Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

φέρε ἴδω πότερα καὶ ταύτην φῶμεν ἐπιλαβομένην τῆς ἀρετῆς εὐροίᾳ τινὶ βίου καὶ εὐτυχημάτων ἀκμῇ συγγίγνεσθαι ἀεί; τοῦτο μὲν ἀμήχανον ἐν ἀνθρωπίνῃ φύσει·

πολλὰ γὰρ τὰ ἐν ποσίν, καθάπερ ἀνδρὶ κούφως θέοντι ὀρύγματα καὶ κρημνοὶ καὶ βάραθρα καὶ τειχία·

ἐν οἷς ὁ μὲν ἀμαθὴς τῆς ὁδοῦ, καὶ μαλθακὸς θεῖν, καὶ διαπηδᾶν ἀσθενής, καὶ παραθεῖν ἀκροσφαλής, πταίει καὶ σφάλλεται καὶ ἀποδειλιᾷ·

ὁ δὲ ἀγαθὸς καὶ δρομικὸςἀνὴρ καὶ ἐπιστήμων τῆς ὁδοῦ, κατὰ μὲν τὴν ῥώμην ὀξέως θεῖ, κατὰ δὲ τὴν ἐμπειρίαν ἀπλανῶς, κατὰ δὲ τὴν τέχνην ἀσφαλῶς· οἶδε μὴν τίς μὲν τῆς ὁδοῦ ἡ λεία καὶ ἄπταιστος, τίς δὲ ἡ διεσκαμμένη, καὶ ἀναγκαία [*](13b)μὲν διελθεῖν, ἀπροαίρετος δὲ τῷ θέοντι.