀκούεις δὲ αὐτοῦ καὶ περὶ Μενελάου κάλλους τοιαυτὶ λέγοντος· ὅτε ἔφη τρωθέντος ῥυῆναι τὸ αἷμα κατὰ τοῦ μηροῦ, ἔπειτα εἰκάζει τὸ τοῦ μηροῦ κάλλος γυναικὸς τέχνῃ ἐλέφαντα χραινούσης φοίνικι, [*]((cf. Δ 142))

  • ἵπποις εἶναι παρήϊον·
  • [*]((Δ 146/7))
  • τοῖοί τοι, Μενέλαε, μιάνθην αἵματι μηροί·
  • εὐφυεῖς
  • φησὶν καὶ
  • [*]((cf. Δ 147))
  • κνῆμαι καὶ σφυρά.
  • Τοῦ δὲ Ἀγαμέμνονος αὖθις αὖ ἐπαινῶν τὸ κάλλος, οὐκ ἐδεήθη εἰκόνος Λυδίας, ἢ Καρικῆς, οὐδὲ ἐλέφαντος [*](2 γλαυκῶπιν (ιν in ras.) R! || 3 καὶ 〈τὴν〉 Ἥβην MN || 4 ἀφαι- ρήσεις Markl. || 5 〈περὶ〉 τὰ θεῖα Steph. || 8 ὑπὲρ R! (pr. man. ) om. M |ἥδε] ἥ γε N α(δΔ) cum Homero || 10 ῥεῖα τʼ Homerus ἀριγνώτη (η in ras.) R || 11 καταγελᾷς μὲν τοῦ Steph. | μὲν (ante νυμφῶν) del. Steph Reiske 11. 12 νυμφῶν om. H|| 12 Ἄρτεμιν om. MN φα(δ) Ἄρτεμιν 〈νυμφῶν〉 H Ἀρτέμιδα νυμ- φῶν Steph 13 τοιαυτὶ] ταυτὶ MNα(δ) || 17 ἵππων α(δ) cum Homero || 19 εὐφυέες Homerus 21 〈αἱ〉 κνῆμαι MNα(δ) | καὶ σφυρά] τε ἰδὲ σφυρὰ Homerus)

    463
    [*](139b)ὑπὸ γυναικὸς βαρβάρου φοίνικι | ἐξηνθισμένου· ἀλλὰ εἰκάζει αὐτοῦ τῷ Διὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, ᾧ καὶ δῆλον, ὡς καλλίων ὁ Ἀγαμέμνων ἦν·

    τῷ μὲν γὰρ ἦν τὸ κάλλος περὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τῷ δὲ ἀμφὶ τοὺς μηροὺς καὶ τὰ σφυρά· ὁ δὲ τὰ κρείττω καλός, καλλίων· ὁ δὲ τὰ ἥττω καλός, οὔπω μὲν αἰσχρός, καλὸς δὲ ἧττον.

    Τί δὲ ἐν τῷ στρατοπέδῳ τῷ Ἑλληνικῷ οὐ διέφερεν μὲν ὥρᾳ ὁ Ἀχιλλεύς, εἶχεν δὲ τὰ δεύτερα ὁ Νιρεύς; δικαστῇ δέ σοι, ἀπολειπόμενος ὁ Νιρεὺς τοῦ Ἀχιλλέως, οὐδὲν ἦν διαφέρων τοῦ Θερσίτου.

    Καὶ ἵνα μὴ περὶ κάλλους σοι μόνον διαλέγωμαι, οὐκ ἀμφισβητεῖ τῷ Ἀχιλλεῖ περὶ ἀνδρείας ὁ Αἴας, οὐδὲ τῷ Αἴαντι ὁ Διομήδης, οὐδὲ τῷ Διομήδει ὁ Σθένελος, οὐδὲ τῷ Σθενέλῳ ὁ Μενεσθεύς· ἀλλʼ οὐδεὶς διὰ τοῦτο τὴν ἀρετὴν ἀφαιρεῖ τοῦ Μενεσθέως διὰ τὸν Σθένελον· οὐδὲ τοῦ Σθενέλου διὰ τὸν Διομήδην, οὔτε τοῦ Διομήδους διὰ τὸν Αἴαντα, οὔτε τοῦ Αἴαντος διὰ τὸν Ἀχιλλέα·

    ἀλλʼ ἔστιν κἀνταῦθα ἡ ὁδὸς τῆς ἀρετῆς οὐ διαπηδῶσα τὰς διὰ μέσου φύσεις, ἀλλὰ κατιοῦσα ἠρέμα ἀπὸ τῶν ἀρίστων ἐπὶ τοὺς καταδεεστέρους.

    [*](6 ὁ . . τὰ ἥττω καλός sq. vi. supra § l i εἰ γὰρ ἓν sq. etiam or. 7. 2k | οὔπω μὲν αἰσχρός sq. vi. simil. de ‘arteʼ et ‘non arteʼ or. 27 2d || 8 διέφερεν sq. vi. or. 25. 7e || 9 Νιρεύς sq. vi. or. 35. 1c cf. Dio Chrys. 21. 17 πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλοὺς οὐδὲ Ἀλέξανδρον ἢ Εὔφορβον ἢ Τρώϊλον ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ sq. || 20 ἀπὸ τῶν ἀρίστων sq. ut supra § ll a vi. or. 27. 7l etiam or. 9. 1d et or. 11. 12e)[*](8 〈τῇ〉 ὥρᾳ MNα(δ) | δὲ (post εἶχεν) om. MNα(δΔ)⁰ corr. Markl. || 9 (et 10) Νηρεύς R | δικαστὴς δέ RMN παρὰ δικαστῇ δέ Duk. δικαστῇ γέ Reiske | 〈ἀλλʼ〉 ἀπολειπόμενος Reiske || 10 διαφέρων RH διαλειπόμενος cett. (δ) || 11 μόνον σοι Markl || 15 ἀφαιρεῖ (αι in ras. ex ι) R! || 16 οὔτε R!MN οὐδὲ α(δΔ) || 17 οὔτε] οὐδὲ α(δ) prob. Meiser | τοῦ Αἴαντος om. MNα(δ) || 18 Ἀχιλλέα τοῦ Αἴαντος MNα(δ) || 20 ἠρέμαι R)