Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀθροίσω τὸ μέγα τοῦτο ὄφελος, ἡδονήν αἰτίζων οὐκ ἀκόλzους, μὰ Δία, κατὰ τὸν υμήρου πτωχεύοντα (ρ 222), οὐδὲ ἄορας καὶ λέβητας μόνον, ἀλλὰ τὰ τούτων ἔτι [*](CH)ἀτοπώτερα· παρὰ μὲν ΜΔιθαίκου ὄψον, παρὰ δὲ Σα. [*](11b) ῥόμβου οἶνον, παρὰ δὲ Μιλησίου ἑταίραν, παρὰ δὲ Κόννου ῷδήν.

Καὶ τί τούτων ἔσται μέτρον; τίς τῆς ἐξ ἡδονῶν εὐδαιμονίας ὅρος; ποῖ στησόμεθα; τίνι δῶμεν

τὰ νικητήρια φέροντες; Τίς ὁ μακάριος ἀνὴρ οὗτος καὶ ἄγρυπνος καὶ ἐπίπονος, ὅν οὐκ ἔλαθεν οὐδὲ ἐξέφυγεν οὐδεμία ἡδονή, οὐ νύκτωρ, οὐ μεθʼ ἡμέραν, ἀλλὰ ἀποτείνασα αὐτῷ ἡ ψυχὴ τὰς αἰσθήσεις πάσας, καθάπερ ὁ θαλάττιος πολύπους τὰς πολλὰς κόμας, διὰ τούτων πάντοθεν τὰς ἡδονὰς ἐπάξεται πάσας ὁμοῦ;