Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εὗρες τὰ ὄργανα, ζήτει τὰ [*](9. 10 ἐνθαῦτα ζήτει sq. ═ or. 33. 7b cf. simil. Epict. diss. I 4. 11 ἐκεῖ ζήτησον . . ὅπου σοῦ τὸ ἔργον· ποῦ δὲ σοῦ τὸ ἔργον sq. 16 ἥδεται καὶ βοῦς sq. vi. etiam or. 32. 4a sq.) [*](2 διατελεῖ 〈τοῦτο τὸ ζῷον〉 σωζόμενον Reiske || 5 πάντα τῷ τοῦδε νόμῳ καὶ λόγῳ ὑπάγον p || 12 διωκόμενον (vel διωκτόν vi. p. 369. 1) Hob. διῶξον codd. διῶκον α(θ) διασωστικὸν Reiske διασῶζον Heins. (Duebn.) || 13 〈τὸ〉 διασωστικόν Reiske || 15 πο- τειμίαν (pr. man.) || 16 ἥδεται (alter.) RQ om. cett. (δΔ⁰) || 21 τί- μια α(δ) sed antecedit et sequitur ὅρα || 23 ηὗρες R (pr. man. ut videtur))

367
ἔργα. Λιχνευέτω ἡ γλῶττα, τηκέσθωσαν οἱ ὀφθαλμοί, ἐκλυέσθω ἡ ἀκοή, πληρούσθω ἡ γαστήρ, ὑβριζέτω τὰ ὑβρίζειν πεφυκότα. Εὗρες τὰ ἔργα, ἐντετύχηκας τῷ ἀγαθῷ. Τοῦτο ἡ σωτηρία; τοῦτο ἡ εὐδαιμονία;

Περὶ ἡδονῆς, ὅτι εἰ καὶ ἀγαθόν, ἀλλʼ οὐ βέβαιον γ΄

Αἰσώπῳ τῷ Φρυγὶ πεποίηνται λόγῳ δίαιται θηρίων καὶ ξυνουσίαι· διαλέγεται δὲ αὐτῷ καὶ τὰ δένδρα, καὶ οἱ ἰχθύες, ἄλλο ἄλλῳ καὶ ἀνθρώποις ἀναμίξ· καταμέμικται δὲ ἐν τοῖς λόγοις τούτοις νοῦς βραχύς, αἰνιττόμενός τι τῶν ἀληθῶν.

Ἄιδεται δή τις αὐτῷ καὶ [*](1 τηκέσθωσαν οἱ ὀφθαλμοί vi. etiam or. 29. 1d (de Sarda- napalo) || 9 Αἰσώπῳ sq. vi. etiam or. 15. 5a; 19. 2a; 36. 1a || 11. 12 καταμέμικται sq. ut in Homeri aliorumque carminibus (secundum stoicos) vi. or. 26. 5a sq.) [*](Codices RBMNQV α (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](9 Αἰσώπῳ — 13 ἀληθῶν p) [*](5 〈ΛΒ΄〉 Hob. || 7 περὶ — 8 βέβαιον γ΄ R om. γ; sed additis λόγος λγ΄ φ περὶ ἡδονῆς γ΄ (τρῖτος) BHMV(Q) Dav.2 ἔτι περὶ τοῦ αὐτοῦ ὅτι ἡδονὴ εἰ — βέβαιον λόγος λγ΄ α ἔτι περὶ τοῦ αὐ- τοῦ ἤγουν περὶ ἡδονῆς sq. M ὅτι πάντων τέλος ἡ ἡδονὴ Heins. || 9 πεποίηνται om. p | λόγῳ Hob. λόγοι codd. (δΔ) διάλογοι Dav.2 (Duk.) | δίαιται VQ (in mge) διά τε cett. nisi quod διὰ τῶν MQα(δ) διαλέγεται p διὰ del. Dav.2 (Duk.) || 9. 10 θηρίων] τὰ θηρία p || 10 καὶ ✶ ✶ ξυνουσίας Duebn. unde καὶ ἀνθρώπων ξυν- ουσίας Schenkl καὶ τῆς ξυνουσίας α(δ) om. p | διαλέγεται δὲ αὐτῷ καὶ om p || 11 ἀναμίξ· σοφὴ δὲ ἡ ἀλώπηξ αὐτῷ· ἐγκατα- μέμικται p || 12 ἐν om. p || 13 τι — δή om. B | δή τις] δὲ τὶς MNNα(δΔ⁰))

368
[*](μῦθος)τοιοῦτος μῦθος. Ἔλαφον διώκει λέων· ἡ δὲ φεύγουσα ὑπεξάγει, καὶ καταδύεται εἰς δρυμὸν βαθύν·

ὁ δὲ λέων (ὅσα γὰρ ἀλκῇ προὔχει, τάχει λείπεται) ἐπιστὰς τῷ δρυμῷ ἐρωτᾷ ποιμένα, εἴ που εἶδεν πτήξασαν τὴν ἔλαφον; ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι·

καὶ ὁμοῦ λέγων, τὴν χεῖρα ἀποτείνας, ἔδειξε τὸ χωρίον.

Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ (σοφὴ γάρ τις αὕτη τῷ Αἰσώπῳ ἐστὶν) πρὸς τὸν ποιμένα λέγει· ‘Ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα· δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ ἐς ἐλάφους᾿.